← 色诺芬

回忆苏格拉底

§2.1.8-2.1.14

阿里斯提波论作为异邦人的自由与避免统奴

阿里斯提波拒绝选择统治或被奴役,主张以不依附任何城邦的异乡客身份走自由的中道,苏格拉底则指出这种企图脱离共同体保护的做法在现实中难以避免受到强者的侵害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.8

ἔγωγʼ, ἔφη ὁ Ἀρίστιππος· καὶ οὐδαμῶς γε τάττω ἐμαυτὸν εἰς τὴν τῶν ἄρχειν βουλομένων τάξιν. καὶ γὰρ πάνυ μοι δοκεῖ ἄφρονος ἀνθρώπου εἶναι τό, μεγάλου ἔργου ὄντος τοῦ ἑαυτῷ τὰ δέοντα παρασκευάζειν, μὴ ἀρκεῖν τοῦτο, ἀλλὰ προσαναθέσθαι τὸ καὶ τοῖς ἄλλοις πολίταις ὧν δέονται πορίζειν· καὶ ἑαυτῷ μὲν πολλὰ ὧν βούλεται ἐλλείπειν, τῆς δὲ πόλεως προεστῶτα, ἐὰν μὴ πάντα ὅσα ἡ πόλις βούλεται καταπράττῃ, τούτου δίκην ὑπέχειν, τοῦτο πῶς οὐ πολλὴ ἀφροσύνη ἐστί;1

“我当然考虑过,”阿里斯提波说,“而且我绝不把自己列入那些企图统治的人之列。因为在我看来,为自己备齐必需品本已是一桩艰巨的任务,如果对此仍不知足,反而额外承担起为其他公民提供其所需之物的负担,这完全是蠢人的行径;让自己所期望的许多事物得不到满足,而作为城邦的首脑,若不能完全达成城邦所期望的一切,便要为此承担惩罚——这难道不是极大的愚蠢吗?

§2.1.9

καὶ γὰρ ἀξιοῦσιν αἱ πόλεις τοῖς ἄρχουσιν ὥσπερ ἐγὼ τοῖς οἰκέταις χρῆσθαι. ἐγώ τε γὰρ ἀξιῶ τοὺς θεράποντας ἐμοὶ μὲν ἄφθονα τὰ ἐπιτήδεια παρασκευάζειν, αὐτοὺς δὲ μηδενὸς τούτων ἅπτεσθαι, αἵ τε πόλεις οἴονται χρῆναι τοὺς ἄρχοντας ἑαυταῖς μὲν ὡς πλεῖστα ἀγαθὰ πορίζειν, αὐτοὺς δὲ πάντων τούτων ἀπέχεσθαι. ἐγὼ οὖν τοὺς μὲν βουλομένους πολλὰ πράγματα ἔχειν αὐτούς τε καὶ ἄλλοις παρέχειν οὕτως ἂν παιδεύσας εἰς τοὺς ἀρχικοὺς καταστήσαιμι· ἐμαυτόν γε μέντοι τάττω εἰς τοὺς βουλομένους ᾗ ῥᾷστά τε καὶ ἥδιστα βιοτεύειν.

因为城邦对统治者的要求,正如我对家仆的要求一样。我要求仆人们为我备齐丰盛的必需品,而他们自己却一样也不得染指;城邦同样认为统治者应当为城邦提供尽可能多的福祉,而自己却必须与所有这些无缘。因此,对于那些既愿意自寻烦恼、又愿意给他人制造麻烦的人,我会按那种方式教育他们,并将他们安置在统治阶层;但我自己,却要把自己列入那些希望尽可能轻松、尽可能快活地生活的人之列。”

§2.1.10

καὶ ὁ Σωκράτης ἔφη· βούλει οὖν καὶ τοῦτο σκεψώμεθα, πότερον ἥδιον ζῶσιν οἱ ἄρχοντες ἢ οἱ ἀρχόμενοι; πάνυ μὲν οὖν, ἔφη. πρῶτον μὲν τοίνυν τῶν ἐθνῶν ὧν ἡμεῖς ἴσμεν ἐν μὲν τῇ Ἀσίᾳ Πέρσαι μὲν ἄρχουσιν, ἄρχονται δὲ Σύροι καὶ Φρύγες καὶ Λυδοί· ἐν δὲ τῇ Εὐρώπῃ Σκύθαι μὲν ἄρχουσι, Μαιῶται δὲ ἄρχονται· ἐν δὲ τῇ Λιβύῃ Καρχηδόνιοι μὲν ἄρχουσι, Λίβυες δὲ ἄρχονται. τούτων οὖν ποτέρους ἥδιον οἴει ζῆν; ἢ τῶν Ἑλλήνων, ἐν οἷς καὶ αὐτὸς εἶ, πότερά σοι δοκοῦσιν ἥδιον οἱ κρατοῦντες ἢ οἱ κρατούμενοι, ζῆν;

苏格拉底说:“那么,你是否愿意我们再考察这一点:究竟是统治者生活得更愉快,还是被统治者生活得更愉快?”“完全愿意,”他说。“那么首先,在我们所知道的民族中,在亚洲是波斯人统治,而叙利亚人、弗里吉亚人和吕底亚人被统治;在欧洲是斯基泰人统治,而迈奥提亚人被统治;在利比亚是迦太基人统治,而利比亚人被统治。那么你认为,这两类人中哪一类生活得更愉快?或者在希腊人之中——你本人也是其中一员——你认为占统治地位的人和受支配的人,究竟哪一方生活得更愉快呢?”

§2.1.11

ἀλλʼ ἐγώ τοι, ἔφη ὁ Ἀρίστιππος, οὐδὲ εἰς τὴν δουλείαν ἐμαυτὸν τάττω, ἀλλʼ εἶναί τίς μοι δοκεῖ μέση τούτων ὁδός, ἣν πειρῶμαι βαδίζειν, οὔτε διʼ ἀρχῆς οὔτε διὰ δουλείας, ἀλλὰ διʼ ἐλευθερίας, ἥπερ μάλιστα πρὸς εὐδαιμονίαν ἄγει.

“不过对我而言,”阿里斯提波说,“我也并不把自己置于奴役的地位;在我看来,在它们之间存在着一条中道,我正竭力沿着它行走——既不通过统治,也不通过奴役,而是通过自由,而自由才是最能导向幸福的。”

§2.1.12

ἀλλʼ εἰ μέν, ἔφη ὁ Σωκράτης, ὥσπερ οὔτε διʼ ἀρχῆς οὔτε διὰ δουλείας ἡ ὁδὸς αὕτη φέρει, οὕτω μηδὲ διʼ ἀνθρώπων, ἴσως ἄν τι λέγοις· εἰ μέντοι ἐν ἀνθρώποις ὢν μήτε ἄρχειν ἀξιώσεις μήτε ἄρχεσθαι μηδὲ τοὺς ἄρχοντας ἑκὼν θεραπεύσεις, οἶμαί σε ὁρᾶν ὡς ἐπίστανται οἱ κρείττονες τοὺς ἥττονας καὶ κοινῇ καὶ ἰδίᾳ κλαίοντας καθίσαντες2 δούλοις χρῆσθαι·

“但是,”苏格拉底说,“如果这条道路既不经过统治也不经过奴役,同样也不经过人类社会,你的话也许还有些道理。然而,如果你身处人类之中,既不愿统治也不愿被统治,又不肯心甘情愿地奉承统治者,我想你该看得到,强者在公共场合和私人生活里,是如何懂得让弱者尝尽苦头并把他们当奴隶使唤的。

§2.1.13

ἢ λανθάνουσί σε οἱ ἄλλων σπειράντων καὶ φυτευσάντων τόν τε σῖτον τέμνοντες καὶ δενδροκοποῦντες καὶ πάντα τρόπον πολιορκοῦντες τοὺς ἥττονας καὶ μὴ θέλοντας θεραπεύειν, ἕως ἂν πείσωσιν ἑλέσθαι δουλεύειν ἀντὶ τοῦ πολεμεῖν τοῖς κρείττοσι; καὶ ἰδίᾳ αὖ οἱ ἀνδρεῖοι καὶ δυνατοὶ τοὺς ἀνάνδρους καὶ ἀδυνάτους οὐκ οἶσθα ὅτι καταδουλωσάμενοι καρποῦνται; ἀλλʼ ἐγώ τοι, ἔφη, ἵνα μὴ πάσχω ταῦτα, οὐδʼ εἰς πολιτείαν ἐμαυτὸν κατακλείω, ἀλλὰ ξένος πανταχοῦ εἰμι.

难道你没有注意到那些人吗:在别人播种和栽植之后,他们割走庄稼、砍倒树木,以一切手段围困那些弱小且不肯顺从的人,直到迫使他们宁愿选择为奴也不与强者为敌?而在私人生活里,难道你不知道勇敢强悍之徒如何奴役懦弱无能之辈并坐享其成吗?”“然而对我而言,”他说,“正是为了免遭这些厄运,我才不把自己闭锁在任何城邦体制之内,而是在任何地方都做一个异乡客。”

§2.1.14

καὶ ὁ Σωκράτης ἔφη· τοῦτο μέντοι ἤδη λέγεις δεινὸν πάλαισμα. τοὺς γὰρ ξένους, ἐξ οὗ ὅ τε Σίνις καὶ ὁ Σκείρων καὶ ὁ Προκρούστης ἀπέθανον, οὐδεὶς ἔτι ἀδικεῖ·3 ἀλλὰ νῦν οἱ μὲν πολιτευόμενοι ἐν ταῖς πατρίσι καὶ νόμους τίθενται, ἵνα μὴ ἀδικῶνται, καὶ φίλους πρὸς τοῖς ἀναγκαίοις καλουμένοις ἄλλους κτῶνται βοηθούς, καὶ ταῖς πόλεσιν ἐρύματα περιβάλλονται, καὶ ὅπλα κτῶνται οἷς ἀμυνοῦνται τοὺς ἀδικοῦντας, καὶ πρὸς τούτοις ἄλλους ἔξωθεν συμμάχους κατασκευάζονται· καὶ οἱ μὲν ταῦτα πάντα κεκτημένοι ὅμως ἀδικοῦνται·

苏格拉底说:“你这番话可真称得上是巧妙的绝招了!这么说来,自从西尼斯、斯基隆和普罗克儒斯特斯死后,便再也没有人侵害异乡人了!可现实是,那些在自己祖国过着公民生活的人,为了不受侵害而制定法律,在所谓的亲戚之外还结交其他朋友作为帮手,在城邦四周修筑要塞,备置武器以击退行不义之人,此外还在外部寻找其他盟友;尽管拥有这一切,他们却依然遭受侵害。”

语法注3 条
  1. 2.1.8τό, μεγάλου ἔργου ὄντος τοῦ ἑαυτῷ τὰ δέοντα παρασκευάζειν, μὴ ἀρκεῖν τοῦτο, ἀλλὰ προσαναθέσθαι τὸ καὶ τοῖς ἄλλοις πολίταις ὧν δέονται πορίζειν· καὶ ἑαυτῷ μὲν πολλὰ ὧν βούλεται ἐλλείπειν, τῆς δὲ πόλεως προεστῶτα, ἐὰν μὴ πάντα ὅσα ἡ πόλις βούλεται καταπράττῃ, τούτου δίκην ὑπέχειν, τοῦτο πῶς οὐ πολλὴ ἀφροσύνη ἐστί;

    句首的中性单数定冠词 τό 跨过其后的属格独立结构(μεγάλου ἔργου ὄντος τοῦ...),将其后的一系列不定式从句(μὴ ἀρκεῖν, προσαναθέσθαι, ἐλλείπειν, ὑπέχειν)名词化,作为 ἄφρονος ἀνθρώπου εἶναι 的主语。由于中间插入成分过长,句末通过指示代词 τοῦτο 对上述全部内容进行复指重提(复指现象),并在结构破格(anacoluthon)中转入反问句 τοῦτο πῶς οὐ πολλὴ ἀφροσύνη ἐστί。

  2. 2.1.12κλαίοντας καθίσαντες

    动词 καθίζω(本义为“使坐下、安置”)与现在分词 κλαίοντας(哭泣)结合构成的习语,表示“使之陷入哭泣的状态”、“让其尝尽苦头/屈服”。

  3. 2.1.14τοὺς γὰρ ξένους, ἐξ οὗ ὅ τε Σίνις καὶ ὁ Σκείρων καὶ ὁ Προκρούστης ἀπέθανον, οὐδεὶς ἔτι ἀδικεῖ

    由 γάρ 引出的强烈讽刺(反语)句,提及被神话英雄忒修斯消灭的著名强盗(西尼斯、斯基隆、普罗克儒斯特斯),陈述与现实截然相反的虚假事实,意在表明“难道自他们死后,就真的再也没人侵害异乡旅人了吗(事实显然并非如此)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.1.8-2.1.14