- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.2.8-2.2.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底指出母亲的训斥出自善意与爱心,劝诫儿子既然愿意讨好外人就不当怠慢最爱自己的母亲,并以城邦法令和神明的惩罚告诫他切不可对父母不孝。
ἀλλὰ νὴ Δία, ἔφη, λέγει ἃ οὐκ ἄν τις ἐπὶ τῷ βίῳ παντὶ1 βούλοιτο ἀκοῦσαι. σὺ δὲ πόσα, ἔφη ὁ Σωκράτης, οἴει ταύτῃ καὶ τῇ φωνῇ καὶ τοῖς ἔργοις ἐκ παιδίου δυσκολαίνων καὶ ἡμέρας καὶ νυκτὸς πράγματα παρασχεῖν, πόσα δὲ λυπῆσαι κάμνων; ἀλλʼ οὐδεπώποτε αὐτήν, ἔφη, οὔτʼ εἶπα οὔτʼ ἐποίησα οὐδὲν ἐφʼ ᾧ ᾐσχύνθη.
“但是凭宙斯起誓,”他说,“她所说的那些话,任何人就算拿一辈子去换也绝不愿听。”“那么你呢,”苏格拉底说,“你觉得你从小到大,因脾气暴躁,不论言辞还是行为,日夜给她添了多少麻烦,生病时又让她承担了多少忧伤呢?”“但我从来没有,”他说,“对她说过或做过任何会让她感到羞耻的事。”
τί δʼ; οἴει, ἔφη, χαλεπώτερον εἶναί σοι ἀκούειν ὧν αὕτη λέγει ἢ τοῖς ὑποκριταῖς, ὅταν ἐν ταῖς τραγῳδίαις ἀλλήλους τὰ ἔσχατα λέγωσιν; ἀλλʼ, οἶμαι, ἐπειδὴ οὐκ οἴονται τῶν λεγόντων οὔτε τὸν ἐλέγχοντα ἐλέγχειν ἵνα ζημιώσῃ οὔτε τὸν ἀπειλοῦντα ἀπειλεῖν ἵνα κακόν τι ποιήσῃ, ῥᾳδίως φέρουσι. σὺ δʼ εὖ εἰδὼς ὅτι ἃ λέγει σοι ἡ μήτηρ οὐ μόνον οὐδὲν κακὸν νοοῦσα λέγει, ἀλλὰ καὶ βουλομένη σοι ἀγαθὰ εἶναι ὅσα οὐδενὶ ἄλλῳ, χαλεπαίνεις; ἢ νομίζεις κακόνουν τὴν μητέρα σοι εἶναι;
“那又怎样呢?”苏格拉底说,“你觉得听她说那些话,难道比演员们在悲剧中互相恶语相加时还要难忍受吗?但是,我想,他们之所以能轻易忍受,是因为他们认为说话的人中,指责者并非为了惩罚才指责,威胁者也并非为了造成伤害才威胁。而你明知母亲对你说的那些话,不仅毫无恶意,甚至盼望你享有无人能及的福祉,你反倒发脾气吗?难道你认为母亲对你怀有恶意吗?”
οὐ δῆτα, ἔφη· τοῦτό γε οὐκ οἴομαι. καὶ ὁ Σωκράτης, οὐκοῦν, ἔφη, σὺ ταύτην, εὔνουν τέ σοι οὖσαν καὶ ἐπιμελομένην ὡς μάλιστα δύναται κάμνοντος ὅπως ὑγιάνῃς τε καὶ ὅπως τῶν ἐπιτηδείων μηδενὸς ἐνδεὴς ἔσει, καὶ πρὸς τούτοις πολλὰ τοῖς θεοῖς εὐχομένην ἀγαθὰ ὑπὲρ σοῦ καὶ εὐχὰς ἀποδιδοῦσαν, χαλεπὴν εἶναι φής; ἐγὼ μὲν οἶμαι, εἰ τοιαύτην μὴ δύνασαι φέρειν μητέρα, τἀγαθά σε οὐ δύνασθαι φέρειν.
“绝非如此,”他说,“我绝不这么认为。”苏格拉底便说:“那么,对于这样一个心系于你、在你生病时竭尽全力照料你使你恢复健康并不缺任何生活必需品、此外还为你向神明祈求诸多福祉并不吝还愿的母亲,你竟然说她难以容忍吗?依我看,如果你受不了这样的母亲,你就是受不了福惠本身。
εἰπὲ δέ μοι, ἔφη, πότερον ἄλλον τινὰ οἴει δεῖν θεραπεύειν; ἢ παρεσκεύασαι μηδενὶ ἀνθρώπων πειρᾶσθαι ἀρέσκειν μηδὲ πείθεσθαι μήτε στρατηγῷ μήτε ἄλλῳ ἄρχοντι;
“告诉我,”苏格拉底接着说,“你认为应当侍奉别人吗?还是说你打定主意不试图取悦任何人,也不服从将领或任何其他官吏呢?”
ναὶ μὰ Δίʼ ἔγωγε, ἔφη. οὐκοῦν, ἔφη ὁ Σωκράτης, καὶ τῷ γείτονι βούλῃ σὺ ἀρέσκειν, ἵνα σοι καὶ πῦρ ἐναύῃ, ὅταν τούτου δέῃ, καὶ ἀγαθοῦ τέ σοι γίγνηται συλλήπτωρ καί, ἄν τι σφαλλόμενος τύχῃς, εὐνοϊκῶς ἐγγύθεν βοηθῇ σοι; ἔγωγε, ἔφη. τί δέ; συνοδοιπόρον ἢ σύμπλουν, ἢ εἴ τῳ ἄλλῳ ἐντυγχάνοις, οὐδὲν ἄν σοι διαφέροι φίλον ἢ ἐχθρὸν γενέσθαι, ἢ καὶ τῆς παρὰ τούτων εὐνοίας οἴει δεῖν ἐπιμελεῖσθαι;
“凭宙斯起誓,我当然觉得应当,”他说。“那么,”苏格拉底说,“你也愿意取悦邻人,以便在你需要时给你引火,在善事上成为你的臂助,并且万一你遭遇挫折时,能在近旁善意地援助你,对吗?”“是的,”他说。“那么,同路人、同船者,或者你可能遇到的任何其他人呢?他们成为你的朋友还是仇敌,对你来说毫无分别吗?还是说你认为也应当关切从他们那里获取善意?”
ἔγωγε, ἔφη. εἶτα τούτων μὲν ἐπιμελεῖσθαι παρεσκεύασαι, τὴν δὲ μητέρα τὴν πάντων μάλιστά σε φιλοῦσαν οὐκ οἴει δεῖν θεραπεύειν; οὐκ οἶσθʼ ὅτι καὶ ἡ πόλις ἄλλης μὲν ἀχαριστίας οὐδεμιᾶς ἐπιμελεῖται οὐδὲ δικάζει, ἀλλὰ περιορᾷ τοὺς εὖ πεπονθότας χάριν οὐκ ἀποδόντας, ἐὰν δέ τις γονέας μὴ θεραπεύῃ, τούτῳ δίκην τε ἐπιτίθησι καὶ ἀποδοκιμάζουσα οὐκ ἐᾷ ἄρχειν τοῦτον, ὡς οὔτε ἂν τὰ ἱερὰ εὐσεβῶς θυόμενα ὑπὲρ τῆς πόλεως τούτου θύοντος οὔτε ἄλλο καλῶς καὶ δικαίως οὐδὲν ἂν τούτου πράξαντος;2 καὶ νὴ Δία ἐάν τις τῶν γονέων τελευτησάντων τοὺς τάφους μὴ κοσμῇ, καὶ τοῦτο ἐξετάζει ἡ πόλις ἐν ταῖς τῶν ἀρχόντων δοκιμασίαις.
“我认为应当,”他说。“那么,你准备好关切这些人,却认为不必侍奉最爱你的母亲吗?难道你不知道,城邦对任何其他的忘恩负义既不过问也不审判,而是听凭那些领受恩惠者不予报答;但若有人不侍奉父母,城邦便会对他施以刑罚,并在资格审查中黜退他,不许他任官,因为城邦认为,若由他来主祭,为城邦献上的祭礼便不能虔敬,由他操办的任何其他政务也不会办得妥善正直。而且凭宙斯起誓,若有人在父母亡故后不修葺坟茔,城邦在对官吏进行资格审查时也会对此严加勘问。
σὺ οὖν, ὦ παῖ, ἐὰν σωφρονῇς, τοὺς μὲν θεοὺς παραιτήσῃ συγγνώμονάς σοι εἶναι,3 εἴ τι παρημέληκας τῆς μητρός, μή σε καὶ οὗτοι νομίσαντες ἀχάριστον εἶναι οὐκ ἐθελήσωσιν εὖ ποιεῖν, τοὺς δὲ ἀνθρώπους φυλάξῃ μή σε αἰσθόμενοι τῶν γονέων ἀμελοῦντα πάντες ἀτιμάσωσιν, εἶτα ἐν ἐρημίᾳ φίλων ἀναφανῇς. εἰ γάρ σε ὑπολάβοιεν πρὸς τοὺς γονέας ἀχάριστον εἶναι, οὐδεὶς ἂν νομίσειεν εὖ σε ποιήσας χάριν ἀπολήψεσθαι.
“所以,孩子,如果你有理智,凡对母亲有何疏忽之处,就当祈求神明对你宽恕,免得他们也认为你忘恩负义而不再乐意赐福予你;同时你也要防备世人,免得他们察觉你怠慢父母而全都鄙视你,最终让你落得孑然无友的境地。因为人们若料定你对父母忘恩负义,就绝不会有人相信善待你之后还能换来感激了。”
- 2.2.8ἐπὶ τῷ βίῳ παντὶ
介词 ἐπί 支配与格,在此表示交换的代价或条件,意为“即便以一生的代价 / 哪怕拿整个人生去换”。
- 2.2.13ὡς οὔτε ἂν τὰ ἱερὰ εὐσεβῶς θυόμενα ὑπὲρ τῆς πόλεως τούτου θύοντος οὔτε ἄλλο καλῶς καὶ δικαίως οὐδὲν ἂν τούτου πράξαντος
在表示城邦主观判断理由的 ὡς 引导下,带有 ἄν 的宾格绝对结构(ἂν τὰ ἱερὰ ... θυόμενα,附带表条件的属格绝对结构 τούτου θύοντος)与带有 ἄν 的属格绝对结构(ἂν τούτου πράξαντος)相当于带有 ἄν 的条件句主句(潜势或假设语气),意为“由他主祭祭祀必不能虔敬,由他操持任何政务也绝不可能妥善”。
- 2.2.14τοὺς μὲν θεοὺς παραιτήσῃ συγγνώμονάς σοι εἶναι
中动相动词 παραιτέομαι 支配被祈求的对象为宾格(τοὺς θεούς),其祈求的内容则由不定式短语(συγγνώμονάς σοι εἶναι)充当,意为“祈求神明对你宽恕”。
