← 色诺芬

回忆苏格拉底

§2.1.15-2.1.21

自愿劳苦的价值与赫拉克勒斯的选择

苏格拉底反驳说,缺乏法律与盟友保护的异乡人极易遭受侵害,并可能沦为如懒散奴隶般的境地。随后他区分了自愿与被迫的劳苦,指出为了美德而自愿付出的辛劳伴随着希望与荣耀,并引用赫西俄德、埃庇卡摩斯的诗句及普罗狄科关于赫拉克勒斯的寓言来阐明德性修养的价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.15

σὺ δὲ οὐδὲν μὲν τούτων ἔχων, ἐν δὲ ταῖς ὁδοῖς, ἔνθα πλεῖστοι ἀδικοῦνται, πολὺν χρόνον διατρίβων, εἰς ὁποίαν δʼ ἂν πόλιν ἀφίκῃ, τῶν πολιτῶν πάντων ἥττων ὤν, καὶ τοιοῦτος, οἵοις μάλιστα ἐπιτίθενται οἱ βουλόμενοι ἀδικεῖν, ὅμως διὰ τὸ ξένος εἶναι οὐκ ἂν οἴει ἀδικηθῆναι; ἦ διότι αἱ πόλεις σοι κηρύττουσιν ἀσφάλειαν καὶ προσιόντι καὶ ἀπιόντι, θαρρεῖς; ἢ διότι καὶ δοῦλος ἂν οἴει τοιοῦτος εἶναι οἷος μηδενὶ δεσπότῃ λυσιτελεῖν; τίς γὰρ ἂν ἐθέλοι ἄνθρωπον ἐν οἰκίᾳ ἔχειν πονεῖν μὲν μηδὲν ἐθέλοντα, τῇ δὲ πολυτελεστάτῃ διαίτῃ χαίροντα;

“然而你既不具备这些保护手段,又在最容易遭受侵害的道路上花费大量时间,无论走到哪座城邦都弱于所有公民,而且恰恰是那些企图行不义之人最容易袭击的目标,即便如此,你难道认为单凭异乡人的身份便不会遭受侵害吗?抑或是因为城邦向你的出入皆宣告安全,你才感到高枕无忧?还是因为你自以为哪怕作为奴隶,也是那种对任何主人都无利可图的人?因为有谁愿意在家里养一个既不肯从事任何辛劳、又沉溺于极度奢靡生活的人呢?

§2.1.16

σκεψώμεθα δὲ καὶ τοῦτο, πῶς οἱ δεσπόται τοῖς τοιούτοις οἰκέταις χρῶνται. ἆρα οὐ τὴν μὲν λαγνείαν αὐτῶν τῷ λιμῷ σωφρονίζουσι; κλέπτειν δὲ κωλύουσιν ἀποκλείοντες ὅθεν ἄν τι λαβεῖν ᾖ; τοῦ δὲ δραπετεύειν δεσμοῖς ἀπείργουσι; τὴν ἀργίαν δὲ πληγαῖς ἐξαναγκάζουσιν; ἢ σὺ πῶς ποιεῖς, ὅταν τῶν οἰκετῶν τινα τοιοῦτον ὄντα καταμανθάνῃς;

我们不妨再考察这一点:主人是如何对待这类家仆的。难道不是用饥饿来管束他们的淫佚吗?难道不是通过锁闭一切可取之物来防止他们偷窃吗?难道不是用镣铐来阻止他们逃跑吗?难道不是用鞭笞来强迫他们克服懒惰吗?或者说,当你察觉到自己的某个家仆也是如此时,你又是如何处置的呢?”

§2.1.17

κολάζω, ἔφη, πᾶσι κακοῖς, ἕως ἂν δουλεύειν ἀναγκάσω. ἀλλὰ γάρ, ὦ Σώκρατες, οἱ εἰς τὴν βασιλικὴν τέχνην παιδευόμενοι, ἣν δοκεῖς μοι σὺ νομίζειν εὐδαιμονίαν εἶναι, τί διαφέρουσι τῶν ἐξ ἀνάγκης κακοπαθούντων, εἴ γε πεινήσουσι καὶ διψήσουσι καὶ ῥιγώσουσι καὶ ἀγρυπνήσουσι καὶ τἆλλα πάντα μοχθήσουσιν ἑκόντες; ἐγὼ μὲν γὰρ οὐκ οἶδʼ ὅ τι διαφέρει τὸ αὐτὸ δέρμα ἑκόντα ἢ ἄκοντα μαστιγοῦσθαι ἢ ὅλως τὸ αὐτὸ σῶμα πᾶσι τοῖς τοιούτοις ἑκόντα ἢ ἄκοντα πολιορκεῖσθαι ἄλλο γε ἢ ἀφροσύνη πρόσεστι τῷ θέλοντι τὰ λυπηρὰ ὑπομένειν.1

“我会用尽一切惩罚来惩治他们,”他说,“直到强迫他们听话服侍为止。然而,苏格拉底啊,那些接受王者之术教育的人——在我看来你似乎认为这就是幸福——如果他们确实心甘情愿地挨饿、受渴、受冻、失眠,并忍受其他一切艰辛,他们与那些被迫遭受苦难的人又有什么区别呢?因为在我看来,同一副皮囊无论心甘情愿还是被迫挨鞭子,或者大体而言,同一具躯体无论自愿还是被迫遭受这一切苦难的围困,除了把痛苦之事甘愿承受下来的人显得愚蠢之外,我看不出究竟有何不同。”

§2.1.18

τί δέ, ὦ Ἀρίστιππε; ὁ Σωκράτης ἔφη, οὐ δοκεῖ σοι τῶν τοιούτων διαφέρειν τὰ ἑκούσια τῶν ἀκουσίων, ᾗ ὁ μὲν ἑκὼν πεινῶν φάγοι ἂν ὁπότε βούλοιτο καὶ ὁ ἑκὼν διψῶν πίοι καὶ τἆλλα ὡσαύτως, τῷ δʼ ἐξ ἀνάγκης ταῦτα πάσχοντι οὐκ ἔξεστιν ὁπόταν βούληται παύεσθαι; ἔπειτα ὁ μὲν ἑκουσίως ταλαιπωρῶν ἐπʼ ἀγαθῇ ἐλπίδι πονῶν εὐφραίνεται, οἷον οἱ τὰ θηρία θηρῶντες ἐλπίδι τοῦ λήψεσθαι ἡδέως μοχθοῦσι.

“怎么会呢,阿里斯提波?”苏格拉底说,“难道你认为在这些事情上,自愿与非自愿没有差别吗?自愿挨饿的人可以在想吃的时候吃,自愿受渴的人可以在想喝的时候喝,其余诸事也是如此;然而出于无奈而承受这些痛苦的人,却不能在想停的时候停止。

§2.1.19

καὶ τὰ μὲν τοιαῦτα ἆθλα τῶν πόνων μικροῦ τινος ἄξιά ἐστι, τοὺς δὲ πονοῦντας ἵνα φίλους ἀγαθοὺς κτήσωνται, ἢ ὅπως ἐχθροὺς χειρώσωνται, ἢ ἵνα δυνατοὶ γενόμενοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς καὶ τὸν ἑαυτῶν οἶκον καλῶς οἰκῶσι καὶ τοὺς φίλους εὖ ποιῶσι καὶ τὴν πατρίδα εὐεργετῶσι, πῶς οὐκ οἴεσθαι χρὴ τούτους καὶ πονεῖν ἡδέως εἰς τὰ τοιαῦτα καὶ ζῆν εὐφραινομένους, ἀγαμένους μὲν ἑαυτούς, ἐπαινουμένους δὲ καὶ ζηλουμένους ὑπὸ τῶν ἄλλων;

再者,自愿受苦的人因心怀美好的希望而在劳作中感到快乐,正如那些狩猎野兽的人,怀着将其捕获的希望而欣然辛劳一样。

§2.1.20

ἔτι δὲ αἱ μὲν ῥᾳδιουργίαι καὶ ἐκ τοῦ παραχρῆμα ἡδοναὶ οὔτε σώματι εὐεξίαν ἱκαναί εἰσιν ἐνεργάζεσθαι, ὥς φασιν οἱ γυμνασταί, οὔτε ψυχῇ ἐπιστήμην ἀξιόλογον οὐδεμίαν ἐμποιοῦσιν, αἱ δὲ διὰ καρτερίας ἐπιμέλειαι τῶν καλῶν τε κἀγαθῶν ἔργων ἐξικνεῖσθαι ποιοῦσιν,2 ὥς φασιν οἱ ἀγαθοὶ ἄνδρες. λέγει δέ που καὶ Ἡσίοδος· "τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει. τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηαι, ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα." μαρτυρεῖ δὲ καὶ Ἐπίχαρμος ἐν τῷδε· "τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθʼ οἱ θεοί." καὶ ἐν ἄλλῳ δὲ φησίν· "ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρʼ ἔχῃς.3"

而且那种劳苦的回报固然价值微薄,但那些为了结交良友、征服敌人,或是为了使身心兼具能力从而把自己的家业治理妥帖、善待朋友、造福祖国而辛勤劳作的人,怎么能不认为他们既为这些事业欣然劳作,又在自尊自爱、深受他人称赞与羡慕的喜悦中生活呢? 再者,正如体操教练们所言,怠惰与当下的享乐既不足以使身体产生良好的状态,也未能给灵魂注入任何值得称道的知识;正如贤良之人所言,唯有通过坚韧的毅力所付出的操持,方能达成善美的事业。赫西俄德在某处也曾说道: ‘因为恶行即便是成群结队也可以轻易求得, 毫无困难;道路平坦,且它就住在近旁。 然而在美德面前,不朽的神明却设下了汗水; 通往美德的道路漫长而陡峭, 起初更是崎岖坎坷;可一旦登上了顶峰, 即便曾经艰难,此后也会变得平易。’ 埃庇卡摩斯在此句中亦作证道: ‘神明以劳苦为代价,向我们出售一切美善之物。’ 他在另一处又说: ‘可怜的人啊,莫要贪求舒适,免得招致艰辛。’

§2.1.21

καὶ Πρόδικος δὲ ὁ σοφὸς ἐν τῷ συγγράμματι τῷ περὶ Ἡρακλέους, ὅπερ δὴ καὶ πλείστοις ἐπιδείκνυται, ὡσαύτως περὶ τῆς ἀρετῆς ἀποφαίνεται, ὧδέ πως λέγων, ὅσα ἐγὼ μέμνημαι. φησὶ γὰρ Ἡρακλέα, ἐπεὶ ἐκ παίδων εἰς ἥβην ὡρμᾶτο, ἐν ᾗ οἱ νέοι ἤδη αὐτοκράτορες γιγνόμενοι δηλοῦσιν εἴτε τὴν διʼ ἀρετῆς ὁδὸν τρέψονται ἐπὶ τὸν βίον εἴτε τὴν διὰ κακίας, ἐξελθόντα εἰς ἡσυχίαν καθῆσθαι ἀποροῦντα ποτέραν τῶν ὁδῶν τράπηται·

智者普罗狄科在他论述赫拉克勒斯的那篇向极多人宣讲的著作中,对美德也表达了同样的见解;据我所记,他的话大致如下。他说,当赫拉克勒斯从童年迈入青春期时——正是在这一时期,青年人开始能够自主,并显露出他们将踏上通往美德的人生道路,还是踏上通往恶德的道路——他走到了一个幽静之处坐了下来,困惑于究竟该选择哪一条道路:”

语法注3 条
  1. 2.1.17ἄλλο γε ἢ ἀφροσύνη πρόσεστι τῷ θέλοντι τὰ λυπηρὰ ὑπομένειν

    短语 ἄλλο γε ἤ 是表示“除了……之外”的习惯表达。在此处紧承前方的否定从句 οὐκ οἶδʼ ὅ τι διαφέρει,引出唯一的例外情况:“除了甘愿忍受痛苦之人显得愚蠢之外(看不出有何不同)”。

  2. 2.1.20τῶν καλῶν τε κἀγαθῶν ἔργων ἐξικνεῖσθαι ποιοῦσιν

    动词 ἐξικνέομαι(达到、达成)支配属格补足语 τῶν καλῶν τε κἀγαθῶν ἔργων。整个结构为 ποιέω 加不定式(ἐξικνεῖσθαι)构成的使役句式,意为“使人达成善美的事业”。

  3. 2.1.20ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρʼ ἔχῃς

    词形 μῶσο 是多利安方言动词 μώομαι(寻求、争取)的现在时中被动态第二人称单数命令式,与 μή 连用构成否定祈使。其后的 μὴ ... ἔχῃς 是带有现在时虚拟式的否定目的从句(或顾虑从句),意为“免得你遭受艰难”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.1.15-2.1.21