- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.3.11-2.3.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底提醒凯勒克拉忒斯,人们在结交朋友时通常会主动示好,并劝导身为弟弟的他主动迈出和解的第一步。苏格拉底进一步指出,正如神明造就手足与双眼是为了让它们相互协作,兄弟之间也理应彼此扶助,而非互相阻碍。
οὐκ ἂν φθάνοις, ἔφη, λέγων,1 εἴ τι ᾔσθησαί με φίλτρον ἐπιστάμενον ὃ ἐγὼ εἰδὼς λέληθα ἐμαυτόν.2 λέγε δή μοι, ἔφη, εἴ τινα τῶν γνωρίμων βούλοιο κατεργάσασθαι, ὁπότε θύοι, καλεῖν σε ἐπὶ δεῖπνον, τί ἂν ποιοίης; δῆλον ὅτι κατάρχοιμʼ ἂν τοῦ αὐτός, ὅτε θύοιμι, καλεῖν ἐκεῖνον.
“如果您发觉我通晓某种我自己浑然不知的情蛊,”他说,“您不妨马上告诉我。”〔苏格拉底〕说:“那么告诉我,如果您想让某位熟人在祭祀时邀请您赴宴,您会怎么做?”“显然,我自己祭祀时,会带头邀请他。”
εἰ δὲ βούλοιο τῶν φίλων τινὰ προτρέψασθαι, ὁπότε ἀποδημοίης, ἐπιμελεῖσθαι τῶν σῶν, τί ἂν ποιοίης; δῆλον ὅτι πρότερος ἂν ἐγχειροίην ἐπιμελεῖσθαι τῶν ἐκείνου, ὁπότε ἀποδημοίη.
“如果您想促使某位朋友在您出外时照管您的财产,您会怎么做?”“显然,在他出外时,我会先尝试照管他的财产。”
εἰ δὲ βούλοιο ξένον ποιῆσαι ὑποδέχεσθαι σεαυτόν, ὁπότε ἔλθοις εἰς τὴν ἐκείνου, τί ἂν ποιοίης; δῆλον ὅτι καὶ τοῦτον πρότερος ὑποδεχοίμην ἄν, ὁπότε ἔλθοι Ἀθήναζε· καὶ εἴ γε βουλοίμην αὐτὸν προθυμεῖσθαι διαπράττειν μοι ἐφʼ ἃ ἥκοιμι, δῆλον ὅτι καὶ τοῦτο δέοι ἂν πρότερον αὐτὸν ἐκείνῳ ποιεῖν.
“如果您想让异邦宾客在您去往他的城邦时接待您,您会怎么做?”“显然,在他来到雅典时,我也会先接待他;而且如果我希望他热心为我办成我前来的事由,显然我也必须先为他办成这样的事。”
πάντʼ ἄρα σύγε τὰ ἐν ἀνθρώποις φίλτρα ἐπιστάμενος πάλαι ἀπεκρύπτου· ἢ ὀκνεῖς, ἔφη, ἄρξαι, μὴ αἰσχρὸς φανῇς, ἐὰν πρότερος τὸν ἀδελφὸν εὖ ποιῇς; καὶ μὴν πλείστου γε δοκεῖ ἀνὴρ ἐπαίνου ἄξιος εἶναι, ὃς ἂν φθάνῃ τοὺς μὲν πολεμίους κακῶς ποιῶν, τοὺς δὲ φίλους εὐεργετῶν. εἰ μὲν οὖν ἐδόκει μοι Χαιρεφῶν ἡγεμονικώτερος εἶναι σοῦ πρὸς τὴν φιλίαν ταύτην, ἐκεῖνον ἂν ἐπειρώμην πείθειν πρότερον ἐγχειρεῖν τῷ σὲ φίλον ποιεῖσθαι· νῦν δέ μοι σὺ δοκεῖς ἡγούμενος μᾶλλον ἂν ἐξεργάσασθαι τοῦτο.
“那么,您分明通晓世人之间所有这些结交的情蛊,却久久藏而不露!或者说,”他说,“您犹豫不决不敢带头,是害怕若自己先对兄弟行善,会显得有失体统吗?然而,凡是在加害仇敌和恩泽朋友上先发制人的人,都被认为最值得称赞。如果依我看,凯勒丰对于这份友谊比您更适宜充当主导,我本会尝试劝说他先动手与您结好;但现在依我看,由您来牵头,才更能办成这件事。”
καὶ ὁ Χαιρεκράτης εἶπεν· ἄτοπα λέγεις, ὦ Σώκρατες, καὶ οὐδαμῶς πρὸς σοῦ, ὅς γε κελεύεις ἐμὲ νεώτερον ὄντα καθηγεῖσθαι· καίτοι τούτου γε παρὰ πᾶσιν ἀνθρώποις τἀναντία νομίζεται, τὸν πρεσβύτερον ἡγεῖσθαι παντὸς καὶ λόγου καὶ ἔργου.
凯勒克拉忒斯说:“苏格拉底,您说的是怪话,绝不像是您的为人,竟然吩咐我这个年纪较轻的人来牵头;然而在世人中间,大家所公认的规矩恰恰相反,应该由年长者在一切言论和行动中居于主导。”
πῶς; ἔφη ὁ Σωκράτης· οὐ γὰρ καὶ ὁδοῦ παραχωρῆσαι τὸν νεώτερον πρεσβυτέρῳ συντυγχάνοντι πανταχοῦ νομίζεται καὶ καθήμενον ὑπαναστῆναι καὶ κοίτῃ μαλακῇ τιμῆσαι καὶ λόγῳ ὑπεῖξαι; ὠγαθέ, μὴ ὄκνει, ἔφη, ἀλλʼ ἐγχείρει τὸν ἄνδρα καταπραΰνειν, καὶ πάνυ ταχύ σοι ὑπακούσεται· οὐχ ὁρᾷς ὡς φιλότιμός ἐστι καὶ ἐλευθέριος; τὰ μὲν γὰρ πονηρὰ ἀνθρώπια οὐκ ἂν ἄλλως μᾶλλον ἕλοις ἢ εἰ δοίης τι, τοὺς δὲ καλοὺς κἀγαθοὺς ἀνθρώπους προσφιλῶς χρώμενος μάλιστʼ ἂν κατεργάσαιο.
“怎么会呢?”苏格拉底说,“难道各处公认的规矩不正是:年轻人遇见年长者应当让路、坐着时应当起立、以舒适的床位尊崇他、并在言谈中退让吗?好人啊,不要犹豫,”他说,“去尝试安抚那个人吧,他很快就会听从您的。难道您看不出他是多么看重名誉且心胸开阔吗?对于卑劣的小人,除了给他些好处之外,您无法以更好的方式收买他们;但对于高尚良善之人,通过亲善相待,您最能把他们争取过来。”
καὶ ὁ Χαιρεκράτης εἶπεν· ἐὰν οὖν ἐμοῦ ταῦτα ποιοῦντος ἐκεῖνος μηδὲν βελτίων γίγνηται; τί γὰρ ἄλλο, ἔφη ὁ Σωκράτης, ἢ κινδυνεύσεις3 ἐπιδεῖξαι σὺ μὲν χρηστός τε καὶ φιλάδελφος εἶναι, ἐκεῖνος δὲ φαῦλός τε καὶ οὐκ ἄξιος εὐεργεσίας; ἀλλʼ οὐδὲν οἶμαι τούτων ἔσεσθαι· νομίζω γὰρ αὐτόν, ἐπειδὰν αἴσθηταί σε προκαλούμενον ἑαυτὸν εἰς τὸν ἀγῶνα τοῦτον, πάνυ φιλονικήσειν ὅπως περιγένηταί σου καὶ λόγῳ καὶ ἔργῳ εὖ ποιῶν.
凯勒克拉忒斯说:“那么,如果我做了这些,而他却丝毫没有变好,又该如何?”苏格拉底说:“那又会有什么结果呢,无非是您显出了自己良善且爱兄弟,而他则显出了卑劣且不配领受恩惠?但我认为绝不会是这样。因为我相信,一旦他发觉您在邀请他加入这场竞赛,他定会极力争强好胜,以便在言行两方面行善胜过您。
νῦν μὲν γὰρ οὕτως, ἔφη, διάκεισθον, ὥσπερ εἰ τὼ χεῖρε, ἃς ὁ θεὸς ἐπὶ τῷ συλλαμβάνειν ἀλλήλοιν ἐποίησεν, ἀφεμένω τούτου τράποιντο πρὸς τὸ διακωλύειν ἀλλήλω, ἢ εἰ τὼ πόδε θείᾳ μοίρᾳ πεποιημένω πρὸς τὸ συνεργεῖν ἀλλήλοιν, ἀμελήσαντε τούτου ἐμποδίζοιεν ἀλλήλω.
“因为眼下,”他说,“你们两人的处境,正如神为互相扶助而造就的双手,若放弃这项功能而转去彼此阻碍;或者按神意造成以互相协力的双脚,若疏忽这项功能而彼此绊倒对方一样。
οὐκ ἂν πολλὴ ἀμαθία εἴη καὶ κακοδαιμονία τοῖς ἐπʼ ὠφελείᾳ πεποιημένοις ἐπὶ βλάβῃ χρῆσθαι; καὶ μὴν ἀδελφώ γε, ὡς ἐμοὶ δοκεῖ, ὁ θεὸς ἐποίησεν ἐπὶ μείζονι ὠφελείᾳ ἀλλήλοιν ἢ χεῖρέ τε καὶ πόδε καὶ ὀφθαλμὼ καὶ τἆλλα ὅσα ἀδελφὰ ἔφυσεν ἀνθρώποις. χεῖρες μὲν γάρ, εἰ δέοι αὐτὰς τὰ πλέον ὀργυιᾶς διέχοντα ἅμα ποιῆσαι, οὐκ ἂν δύναιντο, πόδες δὲ οὐδʼ ἂν ἐπὶ τὰ ὀργυιὰν διέχοντα ἔλθοιεν ἅμα, ὀφθαλμοὶ δὲ οἱ δοκοῦντες ἐπὶ πλεῖστον ἐξικνεῖσθαι οὐδʼ ἂν τῶν ἔτι ἐγγυτέρω ὄντων τὰ ἔμπροσθεν ἅμα καὶ τὰ ὄπισθεν ἰδεῖν δύναιντο· ἀδελφὼ δέ, φίλω ὄντε, καὶ πολὺ διεστῶτε πράττετον ἅμα καὶ ἐπʼ ὠφελείᾳ ἀλλήλοιν.
“将为了益处而造的东西用于害处,岂不是极大的无知与不幸吗?而且依我看,神造就兄弟使他们彼此带来的益处,甚至大过双手、双脚、双眼以及神为人所生就的其他一切成双的事物。因为双手如果要同时处理相隔一寻以上的事物,就无法做到;双脚甚至无法同时踏上相隔一寻的地方;即使是被认为能到达最远处的双眼,对于更近的事物也无法同时看到前面和后面;但兄弟若是朋友,哪怕彼此相隔甚远,也能同时行动并互惠互利。”
- 2.3.11οὐκ ἂν φθάνοις... λέγων
οὐκ ἂν φθάνοις 与补充分词 λέγων 连用的习惯句式,字面意为“你说得再快也不为过”,实际表示催促的客套请求:“请立刻说吧”或“不妨马上告诉我”。
- 2.3.11ὃ ἐγὼ εἰδὼς λέληθα ἐμαυτόν
动词 λανθάνω 搭配反身代词宾格(ἐμαυτόν)和分词(εἰδώς)的结构。字面意思是“我自己竟不知道自己知道”,即“通晓却连我自己也未曾察觉”。
- 2.3.17τί γὰρ ἄλλο... ἢ κινδυνεύσεις
省略成语 τί γὰρ ἄλλο... ἢ(“除了……之外还会有什么呢”),在 τί ἄλλο 之后承前省略了谓语动词(如 ἔσται 或 γενήσεται),意为“无非是您将冒着……的风险”。
