← 色诺芬

回忆苏格拉底

§2.3.1-2.3.10

兄弟之宝贵与劝导凯勒克拉忒斯和解

苏格拉底调解凯勒丰与凯勒克拉忒斯兄弟间的争执,论证兄弟远比财产或外人朋友更为宝贵,并敦促凯勒克拉忒斯主动运用已掌握的待人之道去感化兄弟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1

Χαιρεφῶντα δέ ποτε καὶ Χαιρεκράτην, ἀδελφὼ μὲν ὄντε ἀλλήλοιν, ἑαυτῷ δὲ γνωρίμω, αἰσθόμενος διαφερομένω, ἰδὼν τὸν Χαιρεκράτην, εἰπέ μοι, ἔφη, ὦ Χαιρέκρατες, οὐ δήπου καὶ σὺ εἶ τῶν τοιούτων ἀνθρώπων, οἳ χρησιμώτερον νομίζουσι χρήματα ἢ ἀδελφούς; καὶ ταῦτα τῶν μὲν ἀφρόνων ὄντων, τοῦ δὲ φρονίμου,1 καὶ τῶν μὲν βοηθείας δεομένων, τοῦ δὲ βοηθεῖν δυναμένου, καὶ πρὸς τούτοις τῶν μὲν πλειόνων ὑπαρχόντων, τοῦ δὲ ἑνός.

有一次,苏格拉底察觉到互相作为兄弟且都是他熟人的凯勒丰与凯勒克拉忒斯之间起了争执,他见到凯勒克拉忒斯便说:“告诉我,凯勒克拉忒斯,难道你也是那种认为金钱比兄弟更有用的人吗?而且,金钱是没有理智的,兄弟却有理智;金钱需要别人救护,兄弟却能提供救护;此外,金钱可以有很多,兄弟却只有一个。

§2.3.2

θαυμαστὸν δὲ καὶ τοῦτο, εἴ τις τοὺς μὲν ἀδελφοὺς ζημίαν ἡγεῖται, ὅτι οὐ καὶ τὰ τῶν ἀδελφῶν κέκτηται, τοὺς δὲ πολίτας οὐχ ἡγεῖται ζημίαν, ὅτι οὐ καὶ τὰ τῶν πολιτῶν ἔχει, ἀλλʼ ἐνταῦθα μὲν δύνανται λογίζεσθαι ὅτι κρεῖττον σὺν πολλοῖς οἰκοῦντα ἀσφαλῶς τἀρκοῦντα ἔχειν ἢ μόνον διαιτώμενον τὰ τῶν πολιτῶν ἐπικινδύνως πάντα κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἀδελφῶν τὸ αὐτὸ τοῦτο ἀγνοοῦσι·

“而且这也是咄咄怪事:若有人把兄弟视为损失,只因自己未能兼得兄弟的财产;却不把市民视为损失,尽管自己也没有市民的财产;在市民这方面,人们尚且能算出,与众人一同安居而拥有足够生活之物,胜过形单影只、冒着风险占有市民的一切财产;但在兄弟这方面,他们却对同一道理视而不见。

§2.3.3

καὶ οἰκέτας μὲν οἱ δυνάμενοι ὠνοῦνται, ἵνα συνεργοὺς ἔχωσι, καὶ φίλους κτῶνται, ὡς βοηθῶν δεόμενοι, τῶν δʼ ἀδελφῶν ἀμελοῦσιν, ὥσπερ ἐκ πολιτῶν μὲν γιγνομένους2 φίλους, ἐξ ἀδελφῶν δὲ οὐ γιγνομένους.

“那些有能力的人买进奴仆以便拥有协力之人,结交朋友以备需要帮手,却怠慢兄弟,仿佛朋友能从市民中产生,却不能从兄弟中产生似的。

§2.3.4

καὶ μὴν πρὸς φιλίαν μέγα μὲν ὑπάρχει τὸ ἐκ τῶν αὐτῶν φῦναι, μέγα δὲ τὸ ὁμοῦ τραφῆναι, ἐπεὶ καὶ τοῖς θηρίοις πόθος τις ἐγγίγνεται τῶν συντρόφων· πρὸς δὲ τούτοις καὶ οἱ ἄλλοι ἄνθρωποι τιμῶσί τε μᾶλλον τοὺς συναδέλφους ὄντας τῶν ἀναδέλφων καὶ ἧττον τούτοις ἐπιτίθενται.

“况且,出自同一父母对友谊大有裨益,一同抚育也大有裨益,因为即使是野兽,对于一同长大的同伴也会产生某种依恋;除此以外,其他人也会比敬重没有兄弟的人更敬重拥有兄弟的人,也更不敢侵犯他们。”

§2.3.5

καὶ ὁ Χαιρεκράτης εἶπεν· ἀλλʼ εἰ μέν, ὦ Σώκρατες, μὴ μέγα εἴη τὸ διάφορον, ἴσως ἂν δέοι φέρειν τὸν ἀδελφὸν καὶ μὴ μικρῶν ἕνεκα φεύγειν· ἀγαθὸν γάρ, ὥσπερ καὶ σὺ λέγεις, ἀδελφὸς ὢν οἷον δεῖ· ὁπότε μέντοι παντὸς ἐνδέοι καὶ πᾶν τὸ ἐναντιώτατον εἴη, τί ἄν τις ἐπιχειροίη τοῖς ἀδυνάτοις;

凯勒克拉忒斯说:“但是,苏格拉底,如果分歧不大,或许还应当容忍兄弟,不因小事而回避他;因为正如你所说,只要他是应有的样子,兄弟确是善事。然而,当他在一切方面都欠缺,完全走向反面时,人又何必去尝试不可能的事呢?”

§2.3.6

καὶ ὁ Σωκράτης ἔφη· πότερα δέ, ὦ Χαιρέκρατες, οὐδενὶ ἀρέσαι δύναται Χαιρεφῶν, ὥσπερ οὐδὲ σοί, ἢ ἔστιν οἷς καὶ πάνυ ἀρέσκει; διὰ τοῦτο γάρ τοι, ἔφη, ὦ Σώκρατες, ἄξιόν ἐστιν ἐμοὶ μισεῖν αὐτόν, ὅτι ἄλλοις μὲν ἀρέσκειν δύναται, ἐμοὶ δὲ ὅπου ἂν παρῇ πανταχοῦ καὶ ἔργῳ καὶ λόγῳ ζημία μᾶλλον ἢ ὠφέλειά ἐστιν.

苏格拉底说:“那么,凯勒克拉忒斯,凯勒丰是正如不能让你满意一样,也不能让任何人满意呢,还是说也有某些人对他非常满意?”“正因为如此,苏格拉底,”他说,“我才完全有理由恨他:因为他能取悦别人,但对我来说,无论身在何处,他在言行两方面都处处是害多于益。”

§2.3.7

ἆρʼ οὖν, ἔφη ὁ Σωκράτης, ὥσπερ ἵππος τῷ ἀνεπιστήμονι μέν, ἐγχειροῦντι δὲ χρῆσθαι ζημία ἐστίν, οὕτω καὶ ἀδελφός, ὅταν τις αὐτῷ μὴ ἐπιστάμενος ἐγχειρῇ χρῆσθαι, ζημία ἐστί;

“那么,”苏格拉底说,“正如一匹马对不懂马却试图使用它的人来说是损失一样,当一个不知如何相处的人试图对待兄弟时,兄弟也是损失吗?”

§2.3.8

πῶς δʼ ἂν ἐγώ, ἔφη ὁ Χαιρεκράτης, ἀνεπιστήμων εἴην ἀδελφῷ χρῆσθαι, ἐπιστάμενός γε καὶ εὖ λέγειν τὸν εὖ λέγοντα καὶ εὖ ποιεῖν τὸν εὖ ποιοῦντα; τὸν μέντοι καὶ λόγῳ καὶ ἔργῳ πειρώμενον ἐμὲ ἀνιᾶν οὐκ ἂν δυναίμην οὔτʼ εὖ λέγειν οὔτʼ εὖ ποιεῖν, ἀλλʼ οὐδὲ πειράσομαι.

“我怎么会对与兄弟相处缺乏知识呢,”凯勒克拉忒斯说,“我至少还懂得对赞美我的人说好话,对善待我的人行善事吧?然而,对于无论是用言论还是行动都试图使我痛苦的人,我既不能对他说好话,也不能对他行善事,甚至连尝试也不会去尝试。”

§2.3.9

καὶ ὁ Σωκράτης ἔφη· θαυμαστά γε λέγεις, ὦ Χαιρέκρατες, εἰ κύνα μέν, εἴ σοι ἦν ἐπὶ προβάτοις ἐπιτήδειος ὢν καὶ τοὺς μὲν ποιμένας ἠσπάζετο, σοὶ δὲ προσιόντι ἐχαλέπαινεν, ἀμελήσας ἂν τοῦ ὀργίζεσθαι ἐπειρῶ εὖ ποιήσας πραΰνειν αὐτόν, τὸν δὲ ἀδελφὸν φὴς μὲν μέγα ἀγαθὸν εἶναι ὄντα πρὸς σὲ οἷον δεῖ, ἐπίστασθαι δὲ ὁμολογῶν καὶ εὖ ποιεῖν καὶ εὖ λέγειν οὐκ ἐπιχειρεῖς μηχανᾶσθαι ὅπως σοι ὡς βέλτιστος ᾖ.3

苏格拉底说:“凯勒克拉忒斯,你说的真是咄咄怪事!如果你有一条适合牧羊的狗,对牧羊人们亲近,却对走近的你发怒,你定会放下恼怒,试图用善待它来驯服它;然而对于兄弟,你一方面承认只要他对你是应有的样子,便是一大善事,另一方面也承认自己懂得行善和道好,却不试图设计方法使他对你尽善尽美。”

§2.3.10

καὶ ὁ Χαιρεκράτης, δέδοικα, ἔφη, ὦ Σώκρατες, μὴ οὐκ ἔχω ἐγὼ τοσαύτην σοφίαν4 ὥστε Χαιρεφῶντα ποιῆσαι πρὸς ἐμὲ οἷον δεῖ. καὶ μὴν οὐδέν γε ποικίλον, ἔφη ὁ Σωκράτης, οὐδὲ καινὸν δεῖ ἐπʼ αὐτόν, ὡς ἐμοὶ δοκεῖ, μηχανᾶσθαι, οἷς δὲ καὶ σὺ ἐπίστασαι αὐτὸς οἴομαι ἂν αὐτὸν ἁλόντα περὶ πολλοῦ ποιεῖσθαί σε.

凯勒克拉忒斯便说:“苏格拉底,我恐怕自己没有那么大的智慧,能让凯勒丰对我表现得如他所当有的那样。”苏格拉底说:“依我看,绝不需要对他设计任何复杂或新奇的手段;只要凭借你自己也通晓的那些办法,我想就能打动他,让他极其看重你。”

语法注4 条
  1. 2.3.1καὶ ταῦτα τῶν μὲν ἀφρόνων ὄντων, τοῦ δὲ φρονίμου

    惯用短语 καὶ ταῦτα(“而且、况且”)后接属格绝对结构。中性复数的 τῶν μέν 指代前文的 χρήματα(“金钱、财产”),阳性单数的 τοῦ δέ 则指代 ἀδελφός(“兄弟”),两者形成鲜明对照。

  2. 2.3.3ὥσπερ ἐκ πολιτῶν μὲν γιγνομένους φίλους, ἐξ ἀδελφῶν δὲ οὐ γιγνομένους

    接在 ὥσπερ 之后的宾格分词结构(γιγνομένους)。它承接前句的谓语动词,表达主语所预设的主观看法或托词,相当于省略了思维动词(如 νομίζοντες)的间接引语或宾格绝对结构,意为“仿佛(认为)朋友能从市民中产生,却不能从兄弟中产生似的”。

  3. 2.3.9θαυμαστά γε λέγεις, ὦ Χαιρέκρατες, εἰ κύνα μέν, εἴ σοι ἦν ἐπὶ προβάτοις ἐπιτήδειος ὢν καὶ τοὺς μὲν ποιμένας ἠσπάζετο, σοὶ δὲ προσιόντι ἐχαλέπαινεν, ἀμελήσας ἂν τοῦ ὀργίζεσθαι ἐπειρῶ εὖ ποιήσας πραΰνειν αὐτόν, τὸν δὲ ἀδελφὸν φὴς μὲν μέγα ἀγαθὸν εἶναι ὄντα πρὸς σὲ οἷον δεῖ, ἐπίστασθαι δὲ ὁμολογῶν καὶ εὖ ποιεῖν καὶ εὖ λέγειν οὐκ ἐπιχειρεῖς μηχανᾶσθαι ὅπως σοι ὡς βέλτιστος ᾖ.

    这是由 θαυμαστά γε λέγεις ... εἰ(“若是……你所说的话真是怪极了”)所统摄的复杂句式。整体骨架基于 μέν...δέ 的对比结构:εἰ κύνα μέν ... [ἐπειρῶ ἄν] 对比 τὸν δὲ ἀδελφὸν ... οὐκ ἐπιχειρεῖς。前半部分在 κύνα μέν 内部又嵌套了一个非真实条件句(条件从句:εἴ σοι ἦν ... ἐχαλέπαινεν;结论主句:ἀμελήσας ἂν ... ἐπειρῶ)。

  4. 2.3.10δέδοικα, ἔφη, ὦ Σώκρατες, μὴ οὐκ ἔχω ἐγὼ τοσαύτην σοφίαν

    表示担忧的动词 δέδοικα 后接 μὴ οὐ 引出的从句,表示担心某种否定结果发生(“恐怕我没有……”)。这里的 ἔχω 为现在时虚拟语气(或直陈语气现在时)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.3.1-2.3.10