← 色诺芬

回忆苏格拉底

§1.6.9-1.6.15

寡欲近神与分享智慧的政治关怀

苏格拉底论述无欲无求方为接近神圣,表明自己不以智慧牟利而是与朋友共享典籍以增进德性,并强调培养众多有能力参政的公民才是自己参与国政的最有效方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.9

οἴει οὖν ἀπὸ πάντων τούτων τοσαύτην ἡδονὴν εἶναι ὅσην ἀπὸ τοῦ ἑαυτόν τε ἡγεῖσθαι βελτίω γίγνεσθαι καὶ φίλους ἀμείνους κτᾶσθαι; ἐγὼ τοίνυν διατελῶ ταῦτα νομίζων. ἐὰν δὲ δὴ φίλους ἢ πόλιν ὠφελεῖν δέῃ, ποτέρῳ ἡ πλείων σχολὴ τούτων ἐπιμελεῖσθαι, τῷ ὡς ἐγὼ νῦν ἢ τῷ ὡς σὺ μακαρίζεις διαιτωμένῳ; στρατεύοιτο δὲ πότερος ἂν ῥᾷον, ὁ μὴ δυνάμενος ἄνευ πολυτελοῦς διαίτης ζῆν ἢ ᾧ τὸ παρὸν ἀρκοίη; ἐκπολιορκηθείη δὲ πότερος ἂν θᾶττον, ὁ τῶν χαλεπωτάτων εὑρεῖν δεόμενος ἢ ὁ τοῖς ῥᾴστοις ἐντυγχάνειν ἀρκούντως χρώμενος;

“那么,你认为从这一切中获得的快乐,能比得上自认在变得更好、并在结交更优秀的朋友中所获得的快乐吗?我始终是这样认为的。但如果需要对朋友或城邦施以助益,这二人中谁有更多的闲暇来操心这些事呢:是像我如今这样生活的人,还是像你赞美为幸福那样生活的人?又有哪一个能更轻松地从军出征:是没有奢华饮食就无法生存的人,还是对手头所有感到满足的人?哪一个在被围困时会更快弹尽粮绝:是需要最难筹措之物的人,还是安于享用唾手可得之物的人?

§1.6.10

ἔοικας, ὦ Ἀντιφῶν, τὴν εὐδαιμονίαν οἰομένῳ τρυφὴν καὶ πολυτέλειαν εἶναι·1 ἐγὼ δὲ νομίζω τὸ μὲν μηδενὸς δεῖσθαι θεῖον εἶναι, τὸ δʼ ὡς ἐλαχίστων ἐγγυτάτω τοῦ θείου, καὶ τὸ μὲν θεῖον κράτιστον, τὸ δʼ ἐγγυτάτω τοῦ θείου ἐγγυτάτω τοῦ κρατίστου.

安提丰啊,你似乎是把幸福当作了奢侈与挥霍;但我却认为,一无所求乃是神圣的,所求尽可能少则最接近神圣,神圣之物是至善的,而最接近神圣之物的,也就最接近至善。”

§1.6.11

πάλιν δέ ποτε ὁ Ἀντιφῶν διαλεγόμενος τῷ Σωκράτει εἶπεν· ὦ Σώκρατες, ἐγώ τοί σε δίκαιον μὲν νομίζω, σοφὸν δὲ οὐδʼ ὁπωστιοῦν· δοκεῖς δέ μοι καὶ αὐτὸς τοῦτο γιγνώσκειν· οὐδένα γοῦν τῆς συνουσίας ἀργύριον πράττῃ. καίτοι τό γε ἱμάτιον ἢ τὴν οἰκίαν ἢ ἄλλο τι ὧν κέκτησαι νομίζων ἀργυρίου ἄξιον εἶναι οὐδενὶ ἂν μὴ ὅτι προῖκα δοίης, ἀλλʼ οὐδʼ ἔλαττον τῆς ἀξίας λαβών.2

又有一次,安提丰在与苏格拉底交谈时说道:“苏格拉底啊,我确实认为你是个正直的人,但绝非智者;而且依我看,你自己也清楚这一点:至少你与人相从并不收取任何金钱。然而,你的外衣、房舍或你所拥有的其他任何财产,如果你认为它们值钱,你对任何人莫说白白赠送,哪怕少于其价值你也绝不会转让。

§1.6.12

δῆλον δὴ ὅτι εἰ καὶ τὴν συνουσίαν ᾤου τινὸς ἀξίαν εἶναι, καὶ ταύτης ἂν οὐκ ἔλαττον τῆς ἀξίας ἀργύριον ἐπράττου. δίκαιος μὲν οὖν ἂν εἴης, ὅτι οὐκ ἐξαπατᾷς ἐπὶ πλεονεξίᾳ, σοφὸς δὲ οὐκ ἄν, μηδενός γε ἄξια ἐπιστάμενος.

显然,如果你认为自己的交往也有价值,你也必定会为此索取不少于其价值的金钱。因此,你固然可以说是正直的,因为你没有出于贪婪而欺诈;但你绝不是智者,因为你所通晓的不过是毫无价值的事物。”

§1.6.13

ὁ δὲ Σωκράτης πρὸς ταῦτα εἶπεν· ὦ Ἀντιφῶν, παρʼ ἡμῖν νομίζεται τὴν ὥραν καὶ τὴν σοφίαν ὁμοίως μὲν καλόν, ὁμοίως δὲ αἰσχρὸν διατίθεσθαι εἶναι.3 τήν τε γὰρ ὥραν ἐὰν μέν τις ἀργυρίου πωλῇ τῷ βουλομένῳ, πόρνον αὐτὸν ἀποκαλοῦσιν, ἐὰν δέ τις, ὃν ἂν γνῷ καλόν τε κἀγαθὸν ἐραστὴν ὄντα, τοῦτον φίλον ἑαυτῷ ποιῆται, σώφρονα νομίζομεν· καὶ τὴν σοφίαν ὡσαύτως τοὺς μὲν ἀργυρίου τῷ βουλομένῳ πωλοῦντας σοφιστὰς ἀποκαλοῦσιν, ὅστις δὲ ὃν ἂν γνῷ εὐφυᾶ ὄντα διδάσκων ὅ τι ἂν ἔχῃ ἀγαθὸν φίλον ποιεῖται, τοῦτον νομίζομεν, ἃ τῷ καλῷ κἀγαθῷ πολίτῃ προσήκει, ταῦτα ποιεῖν.

苏格拉底对此回答道:“安提丰啊,在我们这里,人们认为对于美色与智慧,同样既有高尚的处置方式,也有可耻的处置方式。因为一个人的青春美貌,若为了金钱卖给任何想要的人,人们便称他为男妓;但若有人认准对方是品格端正的爱慕者而与之结为朋友,我们便认为他是知节守礼的。对于智慧也是如此:把智慧为了金钱卖给任何想要的人,人们称他们为诡辩家;但如果有人认出对方天资优异,便传授自己所拥有的美德善行而与之结为朋友,我们就认为此人所行的,正是合乎优秀的城邦公民之举。

§1.6.14

ἐγὼ δʼ οὖν καὶ αὐτός, ὦ Ἀντιφῶν, ὥσπερ ἄλλος τις ἢ ἵππῳ ἀγαθῷ ἢ κυνὶ ἢ ὄρνιθι ἥδεται, οὕτω καὶ ἔτι μᾶλλον ἥδομαι φίλοις ἀγαθοῖς, καὶ ἐάν τι ἔχω ἀγαθόν, διδάσκω, καὶ ἄλλοις συνίστημι παρʼ ὧν ἂν ἡγῶμαι ὠφελήσεσθαί τι αὐτοὺς εἰς ἀρετήν· καὶ τοὺς θησαυροὺς τῶν πάλαι σοφῶν ἀνδρῶν, οὓς ἐκεῖνοι κατέλιπον ἐν βιβλίοις γράψαντες, ἀνελίττων κοινῇ σὺν τοῖς φίλοις διέρχομαι, καὶ ἄν τι ὁρῶμεν ἀγαθὸν ἐκλεγόμεθα· καὶ μέγα νομίζομεν κέρδος, ἐὰν ἀλλήλοις φίλοι γιγνώμεθα. ἐμοὶ μὲν δὴ ταῦτα ἀκούοντι ἐδόκει αὐτός τε μακάριος εἶναι καὶ τοὺς ἀκούοντας ἐπὶ καλοκἀγαθίαν ἄγειν.

因此,安提丰啊,正如别人喜爱骏马、猎犬或禽鸟一样,我自己甚至更为喜爱优秀的友人;若我拥有什么益处,我便倾囊相授,并把他们引荐给其他我认为能帮助他们在德性上有所长进的人。古代先贤留在书卷中的宝藏,我也与友人们一同展开研读,若见到什么精妙善好之处,我们便摘录下来;若能彼此结为挚友,我们便视之为莫大的收获。”对我这个旁听者而言,他显得自己既是至福的,又引导着听众走向崇高俊美之德。

§1.6.15

καὶ πάλιν ποτὲ τοῦ Ἀντιφῶντος ἐρομένου αὐτόν, πῶς ἄλλους μὲν ἡγεῖται πολιτικοὺς ποιεῖν, αὐτὸς δʼ οὐ πράττει τὰ πολιτικά, εἴπερ ἐπίσταται· ποτέρως δʼ ἄν, ἔφη, ὦ Ἀντιφῶν, μᾶλλον τὰ πολιτικὰ πράττοιμι, εἰ μόνος αὐτὰ πράττοιμι ἢ εἰ ἐπιμελοίμην τοῦ ὡς πλείστους ἱκανοὺς εἶναι πράττειν αὐτά;4

又有一次,安提丰问他,既然他自认能把别人造就为政治家,为何自己却不参与国政(如果他当真通晓的话)。苏格拉底说:“安提丰啊,究竟在哪一种情形下我能更多地参与国政呢:是我独自一人去从事国政,还是由我尽心竭力使尽可能多的人有能力去从事国政呢?”

语法注4 条
  1. 1.6.10ἔοικας, ὦ Ἀντιφῶν, τὴν εὐδαιμονίαν οἰομένῳ τρυφὴν καὶ πολυτέλειαν εἶναι

    动词 ἔοικας 此处支配与格分词 οἰομένῳ,而非主格补足语(οἰόμενος)。这是因为 ἔοικα 采用了表示相似的与格句式(“你就像一个认为……的人”),在指向上与主语“你”同指。

  2. 1.6.11οὐδενὶ ἂν μὴ ὅτι προῖκα δοίης, ἀλλʼ οὐδʼ ἔλαττον τῆς ἀξίας λαβών

    成语句式 μὴ ὅτι ... ἀλλʼ οὐδέ ... 意为“不仅不……甚至连……都不……”(更不用说免费,哪怕少于其价值都不会转让)。分词 λαβών 作动词 δοίης 的附带情况或条件说明。

  3. 1.6.13παρʼ ἡμῖν νομίζεται τὴν ὥραν καὶ τὴν σοφίαν ὁμοίως μὲν καλόν, ὁμοίως δὲ αἰσχρὸν διατίθεσθαι εἶναι

    非人称被动态 νομίζεται 带起整个不定式短语作为主语。其基本构架为:“处置(διατίθεσθαι)青春美貌与智慧(τὴν ὥραν καὶ τὴν σοφίαν),同样既可以是高尚的(καλόν),也可以是可耻的(αἰσχρόν)”。前置的 τὴν ὥραν 与 τὴν σοφίαν 是不定式 διατίθεσθαι 的逻辑宾语。

  4. 1.6.15ἐπιμελοίμην τοῦ ὡς πλείστους ἱκανοὺς εἶναι πράττειν αὐτά

    动词 ἐπιμελέομαι 支配由属格冠词 τοῦ 引出的不定式短语。不定式 εἶναι 的逻辑主语为对格 ὡς πλείστους,ἱκανούς 为其表语形容词,并进一步支配补充不定式 πράττειν(“使尽可能多的人有能力去从事这些事情”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.6.9-1.6.15