- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.7.1-1.7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底通过阐述冒充优秀的笛手、将领、舵手或富人等角色的愚蠢与危害,痛斥无能却妄图治理城邦者为最大的骗子,以此劝戒同伴切勿虚夸造假,而应脚踏实地修养德行。
ἐπισκεψώμεθα δὲ εἰ καὶ ἀλαζονείας ἀποτρέπων τοὺς συνόντας ἀρετῆς ἐπιμελεῖσθαι προέτρεπεν· ἀεὶ γὰρ ἔλεγεν ὡς οὐκ εἴη καλλίων ὁδὸς ἐπʼ εὐδοξίαν ἢ διʼ ἧς ἄν τις ἀγαθὸς τοῦτο γένοιτο, ὃ καὶ δοκεῖν βούλοιτο. ὅτι δʼ ἀληθῆ ἔλεγεν, ὧδʼ ἐδίδασκεν·
我们不妨也考察一下,他是否在告诫同伴远离吹嘘的同时,劝勉他们去操持德性。因为他总是说,通往良好声誉的最佳道路,莫过于在自己希望显得擅长的事情上,让自己真正成为优秀的行家。至于他所言非虚,他是这样教导的:
ἐνθυμώμεθα γάρ, ἔφη, εἴ τις μὴ ὢν ἀγαθὸς αὐλητὴς δοκεῖν βούλοιτο, τί ἂν αὐτῷ ποιητέον εἴη. ἆρʼ οὐ τὰ ἔξω τῆς τέχνης μιμητέον τοὺς ἀγαθοὺς αὐλητάς;1 καὶ πρῶτον μέν, ὅτι ἐκεῖνοι σκεύη τε καλὰ κέκτηνται καὶ ἀκολούθους πολλοὺς περιάγονται, καὶ τούτῳ ταῦτα ποιητέον· ἔπειτα, ὅτι ἐκείνους πολλοὶ ἐπαινοῦσι, καὶ τούτῳ πολλοὺς ἐπαινέτας παρασκευαστέον. ἀλλὰ μὴν ἔργον γε οὐδαμοῦ ληπτέον, ἢ εὐθὺς ἐλεγχθήσεται γελοῖος ὢν καὶ οὐ μόνον αὐλητὴς κακός, ἀλλὰ καὶ ἄνθρωπος ἀλαζών. καίτοι πολλὰ μὲν δαπανῶν, μηδὲν δʼ ὠφελούμενος, πρὸς δὲ τούτοις κακοδοξῶν, πῶς οὐκ ἐπιπόνως τε καὶ ἀλυσιτελῶς καὶ καταγελάστως βιώσεται;
他说:“我们来想一想,如果一个并非优秀笛手的人想要显出高超的样子,他该做些什么呢?难道不是必须在技艺之外的事项上模仿优秀的笛手吗?首先,既然那些笛手拥有精美的器具,出入带许多随从,他也必须照此办理;其次,既然有很多人赞扬那些笛手,他也必须为自己网罗大批吹捧者。然而,他绝不能承担真正的演奏,否则立刻就会被揭穿而沦为笑柄,不仅是个拙劣的笛手,更是个吹牛行骗之徒。但是,如果一个人耗费甚巨却一无所获,此外还落得个坏名声,他怎么可能不生活在艰难困苦、毫无益处且为人嗤笑之中呢?”
ὣς δʼ αὔτως εἴ τις βούλοιτο στρατηγὸς ἀγαθὸς μὴ ὢν φαίνεσθαι ἢ κυβερνήτης, ἐννοῶμεν τί ἂν αὐτῷ συμβαίνοι. ἆρʼ οὐκ ἄν, εἰ μὲν ἐπιθυμῶν τοῦ δοκεῖν ἱκανὸς εἶναι ταῦτα πράττειν μὴ δύναιτο πείθειν, τοῦτʼ εἴη λυπηρόν, εἰ δὲ πείσειεν, ἔτι ἀθλιώτερον; δῆλον γὰρ ὅτι κυβερνᾶν κατασταθεὶς ὁ μὴ ἐπιστάμενος ἢ στρατηγεῖν ἀπολέσειεν ἂν οὓς ἥκιστα βούλοιτο καὶ αὐτὸς αἰσχρῶς ἂν καὶ κακῶς ἀπαλλάξειεν.
“同样,如果有人既非优秀的将领也非优秀的舵手,却企求显得如此,我们来想想看他会落得什么下场。如果他渴望被视作有能力担当重任却无法说服众人,这固然令人痛苦;但如果他说服了众人,难道不会招致更为凄惨的境地吗?因为显而易见,毫无真才实学之人被委以操舵或统军之职,不仅会害死他最不愿加害的人,自己也必定狼狈不堪、祸患缠身。”
ὡσαύτως δὲ καὶ τὸ πλούσιον καὶ τὸ ἀνδρεῖον καὶ τὸ ἰσχυρὸν μὴ ὄντα δοκεῖν ἀλυσιτελὲς ἀπέφαινε· προστάττεσθαι γὰρ αὐτοῖς ἔφη μείζω ἢ κατὰ δύναμιν, καὶ μὴ δυναμένους ταῦτα ποιεῖν, δοκοῦντας ἱκανοὺς εἶναι, συγγνώμης οὐκ ἂν τυγχάνειν.
同样,他也指出,并非富有、勇敢或强壮,却试图显得如此,也是百害而无一利的。因为他说,交付给他们的任务往往会超出其实际力量,而既然他们被认为胜任却无法完成这些任务,就不会得到任何宽恕。
ἀπατεῶνα δʼ ἐκάλει οὐ μικρὸν μὲν οὐδʼ εἴ τις ἀργύριον ἢ σκεῦος παρά του πειθοῖ λαβὼν ἀποστεροίη, πολὺ δὲ μέγιστον ὅστις μηδενὸς ἄξιος ὢν ἐξηπατήκοι πείθων ὡς ἱκανὸς εἴη τῆς πόλεως ἡγεῖσθαι.2 ἐμοὶ μὲν οὖν ἐδόκει καὶ τοῦ ἀλαζονεύεσθαι ἀποτρέπειν τοὺς συνόντας τοιάδε διαλεγόμενος.
他还认为,如果有人通过游说借得他人的金钱或器具后赖着不还,固然算得上是不小的骗子;但那些一无所能、却巧言令色让人相信其足以治理城邦的人,则是最为恶劣的巨骗。因此在我看来,他通过这样的交谈,确实是在劝阻同伴们切勿虚妄自吹。
- 1.7.2ἆρʼ οὐ τὰ ἔξω τῆς τέχνης μιμητέον τοὺς ἀγαθοὺς αὐλητάς;
动词性形容词 μιμητέον(中性单数)在此作非人称用法,承袭动词 μιμέομαι 的句法支配双宾格:模仿的内容 τὰ ἔξω τῆς τέχνης(技艺之外的事物)与被模仿的对象 τοὺς ἀγαθοὺς αὐλητάς(优秀的笛手)。动作主体的与格(αὐτῷ)根据上下文省略。
- 1.7.5ἀπατεῶνα δʼ ἐκάλει οὐ μικρὸν μὲν οὐδʼ εἴ τις ἀργύριον ἢ σκεῦος παρά του πειθοῖ λαβὼν ἀποστεροίη, πολὺ δὲ μέγιστον ὅστις μηδενὸς ἄξιος ὢν ἐξηπατήκοι πείθων ὡς ἱκανὸς εἴη τῆς πόλεως ἡγεῖσθαι.
动词 ἐκάλει 的宾语补足语(述语宾格)ἀπατεῶνα 前置,统摄两个形成对比的宾语从句结构:前半是用弱陈法构成的条件句结构(οὐ μικρὸν [ἀπατεῶνα] οὐδʼ εἴ τις...,即“哪怕有人……也不是小骗子”),后半是带最高级的关系代词从句(πολὺ δὲ μέγιστον [ἀπατεῶνα] ὅστις...,“而那……的人则是最大的骗子”)。
