← 色诺芬

回忆苏格拉底

§2.4.1-2.4.7

朋友作为最宝贵财富的价值与世人的忽视

苏格拉底指出世人热衷于购置和照管财物及家奴,却极度轻视本应是最宝贵财富的朋友这一矛盾,并阐述了良友在各方面所具有的无可比拟的效用与益处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.1

ἤκουσα δέ ποτε αὐτοῦ καὶ περὶ φίλων διαλεγομένου ἐξ ὧν ἔμοιγε ἐδόκει μάλιστʼ ἄν τις ὠφελεῖσθαι1 πρὸς φίλων κτῆσίν τε καὶ χρείαν. τοῦτο μὲν γὰρ δὴ πολλῶν ἔφη ἀκούειν, ὡς πάντων κτημάτων κράτιστον ἂν εἴη φίλος σαφὴς καὶ ἀγαθός· ἐπιμελομένους δὲ παντὸς μᾶλλον ὁρᾶν ἔφη τοὺς πολλοὺς ἢ φίλων κτήσεως.

有一次我还听他谈论朋友,依我之见,任何人都能从这些谈话中对于结交与任用朋友获益匪浅。因为他说,他听到许多人说,一个真诚而良善的朋友该是所有财富中最好的;但他又说,他看到大多数人关照其他任何事物都甚于关照结交朋友。

§2.4.2

καὶ γὰρ οἰκίας καὶ ἀγροὺς καὶ ἀνδράποδα καὶ βοσκήματα καὶ σκεύη κτωμένους τε ἐπιμελῶς ὁρᾶν ἔφη καὶ τὰ ὄντα σῴζειν πειρωμένους, φίλον δέ, ὃ μέγιστον ἀγαθὸν εἶναί φασιν, ὁρᾶν ἔφη τοὺς πολλοὺς οὔτε ὅπως κτήσωνται φροντίζοντας οὔτε ὅπως οἱ ὄντες αὐτοῖς σῴζωνται.

因为他说,他看到人们悉心购置房屋、田地、奴隶、牲畜和器具,并极力保全已有之物;但是对于朋友——他们口中最大的善事——他说他看到大多数人既不考虑如何结交,也不考虑如何保全自己已有的朋友。

§2.4.3

ἀλλὰ καὶ καμνόντων φίλων τε καὶ οἰκετῶν ὁρᾶν τινας ἔφη τοῖς μὲν οἰκέταις καὶ ἰατροὺς εἰσάγοντας καὶ τἆλλα τὰ πρὸς ὑγίειαν ἐπιμελῶς παρασκευάζοντας, τῶν δὲ φίλων ὀλιγωροῦντας, ἀποθανόντων τε ἀμφοτέρων ἐπὶ μὲν τοῖς οἰκέταις ἀχθομένους τε καὶ ζημίαν ἡγουμένους, ἐπὶ δὲ τοῖς φίλοις οὐδὲν οἰομένους ἐλαττοῦσθαι, καὶ τῶν μὲν ἄλλων κτημάτων οὐδὲν ἐῶντας ἀθεράπευτον οὐδʼ ἀνεπίσκεπτον, τῶν δὲ φίλων ἐπιμελείας δεομένων ἀμελοῦντας.

不仅如此,在朋友和家奴都患病时,他说他看到有些人为家奴请来医生,并悉心备办其他利于康复之物,却冷落朋友;而当两者都死去时,他们为家奴悲痛并视为财产损失,对朋友的死却认为自己毫无折损;对于其他财产,他们不让任何一件得不到照看和察验,却疏忽了急需照应的朋友。

§2.4.4

ἔτι δὲ πρὸς τούτοις ὁρᾶν ἔφη τοὺς πολλοὺς τῶν μὲν ἄλλων κτημάτων, καὶ πάνυ πολλῶν αὐτοῖς ὄντων, τὸ πλῆθος εἰδότας, τῶν δὲ φίλων, ὀλίγων ὄντων, οὐ μόνον τὸ πλῆθος ἀγνοοῦντας, ἀλλὰ καὶ τοῖς πυνθανομένοις τοῦτο καταλέγειν ἐγχειρήσαντας, οὓς ἐν τοῖς φίλοις ἔθεσαν, πάλιν τούτους ἀνατίθεσθαι·2 τοσοῦτον αὐτοὺς τῶν φίλων φροντίζειν.

此外他还说,他看到大多数人对自己其他的财产哪怕数量极多也明其确数,然而对于为数不多的朋友,不仅不知其数,而且即使试图向探问的人逐一列举,也会把刚列为朋友的人又重新收回——他们对朋友的在意程度不过如此!

§2.4.5

καίτοι πρὸς ποῖον κτῆμα τῶν ἄλλων παραβαλλόμενος φίλος ἀγαθὸς οὐκ ἂν πολλῷ κρείττων φανείη; ποῖος γὰρ ἵππος ἢ ποῖον ζεῦγος οὕτω χρήσιμον ὥσπερ ὁ χρηστὸς φίλος; ποῖον δὲ ἀνδράποδον οὕτως εὔνουν καὶ παραμόνιμον; ἢ ποῖον ἄλλο κτῆμα οὕτω πάγχρηστον;

然而,与其余哪一种财产相比,良善的朋友不会显得优秀得多呢?什么样的骏马或哪一对轭畜能像良善的朋友那样有用?什么样的奴隶能如此忠诚且持久?又有什么别的财产能如此全能全用?

§2.4.6

ὁ γὰρ ἀγαθὸς φίλος ἑαυτὸν τάττει πρὸς πᾶν τὸ ἐλλεῖπον τῷ φίλῳ καὶ τῆς τῶν ἰδίων κατασκευῆς καὶ τῶν κοινῶν πράξεων, καί, ἄν τέ τινα εὖ ποιῆσαι δέῃ, συνεπισχύει, ἄν τέ τις φόβος ταράττῃ, συμβοηθεῖ, τὰ μὲν συναναλίσκων, τὰ δὲ συμπράττων, καὶ τὰ μὲν συμπείθων, τὰ δὲ βιαζόμενος,3 καὶ εὖ μὲν πράττοντας πλεῖστα εὐφραίνων, σφαλλομένους δὲ πλεῖστα ἐπανορθῶν.

因为良友会让自己随时补足朋友所欠缺的一切,无论是在私事的操办上还是在公事的行动中;若是需要善待某人,他便合力相助;若有恐惧扰乱心神,他便协同解救;有时共同耗费资财,有时共同付诸行动,有时协力说服,有时合力强逼;在朋友顺遂时给予最大的喜悦,在朋友受挫时予以最大的挽救。

§2.4.7

ἃ δὲ αἵ τε χεῖρες ἑκάστῳ ὑπηρετοῦσι καὶ οἱ ὀφθαλμοὶ προορῶσι καὶ τὰ ὦτα προακούουσι καὶ οἱ πόδες διανύτουσι, τούτων φίλος εὐεργετῶν οὐδενὸς λείπεται· πολλάκις ἃ πρὸ αὑτοῦ τις ἢ οὐκ ἐξειργάσατο ἢ οὐκ εἶδεν ἢ οὐκ ἤκουσεν ἢ οὐ διήνυσε, ταῦτα ὁ φίλος πρὸ τοῦ φίλου ἐξήρκεσεν.4 ἀλλʼ ὅμως ἔνιοι δένδρα μὲν πειρῶνται θεραπεύειν τοῦ καρποῦ ἕνεκεν, τοῦ δὲ παμφορωτάτου κτήματος, ὃ καλεῖται φίλος, ἀργῶς καὶ ἀνειμένως οἱ πλεῖστοι ἐπιμέλονται.

而且,双手为每个人所服的劳役,双眼所能预见的,双耳所能预听的,双脚所能踏成的,在行善方面,朋友没有一样落于其后;往往一个人为自己未能做成、未能看到、未能听到或未能走完的事,朋友都代朋友完满达成了。然而尽管如此,有些人为了果实而极力照料树木,但对于那个被称为朋友的最丰产的财富,大多数人却漫不经心且松懈懒散地对待。

语法注4 条
  1. 2.4.1ἐξ ὧν ἔμοιγε ἐδόκει μάλιστʼ ἄν τις ὠφελεῖσθαι

    关系代名词 ἐξ ὧν 的先行词是由上下文隐含的言论(λόγοι)。带有 ἄν 的不定式 ὠφελεῖσθαι 在间接引语中代表潜势希求法(即 ὠφελοῖτο ἄν,“任何人都能获益”)。

  2. 2.4.4οὓς ἐν τοῖς φίλοις ἔθεσαν, πάλιν τούτους ἀνατίθεσθαι

    动词 ἀνατίθεσθαι 原为棋类游戏(如 pessoi)中走棋后“悔棋、收回棋子”的借喻用法。此处指人们在向别人列举朋友时,将刚算作朋友的人又犹犹豫豫地“收回、撤销”。

  3. 2.4.6τὰ μὲν συναναλίσκων, τὰ δὲ συμπράττων, καὶ τὰ μὲν συμπείθων, τὰ δὲ βιαζόμενος

    τὰ μέν... τὰ δέ... 在此并非动词的直接宾语,而是用作副词性宾格,意为“有时……有时……”或“一方面……另一方面……”,修饰并列的分词短语。

  4. 2.4.7πολλάκις ἃ πρὸ αὑτοῦ τις ἢ οὐκ ἐξειργάσατο ... ταῦτα ὁ φίλος πρὸ τοῦ φίλου ἐξήρκεσεν

    介词短语 πρὸ αὑτοῦ 与 πρὸ τοῦ φίλου 中的 πρό 表示“代表”或“为了……的利益”(“为自己”与“为朋友”)。由 ἃ 引导的关系从句先于先行词 ταῦτα 出现,构成个体(τις)未能为自己办成之事与朋友(ὁ φίλος)代其圆满完成(ἐξήρκεσεν)之间的结构对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.4.1-2.4.7