← 色诺芬

回忆苏格拉底

§2.5.1-2.5.5

朋友的身价衡量与提升自我价值

苏格拉底向安提斯泰尼询问朋友是否如家奴般具有高低不同的身价,并由此论证人们当提升自身价值以防被朋友抛弃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1

ἤκουσα δέ ποτε καὶ ἄλλον αὐτοῦ λόγον, ὃς ἐδόκει μοι προτρέπειν τὸν ἀκούοντα ἐξετάζειν ἑαυτὸν ὁπόσου τοῖς φίλοις ἄξιος εἴη.1 ἰδὼν γάρ τινα τῶν συνόντων ἀμελοῦντα φίλου πενίᾳ πιεζομένου, ἤρετο Ἀντισθένη ἐναντίον τοῦ ἀμελοῦντος αὐτοῦ καὶ ἄλλων πολλῶν·

有一次我还听到他的另一番谈话,依我之见,那番话能促使听者反省自己对于朋友而言究竟价值几何。因为他看到同伴中有一人疏忽了一个受贫困逼迫的朋友,便当着那个疏忽者本人的面和许多其他人的面,询问安提斯泰尼: “安提斯泰尼啊,”

§2.5.2

ἆρʼ, ἔφη, ὦ Ἀντίσθενες, εἰσί τινες ἀξίαι φίλων, ὥσπερ οἰκετῶν; τῶν γὰρ οἰκετῶν ὁ μέν που δυοῖν μναῖν ἄξιός ἐστιν, ὁ δὲ οὐδʼ ἡμιμναίου, ὁ δὲ πέντε μνῶν, ὁ δὲ καὶ δέκα· Νικίας δὲ ὁ Νικηράτου λέγεται ἐπιστάτην εἰς τἀργύρεια πρίασθαι ταλάντου· σκοποῦμαι δὴ τοῦτο, ἔφη, εἰ ἄρα, ὥσπερ τῶν οἰκετῶν, οὕτω καὶ τῶν φίλων εἰσὶν ἀξίαι.

他说,“朋友是否像家奴一样,也有各自的一定身价呢?因为在家奴当中,有的想必值两弥那,有的连半弥那也不值,有的值五弥那,有的甚至值十弥那;据说尼客拉托斯之子尼喀阿斯曾花一塔兰特买了一名银矿监工。因此我正思考这件事,”他说,“是否正如家奴一样,朋友也有其各自的身价。”

§2.5.3

ναὶ μὰ Δίʼ, ἔφη ὁ Ἀντισθένης· ἐγὼ γοῦν βουλοίμην ἂν τὸν μέν τινα φίλον μοι εἶναι μᾶλλον ἢ δύο μνᾶς, τὸν δʼ οὐδʼ ἂν ἡμιμναίου προτιμησαίμην, τὸν δὲ καὶ πρὸ δέκα μνῶν ἑλοίμην ἄν, τὸν δὲ πρὸ πάντων χρημάτων, καὶ πόνων πριαίμην ἂν φίλον μοι εἶναι.

安提斯泰尼说:“凭宙斯起誓,确实如此!至少就我而言,我宁愿让某人做我的朋友,也不要两弥那;而对另一个人,我连半弥那也不屑评价;对又一个人,我甚至宁愿挑选他而不要十弥那;而对某一个人,我宁愿倾尽所有资财和辛劳,也要换得他做我的朋友。”

§2.5.4

οὐκοῦν, ἔφη ὁ Σωκράτης, εἴ γε ταῦτα τοιαῦτά ἐστι, καλῶς ἂν ἔχοι ἐξετάζειν τινὰ ἑαυτόν, πόσου ἄρα τυγχάνει τοῖς φίλοις ἄξιος ὤν, καὶ πειρᾶσθαι ὡς πλείστου ἄξιος εἶναι, ἵνα ἧττον αὐτὸν οἱ φίλοι προδιδῶσιν. ἐγὼ γάρ τοι, ἔφη, πολλάκις ἀκούων τοῦ μὲν ὅτι προύδωκεν αὐτὸν φίλος ἀνήρ, τοῦ δʼ ὅτι μνᾶν ἀνθʼ ἑαυτοῦ μᾶλλον εἵλετο ἀνήρ, ὃν ᾤετο φίλον εἶναι, τὰ τοιαῦτα πάντα σκοπῶ, μή, ὥσπερ ὅταν τις οἰκέτην πονηρὸν πωλῇ καὶ ἀποδίδοται τοῦ εὑρόντος,2 οὕτω καὶ τὸν πονηρὸν φίλον, ὅταν ἐξῇ τὸ πλέον τῆς ἀξίας λαβεῖν, ἐπαγωγὸν ᾖ ἀποδίδοσθαι·3 τοὺς δὲ χρηστοὺς οὔτε οἰκέτας πάνυ τι πωλουμένους ὁρῶ οὔτε φίλους προδιδομένους.

苏格拉底说:“那么,如果这确实是事实,一个人好好反省自己,看自己究竟对朋友价值几何,并努力使自己具有尽可能高的价值,以免朋友背弃自己,这该是多么合宜啊!因为就我而言,”他说,“每逢听到有人说一个朋友背叛了他,又听另一个人说一个他自以为是朋友的人宁要一弥那而不要他,我便思量这一切事情,是否就像当有人出卖一个劣质的家奴,无论买主出什么价就随意变卖一样,对一个卑劣的朋友,一旦能够获得超过其价值的利益,也会引诱人将他抛弃呢?至于优秀的家奴,我几乎从未见过有人出卖,优秀的友人也未曾见过有人背叛。”

语法注3 条
  1. 2.5.1ὁπόσου τοῖς φίλοις ἄξιος εἴη

    ὁπόσου 是形容词 ἄξιος 所要求的表示价格/价值的属格(genitive of value)。从句由于依附于过去时主动词(ἐδόκει)而在间接疑问中采用了希求法(optative)。

  2. 2.5.5τοῦ εὑρόντος

    该分词中性单数属格作价格属格(genitive of price),字面为“以其所能得到的(价格)”,是商业上的固定俗语,指“不论买主出什么价”、“低价抛售”。

  3. 2.5.5σκοπῶ, μή... ἐπαγωγὸν ᾖ ἀποδίδοσθαι

    由 σκοπῶ 引出的 μή 引导的虚拟语气(ᾖ)从句,意为“考虑/忧虑是否……”。句中插入了 ὥσπερ ὅταν... οὕτω καί... 的对比结构,主干结构为 σκοπῶ μή... ἐπαγωγὸν ᾖ(“我思忖……是否会成为引诱抛弃之因”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.5.1-2.5.5