← 色诺芬

回忆苏格拉底

§2.2.1-2.2.7

苏格拉底论忘恩之不义与父母养育之恩

苏格拉底劝诫对母亲心怀怨言的长子兰普罗克勒斯,论证忘恩负义乃是不义,并详述父母养育儿女的浩大深恩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

αἰσθόμενος δέ ποτε Λαμπροκλέα τὸν πρεσβύτατον υἱὸν αὐτοῦ πρὸς τὴν μητέρα χαλεπαίνοντα, εἰπέ μοι, ἔφη, ὦ παῖ, οἶσθά τινας ἀνθρώπους ἀχαρίστους καλουμένους; καὶ μάλα, ἔφη ὁ νεανίσκος. καταμεμάθηκας οὖν τοὺς τί ποιοῦντας1 τὸ ὄνομα τοῦτο ἀποκαλοῦσιν; ἔγωγʼ, ἔφη· τοὺς γὰρ εὖ παθόντας, ὅταν δυνάμενοι χάριν ἀποδοῦναι μὴ ἀποδῶσιν, ἀχαρίστους καλοῦσιν. οὐκοῦν δοκοῦσί σοι ἐν τοῖς ἀδίκοις καταλογίζεσθαι τοὺς ἀχαρίστους;

有一次,苏格拉底察觉到长子兰普罗克勒斯对母亲心怀怨怼,便说道:“告诉我,孩子,你知道有些人被称为忘恩负义之徒吗?”“我很清楚,”年轻人回答。“那么,你可曾弄明白,人们是因为做了什么事才被冠以这一恶名的吗?”“我知道,”他说,“因为那些领受了恩惠的人,在有能力报恩时却不报答,人们便称他们为忘恩负义之徒。”“那么,在你看来,人们不是将忘恩负义之徒列入不义之人的行列吗?”

§2.2.2

ἔμοιγε, ἔφη. ἤδη δέ ποτʼ ἐσκέψω εἰ ἄρα, ὥσπερ τὸ ἀνδραποδίζεσθαι τοὺς μὲν φίλους ἄδικον εἶναι δοκεῖ, τοὺς δὲ πολεμίους δίκαιον εἶναι, οὕτω καὶ τὸ ἀχαριστεῖν πρὸς μὲν τοὺς φίλους ἄδικόν ἐστι, πρὸς δὲ τοὺς πολεμίους δίκαιον; καὶ μάλα, ἔφη· καὶ δοκεῖ μοι, ὑφʼ οὗ ἄν τις εὖ παθὼν εἴτε φίλου εἴτε πολεμίου μὴ πειρᾶται χάριν ἀποδιδόναι, ἄδικος εἶναι.

“在我看来确实如此,”他说。 “那你可曾思考过:正如把朋友掳为奴隶被视为不义、而把敌人掳为奴隶被视为正当一样,对朋友忘恩负义是不义,对敌人忘恩负义难道就是正当的吗?”“我确实想过,”他说,“而且在我看来,无论从谁那里领受了恩惠,无论是朋友还是敌人,若不设法报恩,这个人就是不义的。”

§2.2.3

οὐκοῦν, εἴ γʼ οὕτως ἔχει τοῦτο, εἰλικρινής τις ἂν εἴη ἀδικία ἡ ἀχαριστία; συνωμολόγει. οὐκοῦν ὅσῳ ἄν τις μείζω ἀγαθὰ παθὼν μὴ ἀποδιδῷ χάριν, τοσούτῳ ἀδικώτερος ἂν εἴη; συνέφη καὶ τοῦτο. τίνας οὖν, ἔφη, ὑπὸ τίνων εὕροιμεν ἂν μείζω εὐηργετημένους ἢ παῖδας ὑπὸ γονέων; οὓς οἱ γονεῖς ἐκ μὲν οὐκ ὄντων ἐποίησαν εἶναι, τοσαῦτα δὲ καλὰ ἰδεῖν καὶ τοσούτων ἀγαθῶν μετασχεῖν, ὅσα οἱ θεοὶ παρέχουσι τοῖς ἀνθρώποις· ἃ δὴ καὶ οὕτως ἡμῖν δοκεῖ παντὸς ἄξια εἶναι ὥστε πάντες τὸ καταλιπεῖν αὐτὰ πάντων μάλιστα φεύγομεν, καὶ αἱ πόλεις ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι ζημίαν θάνατον πεποιήκασιν ὡς οὐκ ἂν μείζονος κακοῦ φόβῳ τὴν ἀδικίαν παύσαντες.2

“那么,如果事实确是如此,忘恩负义岂不是一种纯粹的不义吗?”他表示赞同。“那么,一个人领受了越大的善惠却不报恩,他岂不就越发不义吗?”对此他也表示赞同。“那么,”苏格拉底说,“我们能找到有谁从什么人那里受过比儿女从父母那里领受的更大的恩惠呢?父母把他们从虚无之中带入存在,使他们能够得见如此众多善美之物,并分享神明赐予人类的如此众多福泽。而这些事物在我们看来是如此无可估量,以至于我们所有人都最避忌抛弃它们;城邦也对最严重的罪行设定了死刑作为惩罚,深信再没有比死更大的恶所带来的恐惧能制止不义了。

§2.2.4

καὶ μὴν οὐ τῶν γε ἀφροδισίων ἕνεκα παιδοποιεῖσθαι τοὺς ἀνθρώπους ὑπολαμβάνεις, ἐπεὶ τούτου γε τῶν ἀπολυσόντων3 μεσταὶ μὲν αἱ ὁδοί, μεστὰ δὲ τὰ οἰκήματα. φανεροὶ δʼ ἐσμὲν καὶ σκοπούμενοι ἐξ ὁποίων ἂν γυναικῶν βέλτιστα ἡμῖν τέκνα γένοιτο· αἷς συνελθόντες τεκνοποιούμεθα.

“再者,你绝不会认为人们生儿育女仅仅是为了宣泄情欲吧,因为大街上满是、屋舍中也满是能排解这种情欲的人。相反,显而易见的是,我们还会斟酌从怎样的妇人那里能为我们生出最优良的子嗣,并与这样的妇人结合来生育儿女。

§2.2.5

καὶ ὁ μέν γε ἀνὴρ τήν τε συντεκνοποιήσουσαν ἑαυτῷ τρέφει καὶ τοῖς μέλλουσιν ἔσεσθαι παισὶ προπαρασκευάζει πάντα, ὅσα ἂν οἴηται συνοίσειν αὐτοῖς πρὸς τὸν βίον, καὶ ταῦτα ὡς ἂν δύνηται πλεῖστα· ἡ δὲ γυνὴ ὑποδεξαμένη τε φέρει τὸ φορτίον τοῦτο, βαρυνομένη τε καὶ κινδυνεύουσα περὶ τοῦ βίου καὶ μεταδιδοῦσα τῆς τροφῆς, ᾗ καὶ αὐτὴ τρέφεται, καὶ σὺν πολλῷ πόνῳ διενεγκοῦσα καὶ τεκοῦσα τρέφει τε καὶ ἐπιμελεῖται, οὔτε προπεπονθυῖα οὐδὲν ἀγαθὸν οὔτε γιγνῶσκον τὸ βρέφος ὑφʼ ὅτου εὖ πάσχει, οὐδὲ σημαίνειν δυνάμενον ὅτου δεῖται, ἀλλʼ αὐτὴ στοχαζομένη τά τε συμφέροντα καὶ τὰ κεχαρισμένα πειρᾶται ἐκπληροῦν, καὶ τρέφει πολὺν χρόνον καὶ ἡμέρας καὶ νυκτὸς ὑπομένουσα πονεῖν, οὐκ εἰδυῖα εἴ τινα τούτων χάριν ἀπολήψεται.

“而且做丈夫的,一方面供养与自己共同生育儿女的妻子,并为未来的儿女预备一切他认为有益于他们生活之物,且尽其所能备办得尽可能丰厚;而做妻子的,受孕后便承载着这一重负,身受重压,冒着生命危险,分出自己赖以维生的养分,历经极大的辛劳怀胎并分娩之后,哺育并照料婴儿;此前她未曾受过任何恩惠,婴儿也不知道是谁在善待自己,甚至无法示意自己需要什么,但她却自行揣摩有益和惬意的事物,极力予以满足;她日日夜夜忍受辛劳,长期抚育孩子,却不知是否能因此换得丝毫感恩。

§2.2.6

καὶ οὐκ ἀρκεῖ θρέψαι μόνον, ἀλλὰ καί, ἐπειδὰν δόξωσιν ἱκανοὶ εἶναι οἱ παῖδες μανθάνειν τι, ἃ μὲν ἂν αὐτοὶ ἔχωσιν οἱ γονεῖς ἀγαθὰ πρὸς τὸν βίον, διδάσκουσιν, ἃ δʼ ἂν οἴωνται ἄλλον ἱκανώτερον εἶναι διδάξαι, πέμπουσι πρὸς τοῦτον δαπανῶντες, καὶ ἐπιμελοῦνται πάντα ποιοῦντες ὅπως οἱ παῖδες αὐτοῖς γένωνται ὡς δυνατὸν βέλτιστοι.

“并且仅仅抚育还不够,而且一旦孩子们看起来能够学习知识了,凡是父母自己所掌握的有益于人生的知识,他们便倾囊相授;凡是他们认为别人更能胜任教授的,便不惜耗费资财把孩子送去求教;他们竭尽所能操持一切,以使孩子们能尽可能成为最优秀的人。”

§2.2.7

πρὸς ταῦτα ὁ νεανίσκος εἶπεν· ἀλλά τοι εἰ καὶ πάντα ταῦτα πεποίηκε καὶ ἄλλα τούτων πολλαπλάσια, οὐδεὶς ἂν δύναιτο αὐτῆς ἀνασχέσθαι τὴν χαλεπότητα.4 καὶ ὁ Σωκράτης, πότερα δέ, ἔφη, οἴει θηρίου ἀγριότητα δυσφορωτέραν εἶναι ἢ μητρός; ἐγὼ μὲν οἶμαι, ἔφη, τῆς μητρός, τῆς γε τοιαύτης. ἤδη πώποτε οὖν ἢ δακοῦσα κακόν τί σοι ἔδωκεν ἢ λακτίσασα, οἷα ὑπὸ θηρίων ἤδη πολλοὶ ἔπαθον;

对此,年轻人说道:“可是,即使她做了这一切,甚至做了比这多数倍的事,谁也受不了她那种暴躁古怪的脾气啊。”苏格拉底便问:“那么,你认为野兽的凶残更令人难以忍受,还是母亲的凶残更令人难以忍受呢?”“依我看,”他说,“是母亲的,至少是像她这样的母亲。”“那么,她可曾像许多人遭受野兽伤害那样,咬过你或踢过你,从而给过你什么伤害吗?”

语法注4 条
  1. 2.2.1τοὺς τί ποιοῦντας

    疑问代词 τί 被直接嵌入带有定冠词的分词短语 τοὺς ποιοῦντας 之中,构成间接疑问结构,意为“人们把做了什么事的人称为……”。

  2. 2.2.3ὡς οὐκ ἂν μείζονος κακοῦ φόβῳ τὴν ἀδικίαν παύσαντες

    连词 ὡς 与分词 παύσαντες 及语气词 ἄν 连用,表示主观认定的理由并带有潜在假定含义,相当于条件句的主句(“深信无法靠对更大之恶的恐惧来制止不义”)。

  3. 2.2.4τούτου γε τῶν ἀπολυσόντων

    τούτου 为中性单数属格(指代前文的 ἀφροδίσια),受未来分词 ἀπολυσόντων 支配作分离属格;而 μεσταί/μεστά 则支配实质化的分词属格复数 τῶν ἀπολυσόντων(“充满了解除此种欲望的人”)。

  4. 2.2.7αὐτῆς ἀνασχέσθαι τὴν χαλεπότητα

    动词 ἀνέχομαι 同时带人物属格(αὐτῆς)与事物宾格(τὴν χαλεπότητα),意为“忍受她的暴躁/苛刻”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.2.1-2.2.7