- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.6.12-2.6.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底与克利托布洛斯探讨了结交朋友的真正“咒语”在于基于美德的真实赞美与实际施惠,且欲求良友必先修身自强。面对克利托布洛斯指出即便有德之士与城邦也会因野心与嫉妒而交恶的困惑,苏格拉底阐明人性中兼具友善与敌对两面,唯有高尚之士能以适度、克制与互助化解纷争,在美德中缔结真挚的友谊。
οὐκ ἀλλὰ τοῖς ἐπʼ ἀρετῇ φιλοτιμουμένοις οὕτως ἐπῇδον. σχεδόν τι λέγεις τοιαῦτα χρῆναι ἑκάστῳ ἐπᾴδειν, οἷα μὴ νομιεῖ ἀκούων τὸν ἐπαινοῦντα καταγελῶντα λέγειν;1 οὕτω μὲν γὰρ ἐχθίων τʼ ἂν εἴη καὶ ἀπελαύνοι τοὺς ἀνθρώπους ἀφʼ ἑαυτοῦ, εἰ τὸν εἰδότα ὅτι μικρός τε καὶ αἰσχρὸς καὶ ἀσθενής ἐστιν ἐπαινοίη λέγων ὅτι καλός τε καὶ μέγας καὶ ἰσχυρός ἐστιν. ἄλλας δέ τινας οἶσθα ἐπῳδάς;
“并非如此,她们是对那些以美德为荣的人这样歌唱的。”“你的意思大致是说,应当对每个人唱诵这样的话:听者听了之后,不至于认为赞美者是在嘲弄他?因为倘若对一个明知自己身材矮小、相貌丑陋、身体孱弱的人赞美说他英俊、魁梧、健壮,那样只会更招人憎恨,并把人们从自己身边赶走。你还知道别的什么咒语吗?”
οὐκ ἀλλʼ ἤκουσα μὲν ὅτι Περικλῆς πολλὰς ἐπίσταιτο, ἃς ἐπᾴδων τῇ πόλει ἐποίει αὐτὴν φιλεῖν αὑτόν. Θεμιστοκλῆς δὲ πῶς ἐποίησε τὴν πόλιν φιλεῖν αὑτόν; μὰ Δίʼ οὐκ ἐπᾴδων, ἀλλὰ περιάψας τι ἀγαθὸν αὐτῇ.2
“不知道了,不过我听说伯里克利通晓许多咒语,他把这些咒语唱给城邦听,从而使城邦爱戴他。”“那么地米斯托克利又是如何使城邦爱戴他的呢?”“凭宙斯起誓,不是靠唱诵咒语,而是靠给城邦带来实实在在的利益。”
δοκεῖς μοι λέγειν, ὦ Σώκρατες, ὡς, εἰ μέλλοιμεν ἀγαθόν τινα κτήσασθαι φίλον, αὐτοὺς ἡμᾶς ἀγαθοὺς δεῖ γενέσθαι λέγειν τε καὶ πράττειν. σὺ δʼ ᾤου, ἔφη ὁ Σωκράτης, οἷόν τʼ εἶναι καὶ πονηρὸν ὄντα χρηστοὺς φίλους κτήσασθαι;
“苏格拉底啊,在我看来你的意思是说,如果我们打算获得一个好朋友,我们自己就必须在言论和行动上都成为好人。”苏格拉底说:“难道你以为,一个卑鄙的人也有可能获得正直的朋友吗?”
ἑώρων γάρ, ἔφη ὁ Κριτόβουλος, ῥήτοράς τε φαύλους ἀγαθοῖς δημηγόροις φίλους ὄντας, καὶ στρατηγεῖν οὐχ ἱκανοὺς πάνυ στρατηγικοῖς ἀνδράσιν ἑταίρους.
克利托布洛斯说:“正是,因为我以前曾见过拙劣的演说家成为优秀的群众演说家的朋友,不称职的将领成为极富将才之人的同伴。”
ἆρʼ οὖν, ἔφη, καί, περὶ οὗ διαλεγόμεθα, οἶσθά τινας οἳ ἀνωφελεῖς ὄντες ὠφελίμους δύνανται φίλους ποιεῖσθαι; μὰ Δίʼ οὐ δῆτʼ, ἔφη· ἀλλʼ εἰ ἀδύνατόν ἐστι πονηρὸν ὄντα καλοὺς κἀγαθοὺς φίλους κτήσασθαι, ἐκεῖνο ἤδη μέλει μοι, εἰ ἔστιν αὐτὸν καλὸν κἀγαθὸν γενόμενον ἐξ ἑτοίμου3 τοῖς καλοῖς κἀγαθοῖς φίλον εἶναι.
〔苏格拉底〕说:“那么,就我们正在讨论的事情而言,你也知道有谁虽然自身毫无用处,却能把有用的人结交为朋友吗?”他说:“凭宙斯起誓,确实不知道。但是,如果一个卑鄙的人不可能获得高尚优秀的朋友,那么我现在关心的是:一个人如果自身变得高尚优秀,是否理所当然就能成为高尚优秀之人的朋友。”
ὃ ταράττει σε, ὦ Κριτόβουλε, ὅτι πολλάκις ἄνδρας καὶ τὰ καλὰ πράττοντας καὶ τῶν αἰσχρῶν ἀπεχομένους ὁρᾷς ἀντὶ τοῦ φίλους εἶναι στασιάζοντας ἀλλήλοις καὶ χαλεπώτερον χρωμένους τῶν μηδενὸς ἀξίων ἀνθρώπων.
“克利托布洛斯,让你困扰的是,你常常看到那些既行高尚之事又避开可耻之事的人,不仅没有成为朋友,反而彼此纷争,相互对待甚至比对待一文不值的人还要苛酷。”
καὶ οὐ μόνον γʼ, ἔφη ὁ Κριτόβουλος, οἱ ἰδιῶται τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ πόλεις αἱ τῶν τε καλῶν μάλιστα ἐπιμελόμεναι καὶ τὰ αἰσχρὰ ἥκιστα προσιέμεναι πολλάκις πολεμικῶς ἔχουσι πρὸς ἀλλήλας.
克利托布洛斯说:“不仅私人之间是这样,甚至那些最讲究崇高事物、最不容纳可耻事物的城邦,也常常处于彼此敌对的状态。
ἃ λογιζόμενος πάνυ ἀθύμως ἔχω πρὸς τὴν τῶν φίλων κτῆσιν· οὔτε γὰρ τοὺς πονηροὺς ὁρῶ φίλους ἀλλήλοις δυναμένους εἶναι· πῶς γὰρ ἂν ἢ ἀχάριστοι ἢ ἀμελεῖς ἢ πλεονέκται ἢ ἄπιστοι ἢ ἀκρατεῖς ἄνθρωποι δύναιντο φίλοι γενέσθαι; οἱ μὲν οὖν πονηροὶ πάντως ἔμοιγε δοκοῦσιν ἀλλήλοις ἐχθροὶ μᾶλλον ἢ φίλοι πεφυκέναι.
思虑及此,我对结交朋友感到十分灰心。因为我看到卑鄙的人无法彼此成为朋友;恩义不报、疏忽怠慢、贪得无厌、毫无信义或不能自制的人,究竟怎么可能成为朋友呢?在我看来,卑鄙的人天生就注定彼此为敌而非为友。
ἀλλὰ μήν, ὥσπερ σὺ λέγεις, οὐδʼ ἂν τοῖς χρηστοῖς οἱ πονηροί ποτε συναρμόσειαν εἰς φιλίαν· πῶς γὰρ οἱ τὰ πονηρὰ ποιοῦντες τοῖς τὰ τοιαῦτα μισοῦσι φίλοι γένοιντʼ ἄν; εἰ δὲ δὴ καὶ οἱ ἀρετὴν ἀσκοῦντες στασιάζουσί τε περὶ τοῦ πρωτεύειν ἐν ταῖς πόλεσι καὶ φθονοῦντες ἑαυτοῖς μισοῦσιν ἀλλήλους, τίνες ἔτι φίλοι ἔσονται καὶ ἐν τίσιν ἀνθρώποις εὔνοια καὶ πίστις ἔσται;
况且,正如你所说,卑鄙者也绝不可能与正直者在友谊中相融相谐;因为行卑鄙之事的人,又怎能与憎恶此类事情的人成为朋友呢?如果连砥砺德行的人也会为了城邦中的首要地位而发生内讧,并因彼此嫉妒而互相憎恨,那么世上还会有谁成为朋友,在何种人当中才会存在善意与信任呢?”
ἀλλʼ ἔχει μέν, ἔφη ὁ Σωκράτης, ποικίλως πως ταῦτα, ὦ Κριτόβουλε. φύσει γὰρ ἔχουσιν οἱ ἄνθρωποι τὰ μὲν φιλικά· δέονταί τε γὰρ ἀλλήλων καὶ ἐλεοῦσι καὶ συνεργοῦντες ὠφελοῦσι καὶ τοῦτο συνιέντες χάριν ἔχουσιν ἀλλήλοις· τὰ δὲ πολεμικά· τά τε γὰρ αὐτὰ καλὰ καὶ ἡδέα νομίζοντες ὑπὲρ τούτων μάχονται καὶ διχογνωμονοῦντες ἐναντιοῦνται· πολεμικὸν δὲ καὶ ἔρις καὶ ὀργή· καὶ δυσμενὲς μὲν ὁ τοῦ πλεονεκτεῖν ἔρως, μισητὸν δὲ ὁ φθόνος.
苏格拉底说:“克利托布洛斯啊,这些事情确实有些错综复杂。因为人在天性中,一方面具有友善的特质:他们彼此需要、相互怜悯,通过协作互相造福,并且明白这一点而心怀感激;但另一方面也具有敌对的特质:他们认为同样的事物是美好而令人愉悦的,便为此争斗,见解不合便互相对立;纷争与愤怒也是敌对的,贪图非分利益的欲望招致怨恨,而嫉妒更是令人憎恶。
ἀλλʼ ὅμως διὰ τούτων πάντων ἡ φιλία διαδυομένη συνάπτει τοὺς καλούς τε κἀγαθούς.4 διὰ γὰρ τὴν ἀρετὴν αἱροῦνται μὲν ἄνευ πόνου τὰ μέτρια κεκτῆσθαι μᾶλλον ἢ διὰ πολέμου πάντων κυριεύειν, καὶ δύνανται πεινῶντες καὶ διψῶντες ἀλύπως σίτου καὶ ποτοῦ κοινωνεῖν καὶ τοῖς τῶν ὡραίων ἀφροδισίοις ἡδόμενοι καρτερεῖν, ὥστε μὴ λυπεῖν οὓς μὴ προσήκει· δύνανται δὲ καὶ χρημάτων οὐ μόνον τοῦ πλεονεκτεῖν ἀπεχόμενοι νομίμως κοινωνεῖν, ἀλλὰ καὶ ἐπαρκεῖν ἀλλήλοις· δύνανται δὲ καὶ τὴν ἔριν οὐ μόνον ἀλύπως, ἀλλὰ καὶ συμφερόντως ἀλλήλοις διατίθεσθαι καὶ τὴν ὀργὴν κωλύειν εἰς τὸ μεταμελησόμενον προϊέναι·5 τὸν δὲ φθόνον παντάπασιν ἀφαιροῦσι, τὰ μὲν ἑαυτῶν ἀγαθὰ τοῖς φίλοις οἰκεῖα παρέχοντες, τὰ δὲ τῶν φίλων ἑαυτῶν νομίζοντες.
然而尽管如此,友谊穿越这一切阻碍,将那些高尚优秀的人联结在一起。因为凭借美德,他们宁愿不费劳苦地享有适度的财物,也不愿通过战争去统治一切;他们在饥渴之时能够毫无怨尤地分享饮食,在享受青春情爱之乐的同时能够克制自己,以免伤害不该伤害的人;他们不仅能够摈除贪欲、合乎法度地共享财产,而且还能彼此周济;他们不仅能够毫无痛苦地、甚至还能以彼此互利的方式解决争端,并阻止愤怒发展到令人悔恨的地步;至于嫉妒,他们则彻底加以根除:他们把自己的财富提供给朋友当作自家之物享用,同时把朋友的财富视为自己的财富。”
- 2.6.12οἷα μὴ νομιεῖ ἀκούων τὸν ἐπαινοῦντα καταγελῶντα λέγειν
在由关系代词 οἷα 引导的关系从句中,主动词 νομιεῖ(νομίζω 的将来时)支配宾格加不定式结构 τὸν ἐπαινοῦντα καταγελῶντα λέγειν(“赞美者在以嘲讽的口吻说话”)。分词 ἀκούων 为附带状况分词,与从句主语一致。否定词采用 μή,表明该关系从句具有泛指或假设性质(“凡是……的这类事物”)。
- 2.6.13περιάψας τι ἀγαθὸν αὐτῇ
动词 περιάπτω 本义为“系上、附上”(常用于佩戴护身符等),在此处转义为给城邦“带来利益”或“施予恩惠”。这与前文的 ἐπᾴδων(唱诵咒语)形成鲜明对照,以实质性的功绩与口头上的赞词相对立。
- 2.6.16ἐξ ἑτοίμου
由介词 ἐκ 与形容词 ἕτοιμος(现成的、准备好的)的中性属格构成的成语性介词短语,作副词用,意为“容易地”、“现成地”或“自然而然地”。在此强调克利托布洛斯的疑问:一旦自己变得高尚优秀,是否便能理所当然、顺理成章地与良善之人结友。
- 2.6.22διὰ τούτων πάντων ἡ φιλία διαδυομένη συνάπτει τοὺς καλούς τε κἀγαθούς
分词 διαδυομένη 是动词 διαδύομαι(潜行穿过、溜过)的现在中动分词;διὰ τούτων πάντων 指前文列举的诸多人性敌对要素(争斗、愤怒、贪欲、嫉妒等)。该句生动地描绘了友谊如何穿透并化解人性的各种对立阻碍,将高尚优秀之士联结在一起。
- 2.6.23εἰς τὸ μεταμελησόμενον προϊέναι
τὸ μεταμελησόμενον 是非人称动词 μεταμέλει(后悔)的将来时分词中性单数加上定冠词构成的名词化表达,意为“将引起悔恨之事”。由 κωλύειν 支配的不定词短语 εἰς τὸ μεταμελησόμενον προϊέναι 字面意为“向前发展至招致后悔的地步”,整句表示遏止愤怒演变成日后追悔莫及的后果。
