← 色诺芬

回忆苏格拉底

§2.1.22-2.1.28

美德与恶德的现身及对赫拉克勒斯的劝诱

赫拉克勒斯面前出现了庄重的妇人(美德)与盛装妖艳的妇人(恶德);恶德许诺一条安逸享乐的人生道路并自称“幸福”,而美德则告诫他,若无辛劳操持与汗水磨砺,神明绝不赐予真正的美善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.22

καὶ φανῆναι αὐτῷ δύο γυναῖκας προσιέναι μεγάλας, τὴν μὲν ἑτέραν εὐπρεπῆ τε ἰδεῖν καὶ ἐλευθέριον φύσει, κεκοσμημένην τὸ μὲν σῶμα καθαρότητι, τὰ δὲ ὄμματα αἰδοῖ, τὸ δὲ σχῆμα σωφροσύνῃ, ἐσθῆτι δὲ λευκῇ, τὴν δʼ ἑτέραν τεθραμμένην μὲν εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα, κεκαλλωπισμένην δὲ τὸ μὲν χρῶμα ὥστε λευκοτέραν τε καὶ ἐρυθροτέραν τοῦ ὄντος δοκεῖν φαίνεσθαι, τὸ δὲ σχῆμα ὥστε δοκεῖν ὀρθοτέραν τῆς φύσεως εἶναι, τὰ δὲ ὄμματα ἔχειν ἀναπεπταμένα, ἐσθῆτα δὲ ἐξ ἧς ἂν μάλιστα ὥρα διαλάμποι· κατασκοπεῖσθαι δὲ θαμὰ ἑαυτήν, ἐπισκοπεῖν δὲ καὶ εἴ τις ἄλλος αὐτὴν θεᾶται, πολλάκις δὲ καὶ εἰς τὴν ἑαυτῆς σκιὰν ἀποβλέπειν.

据说,有两位身材高大的妇人向他走来:其中一位相貌端庄,天性高雅,躯体修饰得洁净,双目修饰以谦逊,姿态修饰以审慎,身着一袭白衣;另一位则被滋养得体态丰腴、肌肤柔嫩,肤色修饰得看起来比原本更为白皙红润,身段修饰得看起来比天然更为挺拔,双目圆睁,所穿衣服最能透显出盛年之美;她时常打量自己,四处张望是否有人在注视她,还频频回头端详自己的影子。

§2.1.23

ὡς δʼ ἐγένοντο πλησιαίτερον τοῦ Ἡρακλέους, τὴν μὲν πρόσθεν ῥηθεῖσαν ἰέναι τὸν αὐτὸν τρόπον, τὴν δʼ ἑτέραν φθάσαι βουλομένην προσδραμεῖν τῷ Ἡρακλεῖ καὶ εἰπεῖν· ὁρῶ σε, ὦ Ἡράκλεις, ἀποροῦντα ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράπῃ. ἐὰν οὖν ἐμὲ φίλην ποιησάμενος,1 τὴν ἡδίστην τε καὶ ῥᾴστην ὁδὸν ἄξω σε, καὶ τῶν μὲν τερπνῶν οὐδενὸς ἄγευστος ἔσει, τῶν δὲ χαλεπῶν ἄπειρος διαβιώσῃ.

当她们走得离赫拉克勒斯更近时,先前述及的那位妇人依然按原样前行,而另一位想要抢先一步,便奔向赫拉克勒斯说道:“赫拉克勒斯啊,我见你正困惑于选择哪条道路来度过人生。因此,只要你与我结为友伴,我就会引领你走上一条最为愉悦、最为平易的道路;你不仅不会尝不到任何乐事,反而将终身免于艰难困苦的经历。

§2.1.24

πρῶτον μὲν γὰρ οὐ πολέμων οὐδὲ πραγμάτων φροντιεῖς, ἀλλὰ σκοπούμενος διέσῃ τί ἂν κεχαρισμένον ἢ σιτίον ἢ ποτὸν εὕροις, ἢ τί ἂν ἰδὼν ἢ ἀκούσας τερφθείης ἢ τίνων ὀσφραινόμενος ἢ ἁπτόμενος, τίσι δὲ παιδικοῖς ὁμιλῶν μάλιστʼ ἂν εὐφρανθείης, καὶ πῶς ἂν μαλακώτατα καθεύδοις, καὶ πῶς ἂν ἀπονώτατα τούτων πάντων τυγχάνοις.

因为首先,你无需顾虑战争或劳烦琐事,只需时刻盘算着能找到什么合意的美食或佳酿,观看或聆听什么能获得愉悦,嗅闻或抚摸什么能感到舒适,与怎样的娈童交往能最感欢欣,怎样才能睡得最柔软安适,又怎样才能最不费力地获得这一切。

§2.1.25

ἐὰν δέ ποτε γένηταί τις ὑποψία σπάνεως ἀφʼ ὧν ἔσται ταῦτα, οὐ φόβος μή σε ἀγάγω ἐπὶ τὸ πονοῦντα καὶ ταλαιπωροῦντα τῷ σώματι καὶ τῇ ψυχῇ ταῦτα πορίζεσθαι, ἀλλʼ οἷς ἂν οἱ ἄλλοι ἐργάζωνται, τούτοις σὺ χρήσῃ, οὐδενὸς ἀπεχόμενος ὅθεν ἂν δυνατὸν ᾖ τι κερδᾶναι. πανταχόθεν γὰρ ὠφελεῖσθαι τοῖς ἐμοὶ συνοῦσιν ἐξουσίαν ἐγὼ παρέχω.

即使何时起了一丝怀疑,担心供给这些享受的资财匮乏,你也不必害怕我会驱使你身心劳苦地去谋取它们;相反,别人劳作所得之物,你皆可尽情享用,凡有可能获利之处,你绝无需回避。因为凡与我相伴之人,我都给予他们从四面八方获取利益的特权。”

§2.1.26

καὶ ὁ Ἡρακλῆς ἀκούσας ταῦτα, ὦ γύναι, ἔφη, ὄνομα δέ σοι τί ἐστιν; ἡ δέ, οἱ μὲν ἐμοὶ φίλοι, ἔφη, καλοῦσί με Εὐδαιμονίαν, οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι2 ὀνομάζουσι Κακίαν.

赫拉克勒斯听了这些话便问道:“妇人,你叫什么名字?”她回答说:“我的朋友们称我为‘幸福’,而那些痛恨我的人则给我起绰号,称我为‘恶德’。”

§2.1.27

καὶ ἐν τούτῳ ἡ ἑτέρα γυνὴ προσελθοῦσα εἶπε· καὶ ἐγὼ ἥκω πρὸς σέ, ὦ Ἡράκλεις, εἰδυῖα τοὺς γεννήσαντάς σε καὶ τὴν φύσιν τὴν σὴν ἐν τῇ παιδείᾳ καταμαθοῦσα, ἐξ ὧν ἐλπίζω, εἰ τὴν πρὸς ἐμὲ ὁδὸν τράποιο, σφόδρʼ ἄν σε τῶν καλῶν καὶ σεμνῶν ἀγαθὸν ἐργάτην γενέσθαι καὶ ἐμὲ ἔτι πολὺ ἐντιμοτέραν καὶ ἐπʼ ἀγαθοῖς διαπρεπεστέραν φανῆναι. οὐκ ἐξαπατήσω δέ σε προοιμίοις ἡδονῆς, ἀλλʼ ᾗπερ οἱ θεοὶ διέθεσαν τὰ ὄντα διηγήσομαι μετʼ ἀληθείας.

正在这时,另一位妇人走上前来,说道:“赫拉克勒斯啊,我也来到你身旁,因为我知晓生养你的父母,并在你的教养过程中观察到了你的天性;因此我满怀期望,你若转向通往我这里的道路,必能成为善美崇高功业的杰出实行者,而我也将显得更加受人敬重,因诸多善事而更加声名显赫。我不会用享乐的序曲来欺瞒你,而是要依照神明对万物的安排,如实向你陈说。

§2.1.28

τῶν γὰρ ὄντων ἀγαθῶν καὶ καλῶν οὐδὲν ἄνευ πόνου καὶ ἐπιμελείας θεοὶ διδόασιν3 ἀνθρώποις, ἀλλʼ εἴτε τοὺς θεοὺς ἵλεως εἶναί σοι βούλει, θεραπευτέον τοὺς θεούς,4 εἴτε ὑπὸ φίλων ἐθέλεις ἀγαπᾶσθαι, τοὺς φίλους εὐεργετητέον, εἴτε ὑπό τινος πόλεως ἐπιθυμεῖς τιμᾶσθαι, τὴν πόλιν ὠφελητέον, εἴτε ὑπὸ τῆς Ἑλλάδος πάσης ἀξιοῖς ἐπʼ ἀρετῇ θαυμάζεσθαι, τὴν Ἑλλάδα πειρατέον εὖ ποιεῖν, εἴτε γῆν βούλει σοι καρποὺς ἀφθόνους φέρειν, τὴν γῆν θεραπευτέον, εἴτε ἀπὸ βοσκημάτων οἴει δεῖν πλουτίζεσθαι, τῶν βοσκημάτων ἐπιμελητέον, εἴτε διὰ πολέμου ὁρμᾷς αὔξεσθαι καὶ βούλει δύνασθαι τούς τε φίλους ἐλευθεροῦν καὶ τοὺς ἐχθροὺς χειροῦσθαι, τὰς πολεμικὰς τέχνας αὐτάς τε παρὰ τῶν ἐπισταμένων μαθητέον καὶ ὅπως αὐταῖς δεῖ χρῆσθαι ἀσκητέον· εἰ δὲ καὶ τῷ σώματι βούλει δυνατὸς εἶναι, τῇ γνώμῃ ὑπηρετεῖν ἐθιστέον τὸ σῶμα καὶ γυμναστέον σὺν πόνοις καὶ ἱδρῶτι.

因为在一切真实存在的美善之物中,没有哪一样是神明不经辛劳与操持便赐予人类的。若你希望神明垂怜于你,就必须事奉神明;若你渴望被朋友所爱戴,就必须造福朋友;若你期盼受到某个城邦的尊崇,就必须有益于城邦;若你自期因美德而受到全希腊的赞叹,就必须努力善待希腊;若你希望土地为你结出丰硕的果实,就必须耕作土地;若你认为应当从牲畜中致富,就必须照料牲畜;若你渴望通过战争壮大自身,并希望能够解救朋友、降服敌人,就必须向行家里手学习战争技艺本身,并操练应当如何使用它们;如果你还希望身体强健有力,就必须使身体习惯于听从心智的调遣,并在辛劳与汗水中加以锻炼。”

语法注4 条
  1. 2.1.23ἐὰν οὖν ἐμὲ φίλην ποιησάμενος

    破格句(anacoluthon):条件连词 ἐάν 之后并未接续虚拟语气的限定动词,而是直接出现分词 ποιησάμενος,并直接引向主句 ἄξω。逻辑上表达条件:“如果(随从我并)视我为友伴”。

  2. 2.1.26ὑποκοριζόμενοι

    动词 ὑποκορίζομαι 本义为“取爱称”、“委婉称呼”,在此处带有反讽意味,指敌人嘲弄、贬损地“起外号/扣帽子”。

  3. 2.1.28τῶν γὰρ ὄντων ἀγαθῶν καὶ καλῶν οὐδὲν ἄνευ πόνου καὶ ἐπιμελείας θεοὶ διδόασιν

    τῶν ὄντων ἀγαθῶν καὶ καλῶν 是部分属格(partitive genitive),修饰主句及物动词 διδόασιν 的直接宾语 οὐδέν,意为“在一切真实存在的美善之物中,没有哪一样……”。

  4. 2.1.28θεραπευτέον τοὺς θεούς

    中性单数动形词 θεραπευτέον(以及其后接续出现的 εὐεργετητέον、ὠφελητέον 等)以无人称用法表示必要性或义务(“必须……”),并保留支配宾格直接宾语(如 τοὺς θεούς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:2.1.22-2.1.28