← 色诺芬

回忆苏格拉底

§2.1.1-2.1.7

向阿里斯提波论统治者的节制与教育

苏格拉底针对贪图享乐的阿里斯提波,对比了未来的统治者与非统治者的教育差异,阐述了克制欲望与忍耐严寒酷暑的必要性,并追问他应当将自己置于哪一类之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1

ἐδόκει δέ μοι καὶ τοιαῦτα λέγων προτρέπειν τοὺς συνόντας ἀσκεῖν ἐγκράτειαν πρὸς ἐπιθυμίαν βρωτοῦ καὶ ποτοῦ καὶ λαγνείας καὶ ὕπνου καὶ ῥίγους καὶ θάλπους καὶ πόνου. γνοὺς γάρ τινα τῶν συνόντων ἀκολαστοτέρως ἔχοντα πρὸς τὰ τοιαῦτα, εἰπέ μοι, ἔφη, ὦ Ἀρίστιππε, εἰ δέοι σε παιδεύειν παραλαβόντα δύο τῶν νέων, τὸν μέν, ὅπως ἱκανὸς ἔσται ἄρχειν, τὸν δʼ, ὅπως μηδʼ ἀντιποιήσεται ἀρχῆς, πῶς ἂν ἑκάτερον παιδεύοις; βούλει σκοπῶμεν1 ἀρξάμενοι ἀπὸ τῆς τροφῆς ὥσπερ ἀπὸ τῶν στοιχείων· καὶ ὁ Ἀρίστιππος ἔφη· δοκεῖ γοῦν μοι ἡ τροφὴ ἀρχὴ εἶναι· οὐδὲ γὰρ ζῴη γʼ ἄν τις, εἰ μὴ τρέφοιτο.

在我看来,苏格拉底通过说以下这样的话,也在勉励他的同伴们针对饮食、肉欲、睡眠、寒暑以及劳苦的欲望锻炼自制力。因为他察觉到同伴中有一人在此类事情上颇为放纵,便说道:“告诉我,阿里斯提波,如果让你接管两个年轻人并对他们进行教育,一个要使之有能力统治,另一个则使之甚至不去谋求统治权,你会怎样教育他们各自呢?你愿意我们从食物开始考察,就像从基本元素开始一样吗?”阿里斯提波说:“在我看来,食物确实应当是起点;因为如果不吃东西,任何人连生存都不可能。”

§2.1.2

οὐκοῦν τὸ μὲν βούλεσθαι σίτου ἅπτεσθαι, ὅταν ὥρα ἥκῃ, ἀμφοτέροις εἰκὸς παραγίγνεσθαι; εἰκὸς γάρ, ἔφη. τὸ οὖν προαιρεῖσθαι τὸ κατεπεῖγον μᾶλλον πράττειν ἢ τῇ γαστρὶ χαρίζεσθαι πότερον ἂν αὐτῶν ἐθίζοιμεν; τὸν εἰς τὸ ἄρχειν, ἔφη, νὴ Δία παιδευόμενον, ὅπως μὴ τὰ τῆς πόλεως ἄπρακτα γίγνηται παρὰ τὴν ἐκείνου ἀρχήν. οὐκοῦν, ἔφη, καὶ ὅταν πιεῖν βούλωνται, τὸ δύνασθαι διψῶντα ἀνέχεσθαι τῷ αὐτῷ προσθετέον; πάνυ μὲν οὖν, ἔφη.

“那么,到了时候想要进食,不是对两者来说都是自然产生的吗?”“确实自然,”他说。“那么,宁愿去办紧要事务而不去满足口腹之欲,我们会让两者之中的哪一个养成这种习惯呢?”“指着宙斯发誓,当然是那个接受统治教育的人,”他说,“免得城邦事务在他当政期间陷于荒废。”“那么,”他说,“当他们想喝水时,能够耐得住口渴的能力,是否也应当加在同一个人身上?”“完全应当,”他说。

§2.1.3

τὸ δὲ ὕπνου ἐγκρατῆ εἶναι, ὥστε δύνασθαι καὶ ὀψὲ κοιμηθῆναι καὶ πρῲ ἀναστῆναι καὶ ἀγρυπνῆσαι, εἴ τι δέοι, ποτέρῳ ἂν προσθείημεν; καὶ τοῦτο, ἔφη, τῷ αὐτῷ. τί δέ, ἔφη, τὸ ἀφροδισίων ἐγκρατῆ εἶναι, ὥστε μὴ διὰ ταῦτα κωλύεσθαι πράττειν, εἴ τι δέοι; καὶ τοῦτο, ἔφη, τῷ αὐτῷ. τί δέ, τὸ μὴ φεύγειν τοὺς πόνους, ἀλλʼ ἐθελοντὴν ὑπομένειν ποτέρῳ ἂν προσθείημεν; καὶ τοῦτο, ἔφη, τῷ ἄρχειν παιδευομένῳ. τί δέ, τὸ μαθεῖν εἴ τι ἐπιτήδειόν ἐστι μάθημα πρὸς τὸ κρατεῖν τῶν ἀντιπάλων, ποτέρῳ ἂν προσθεῖναι μᾶλλον πρέποι; πολὺ νὴ Δίʼ, ἔφη, τῷ ἄρχειν παιδευομένῳ· καὶ γὰρ τῶν ἄλλων οὐδὲν ὄφελος ἄνευ τῶν τοιούτων μαθημάτων.

“至于克制睡眠,以便能够晚睡早起,并在有需要时彻夜不眠,我们会将这种能力加在两者之中的哪一个身上呢?”“这也加在同一个人身上,”他说。“那么,克制肉欲,以致在有需要时不致因此妨碍行事,又如何呢?”“这也加在同一个人身上,”他说。“那么,不逃避劳苦,而是自愿忍受,我们会将这加给哪一个呢?”“这也加给那个接受统治教育的人,”他说。“那么,如果有什么学科适于压倒对手,去学习这门学科,更适合加给哪一个呢?”“指着宙斯发誓,更应该加给接受统治教育的人,”他说,“因为缺乏此类学问,其余的一切便毫无用处。”

§2.1.4

οὐκοῦν ὁ οὕτω πεπαιδευμένος ἧττον ἂν δοκεῖ σοι ὑπὸ τῶν ἀντιπάλων ἢ τὰ λοιπὰ ζῷα ἁλίσκεσθαι; τούτων γὰρ δήπου τὰ μὲν γαστρὶ δελεαζόμενα, καὶ μάλα ἔνια δυσωπούμενα, ὅμως τῇ ἐπιθυμίᾳ τοῦ φαγεῖν ἀγόμενα πρὸς τὸ δέλεαρ ἁλίσκεται, τὰ δὲ ποτῷ ἐνεδρεύεται. πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν καὶ ἄλλα ὑπὸ λαγνείας, οἷον οἵ τε ὄρτυγες καὶ οἱ πέρδικες, πρὸς τὴν τῆς θηλείας φωνὴν τῇ ἐπιθυμίᾳ καὶ τῇ ἐλπίδι τῶν ἀφροδισίων φερόμενοι καὶ ἐξιστάμενοι τοῦ τὰ δεινὰ ἀναλογίζεσθαι τοῖς θηράτροις ἐμπίπτουσι; συνέφη καὶ ταῦτα.

“那么,在你看来,受过如此教育的人,岂不是比其余的动物更不容易被对手擒获吗?因为在动物当中,有些被食欲引诱,尽管其中某些极为机警,却依然被进食的欲望驱向诱饵而被捕获,有些则因水而被诱入圈套。”“确实如此,”他说。“岂不是还有些动物因肉欲而中计,例如鹌鹑和鹧鸪,它们出于欲望和交配的期盼,奔向雌鸟的声音,完全不顾危险,从而坠入猎网吗?”阿里斯提波对此也表示赞同。

§2.1.5

οὐκοῦν δοκεῖ σοι αἰσχρὸν εἶναι ἀνθρώπῳ ταὐτὰ πάσχειν τοῖς ἀφρονεστάτοις τῶν θηρίων; ὥσπερ οἱ μοιχοὶ εἰσέρχονται εἰς τὰς εἰρκτάς,2 εἰδότες ὅτι κίνδυνος τῷ μοιχεύοντι ἅ τε ὁ νόμος ἀπειλεῖ παθεῖν καὶ ἐνεδρευθῆναι καὶ ληφθέντα ὑβρισθῆναι· καὶ τηλικούτων μὲν ἐπικειμένων τῷ μοιχεύοντι κακῶν τε καὶ αἰσχρῶν, ὄντων δὲ πολλῶν τῶν ἀπολυσόντων τῆς τῶν ἀφροδισίων ἐπιθυμίας ἐν ἀδείᾳ, ὅμως εἰς τὰ ἐπικίνδυνα φέρεσθαι, ἆρʼ οὐκ ἤδη τοῦτο παντάπασι κακοδαιμονῶντός ἐστιν;

“那么,在你看来,人遭受与最无知的野兽相同的下场,岂不是可耻的吗?正如那些通奸者潜入私室,明知通奸者面临着遭受法律所威吓的惩罚、被伏击以及被捕后受辱的危险;既然面临着如此巨大的祸害与耻辱,并且有许多途径可以在安全之中宣泄肉欲,却依然奔向危险之中,这难道不完全是丧心病狂者的行径吗?”

§2.1.6

ἔμοιγε δοκεῖ, ἔφη. τὸ δὲ εἶναι μὲν τὰς ἀναγκαιοτάτας πλείστας πράξεις τοῖς ἀνθρώποις ἐν ὑπαίθρῳ, οἷον τάς τε πολεμικὰς καὶ τὰς γεωργικὰς καὶ τῶν ἄλλων οὐ τὰς ἐλαχίστας, τοὺς δὲ πολλοὺς ἀγυμνάστως ἔχειν3 πρός τε ψύχη καὶ θάλπη οὐ δοκεῖ σοι πολλὴ ἀμέλεια εἶναι; συνέφη καὶ τοῦτο. οὐκοῦν δοκεῖ σοι τὸν μέλλοντα ἄρχειν ἀσκεῖν δεῖν καὶ ταῦτα εὐπετῶς φέρειν;

“我看确实如此,”他说。“而人类绝大多数最必需的事务——诸如战事、农耕以及其余决不算小的事务——都在露天下进行,大众对寒冷和暑热却毫无锻炼,这在你看来难道不是极大的懈怠吗?”阿里斯提波对此也表示同意。“那么,在你看来,将要统治的人难道不应当锻炼自身并泰然承受这些吗?”

§2.1.7

πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν εἰ τοὺς ἐγκρατεῖς τούτων ἁπάντων εἰς τοὺς ἀρχικοὺς τάττομεν, τοὺς ἀδυνάτους ταῦτα ποιεῖν εἰς τοὺς μηδʼ ἀντιποιησομένους τοῦ ἄρχειν τάξομεν; συνέφη καὶ τοῦτο. τί οὖν; ἐπειδὴ καὶ τούτων ἑκατέρου τοῦ φύλου τὴν τάξιν οἶσθα, ἤδη ποτʼ ἐπεσκέψω, εἰς ποτέραν τῶν τάξεων τούτων σαυτὸν δικαίως ἂν τάττοις;

“完全应当,”他说。“那么,如果我们把在所有这些方面具有自制力的人归入统治者之列,我们岂不是要把无法做到这些的人归入甚至不去谋求统治权的人之列吗?”阿里斯提波对此也表示赞同。“那么,既然你明了这两个类别各自的位次,你可曾思考过,你理当将自己列入这两类之中的哪一类呢?”

语法注3 条
  1. 2.1.1βούλει σκοπῶμεν

    βούλει 后直接跟第一人称复数思考虚拟式 σκοπῶμεν 的并列结构(未加 ἵνα),属于口语中表示提议与征询意见的固定句式:“你愿意我们考察……吗?”

  2. 2.1.5ὥσπερ οἱ μοιχοὶ εἰσέρχονται εἰς τὰς εἰρκτάς

    包含破格结构(anacoluthon)的比较句。由 ὥσπερ 引导的比较从句开端,中途插入了分词独立结构与不定式短语(ἐπικειμένων... ὄντων δὲ...),最终在句尾收结于修辞反问句 ἆρʼ οὐκ ἤδη τοῦτο... ἐστιν。

  3. 2.1.6τὸ δὲ εἶναι μὲν τὰς ἀναγκαιοτάτας πλείστας πράξεις τοῖς ἀνθρώποις ἐν ὑπαίθρῳ... τοὺς δὲ πολλοὺς ἀγυμνάστως ἔχειν

    带冠词不定式结构 τὸ ... εἶναι μὲν ... τοὺς δὲ πολλοὺς ... ἀγυμνάστως ἔχειν 作为整体充当主句动词 οὐ δοκεῖ σοι 的主语(或标明话题的对格),与表语 πολλὴ ἀμέλεια εἶναι 形成搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.1.1-2.1.7