← 色诺芬

回忆苏格拉底

§2.6.1-2.6.11

择友的标准与通过赞美赢得朋友之道

苏格拉底与克利托布洛斯探讨了结交真正朋友的标准(如克制欲望、交往公平与知恩图报)及事前考察的方法,并指出获取朋友须凭赞美与真诚而非强力或欺诈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.1

ἐδόκει δέ μοι καὶ εἰς τὸ δοκιμάζειν φίλους ὁποίους ἄξιον κτᾶσθαι1 φρενοῦν τοιάδε λέγων· εἰπέ μοι, ἔφη, ὦ Κριτόβουλε, εἰ δεοίμεθα φίλου ἀγαθοῦ, πῶς ἂν ἐπιχειροίημεν σκοπεῖν; ἆρα πρῶτον μὲν ζητητέον, ὅστις ἄρχει γαστρός τε καὶ φιλοποσίας καὶ λαγνείας καὶ ὕπνου καὶ ἀργίας; ὁ γὰρ ὑπὸ τούτων κρατούμενος οὔτʼ αὐτὸς ἑαυτῷ δύναιτʼ ἂν οὔτε φίλῳ τὰ δέοντα πράττειν. μὰ Δίʼ οὐ δῆτα, ἔφη. οὐκοῦν τοῦ μὲν ὑπὸ τούτων ἀρχομένου ἀφεκτέον δοκεῖ σοι εἶναι;

依我之见,在审察何种朋友值得结交这一问题上,他也借由如下言辞施以教导。他说:“克利托布洛斯,请告诉我,如果我们需要一个好朋友,我们应当如何着手审察呢?难道不首先应当寻找一个能够克制食欲、嗜酒、纵欲、睡眠和怠惰的人吗?因为受这些欲望支配的人,既不能为自己尽到本分,也不能为朋友尽到本分。”〔克利托布洛斯〕说:“凭宙斯起誓,确实不能。”“那么,受这些支配的人,在你看来是否应当避开呢?”

§2.6.2

πάνυ μὲν οὖν, ἔφη. τί γάρ; ἔφη, ὅστις δαπανηρὸς ὢν μὴ αὐτάρκης ἐστίν, ἀλλʼ ἀεὶ τῶν πλησίον δεῖται, καὶ λαμβάνων μὲν μὴ δύναται ἀποδιδόναι, μὴ λαμβάνων δὲ τὸν μὴ διδόντα μισεῖ, οὐ δοκεῖ σοι καὶ οὗτος χαλεπὸς φίλος εἶναι; πάνυ γʼ, ἔφη. οὐκοῦν ἀφεκτέον καὶ τούτου; ἀφεκτέον μέντοι, ἔφη.

他说:“当然应当。”〔苏格拉底〕说:“那么,一个人如果挥霍无度以致不能自足,总是求助于邻人,接受了却无力偿还,得不到就怨恨那不给予的人,这样的人在你看来不也是一个难相处的朋友吗?”他说:“确实如此。”“那么,对此人是否也应当避开呢?”他说:“确实应当避开。”

§2.6.3

τί γάρ; ὅστις χρηματίζεσθαι μὲν δύναται, πολλῶν δὲ χρημάτων ἐπιθυμεῖ, καὶ διὰ τοῦτο δυσσύμβολός ἐστι, καὶ λαμβάνων μὲν ἥδεται, ἀποδιδόναι δὲ μὴ βούλεται; ἐμοὶ μὲν δοκεῖ, ἔφη, οὗτος ἔτι πονηρότερος ἐκείνου εἶναι.

“那么,一个虽然善于谋利,却贪求巨资,并因此在交往结算中锱铢必较,乐于索取却不愿回报的人又如何呢?”他说:“在我看来,这个人比前一个还要恶劣。”

§2.6.4

τί δʼ; ὅστις διὰ τὸν ἔρωτα τοῦ χρηματίζεσθαι μηδὲ πρὸς ἓν ἄλλο σχολὴν ποιεῖται ἢ ὁπόθεν αὐτός τι κερδανεῖ; ἀφεκτέον καὶ τούτου, ὡς ἐμοὶ δοκεῖ· ἀνωφελὴς γὰρ ἂν εἴη τῷ χρωμένῳ. τί δέ; ὅστις στασιώδης τέ ἐστι καὶ θέλων πολλοὺς τοῖς φίλοις ἐχθροὺς παρέχειν; φευκτέον νὴ Δία καὶ τοῦτον. εἰ δέ τις τούτων μὲν τῶν κακῶν μηδὲν ἔχοι, εὖ δὲ πάσχων ἀνέχεται, μηδὲν φροντίζων τοῦ ἀντευεργετεῖν; ἀνωφελὴς ἂν εἴη καὶ οὗτος. ἀλλὰ ποῖον, ὦ Σώκρατες, ἐπιχειρήσομεν φίλον ποιεῖσθαι;

“那么,因热衷牟利而除了如何让自己赚取收益之外,对任何其他事情都不肯抽出一丝闲暇的人又如何呢?”“依我看,对此人也应当避开;因为对与他交往的人来说,他是毫无用处的。”“那么,既喜好争斗又总想给朋友树立许多仇敌的人又如何呢?”“凭宙斯起誓,这样的人也必须避开。”“如果一个人完全没有上述这些恶习,却只管安心领受别人的恩惠,丝毫不想予以回报,那又如何呢?”“这个人同样是无益的。但是,苏格拉底啊,我们究竟该尝试把怎样的人作为朋友呢?”

§2.6.5

οἶμαι μέν, ὅστις τἀναντία τούτων ἐγκρατὴς μέν ἐστι τῶν διὰ τοῦ σώματος ἡδονῶν, εὔοικος δὲ καὶ εὐσύμβολος ὢν τυγχάνει καὶ φιλόνικος πρὸς τὸ μὴ ἐλλείπεσθαι εὖ ποιῶν τοὺς εὐεργετοῦντας αὐτόν, ὥστε λυσιτελεῖν τοῖς χρωμένοις.

“我认为,应当是与上述情况恰恰相反的人:他克制肉体的各种快乐,持家有方,交易交往公平随和,并且好胜于在施惠上决不落后于向他施惠的人,从而使与他交往的人获益。”

§2.6.6

πῶς οὖν ἂν ταῦτα δοκιμάσαιμεν, ὦ Σώκρατες, πρὸ τοῦ χρῆσθαι; τοὺς μὲν ἀνδριαντοποιούς, ἔφη, δοκιμάζομεν οὐ τοῖς λόγοις αὐτῶν τεκμαιρόμενοι, ἀλλʼ ὃν ἂν ὁρῶμεν τοὺς πρόσθεν ἀνδριάντας καλῶς εἰργασμένον, τούτῳ πιστεύομεν καὶ τοὺς λοιποὺς εὖ ποιήσειν.

“那么苏格拉底啊,在与他交往之前,我们怎样才能审察这些品格呢?”他说:“我们审察雕刻家,并非依据他们自己的言辞来判断,而是见到谁把以前的雕像制作得很精美,便相信他也同样会把其余的作品做好。”

§2.6.7

καὶ ἄνδρα δὴ λέγεις, ἔφη, ὃς ἂν τοὺς φίλους τοὺς πρόσθεν εὖ ποιῶν φαίνηται, δῆλον εἶναι καὶ τοὺς ὕστερον εὐεργετήσοντα;2 καὶ γὰρ ἵπποις, ἔφη, ὃν ἂν ὁρῶ τοῖς πρόσθεν καλῶς χρώμενον, τοῦτον κἂν ἄλλοις οἶμαι καλῶς χρῆσθαι.

〔克利托布洛斯〕说:“你的意思难道是说,一个人如果显露出善待以往的朋友,就很显然也会造福后来的朋友吗?”他说:“正是如此;因为对于马匹也是这样,无论我见到谁善待先前的马匹,我都认为他对待其他的马匹也会同样善待。”

§2.6.8

εἶεν, ἔφη· ὃς δʼ ἂν ἡμῖν ἄξιος φιλίας δοκῇ εἶναι, πῶς χρὴ φίλον τοῦτον ποιεῖσθαι; πρῶτον μέν, ἔφη, τὰ παρὰ τῶν θεῶν ἐπισκεπτέον, εἰ συμβουλεύουσιν αὐτὸν φίλον ποιεῖσθαι. τί οὖν; ἔφη, ὃν ἂν ἡμῖν τε δοκῇ καὶ οἱ θεοὶ μὴ ἐναντιῶνται, ἔχεις εἰπεῖν ὅπως οὗτος θηρατέος;

他说:“好吧;但是对于在我们看来值得结交的人,我们应当如何使他成为朋友呢?”〔苏格拉底〕说:“首先,应当查明神明的旨意,看神明是否建议将他纳为朋友。”他说:“那么,对于我们中意而神明也不反对的人,你能说出应当怎样去猎取他吗?”

§2.6.9

μὰ Δίʼ, ἔφη, οὐ κατὰ πόδας, ὥσπερ ὁ λαγῶς, οὐδʼ ἀπάτῃ, ὥσπερ αἱ ὄρνιθες, οὐδὲ βίᾳ, ὥσπερ οἱ ἐχθροί· ἄκοντα γὰρ φίλον ἑλεῖν ἐργῶδες· χαλεπὸν δὲ καὶ δήσαντα κατέχειν, ὥσπερ δοῦλον· ἐχθροὶ γὰρ μᾶλλον ἢ φίλοι γίγνονται οἱ ταῦτα πάσχοντες. φίλοι δὲ πῶς; ἔφη.

〔苏格拉底〕说:“凭宙斯起誓,绝不是像追野兔那样用脚力去追,也不是像捕飞鸟那样用欺诈,更不是像对待仇敌那样凭暴力;因为违背一个人的意愿去捕获朋友是费力不讨好的,而像奴隶那样把他捆绑拘禁起来也是困难的;因为遭受这种对待的人只会变成仇敌而不是朋友。”他说:“那么怎样才能成为朋友呢?”

§2.6.10

εἶναι μέν τινάς φασιν ἐπῳδάς, ἃς οἱ ἐπιστάμενοι ἐπᾴδοντες οἷς ἂν βούλωνται φίλους αὐτοὺς ποιοῦνται· εἶναι δὲ καὶ φίλτρα, οἷς οἱ ἐπιστάμενοι πρὸς οὓς ἂν βούλωνται χρώμενοι φιλοῦνται ὑπʼ αὐτῶν.

“据说有一些咒语,通晓这些咒语的人只要对着他们所希求的对象念诵,就能使他们成为朋友;据说还有一些春药,通晓的人只要对他们所希求的对象施用,就能受到他们的爱慕。”

§2.6.11

πόθεν οὖν, ἔφη, ταῦτα μάθοιμεν ἄν; ἃ μὲν αἱ Σειρῆνες ἐπῇδον τῷ Ὀδυσσεῖ ἤκουσας Ὁμήρου,3 ὧν ἐστιν ἀρχὴ τοιάδε τις· "δεῦρʼ ἄγε δή, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν." ταύτην οὖν, ἔφη, τὴν ἐπῳδήν, ὦ Σώκρατες, καὶ τοῖς ἄλλοις ἀνθρώποις αἱ Σειρῆνες ἐπᾴδουσαι κατεῖχον, ὥστε μὴ ἀπιέναι ἀπʼ αὐτῶν τοὺς ἐπᾳσθέντας;

他说:“那么我们从哪里能学到这些呢?”“塞壬对奥德修斯唱的歌,你已经从荷马那里听过了,其开头大概是这样的: ‘快到这里来吧,赫赫有名的奥德修斯,阿开奥斯人的伟大荣耀。’” 〔克利托布洛斯〕说:“那么苏格拉底啊,塞壬难道也是对其他人念诵这首咒语来留住他们,以致那些被念了咒语的人都不离开她们吗?”

语法注3 条
  1. 2.6.1εἰς τὸ δοκιμάζειν φίλους ὁποίους ἄξιον κτᾶσθαι

    介词 εἰς 接带冠词不定式 τὸ δοκιμάζειν 表示目的或方面。在此结构中,名词 φίλους 在逻辑上是间接疑问从句 ὁποίους ἄξιον κτᾶσθαι 的对象,但在句法上被提到了前面,作为不定式 δοκιμάζειν 的直接宾语,属于先行前置结构(prolepsis)。

  2. 2.6.7καὶ ἄνδρα δὴ λέγεις, ἔφη, ὃς ἂν τοὺς φίλους τοὺς πρόσθεν εὖ ποιῶν φαίνηται, δῆλον εἶναι καὶ τοὺς ὕστερον εὐεργετήσοντα;

    该句是以 λέγεις 为支配动词的“宾格加不定式”结构(ἄνδρα ... δῆλον εἶναι),谓语形容词 δῆλον 进一步接将来分词 εὐεργετήσοντα 作为补足语(由个人结构 δῆλός ἐστι + 分词转化而来)。关系从句 ὃς ἂν ... φαίνηται 是带有 ἄν 和虚拟语气的泛指条件关系从句,用以修饰主语 ἄνδρα。

  3. 2.6.11ἤκουσας Ὁμήρου

    动词 ἀκούω 支配表示消息来源或作者的属格 Ὁμήρου。所听到的内容由宾格先行词体现(即关系从句 ἃ μὲν αἱ Σειρῆνες ἐπῇδον 所指代的内容),而传授/创作该诗歌的荷马则作属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.6.1-2.6.11