← 色诺芬

回忆苏格拉底

§1.6.1-1.6.8

向安提丰辩护简朴与自足的生活方式

智者安提丰嘲笑苏格拉底粗衣粝食且不取酬劳的生活是传授痛苦的范例,苏格拉底则反驳指出,自足的生活带来了免受束缚的自由与经由锻炼的坚韧,且追求持久之善所获的快乐远胜肉体之欲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.1

ἄξιον δʼ αὐτοῦ καὶ ἃ πρὸς Ἀντιφῶντα τὸν σοφιστὴν διελέχθη μὴ παραλιπεῖν.1 ὁ γὰρ Ἀντιφῶν ποτε βουλόμενος τοὺς συνουσιαστὰς αὐτοῦ παρελέσθαι προσελθὼν τῷ Σωκράτει παρόντων αὐτῶν ἔλεξε τάδε· ὦ Σώκρατες, ἐγὼ μὲν ᾤμην τοὺς φιλοσοφοῦντας εὐδαιμονεστέρους χρῆναι γίγνεσθαι· σὺ δέ μοι δοκεῖς τἀναντία τῆς φιλοσοφίας ἀπολελαυκέναι.2 ζῇς γοῦν οὕτως ὡς οὐδʼ ἂν εἷς δοῦλος ὑπὸ δεσπότῃ διαιτώμενος μείνειε· σῖτά τε σιτῇ καὶ ποτὰ πίνεις τὰ φαυλότατα, καὶ ἱμάτιον ἠμφίεσαι οὐ μόνον φαῦλον, ἀλλὰ τὸ αὐτὸ θέρους τε καὶ χειμῶνος, ἀνυπόδητός τε καὶ ἀχίτων διατελεῖς.3

关于苏格拉底与智者安提丰的交谈,也是值得我们不予遗漏的。因为安提丰有一次想要引诱走他〔苏格拉底〕的从游者,便在他们都在场的时候走到苏格拉底跟前,说了这样一番话: “苏格拉底啊,我原以为从事哲学的人应当变得更加幸福,但你似乎从哲学中得到了完全相反的结果。总之,你这样生活,没有一个奴隶在主人手下如此度日还会留下来:你吃的是最差的饭食,喝的是最糟的饮料,身上穿的外衣不仅粗陋,而且冬夏都是同一件,并且始终不穿鞋、不穿内袍。

§1.6.3

καὶ μὴν χρήματά γε οὐ λαμβάνεις, ἃ καὶ κτωμένους εὐφραίνει καὶ κεκτημένους ἐλευθεριώτερόν τε καὶ ἥδιον ποιεῖ ζῆν. εἰ οὖν ὥσπερ καὶ τῶν ἄλλων ἔργων οἱ διδάσκαλοι τοὺς μαθητὰς μιμητὰς ἑαυτῶν ἀποδεικνύουσιν, οὕτω καὶ σὺ τοὺς συνόντας διαθήσεις, νόμιζε κακοδαιμονίας διδάσκαλος εἶναι.

不仅如此,你还不收钱财,而钱财既能让赚取者感到欣悦,又能让拥有者生活得更自由、更惬意。因此,如果像其他行当的教师将学生塑造成自己的模仿者那样,你也把追随你的人塑造成这副模样,那你就该认定自己是痛苦与不幸的教师了。”

§1.6.4

καὶ ὁ Σωκράτης πρὸς ταῦτα εἶπε· δοκεῖς μοι, ὦ Ἀντιφῶν, ὑπειληφέναι με οὕτως ἀνιαρῶς ζῆν, ὥστε πέπεισμαι σὲ μᾶλλον ἀποθανεῖν ἂν ἑλέσθαι ἢ ζῆν ὥσπερ ἐγώ. ἴθι οὖν ἐπισκεψώμεθα τί χαλεπὸν ᾔσθησαι τοῦ ἐμοῦ βίου.

苏格拉底对此回答道:“安提丰啊,在我看来,你认定我生活得如此痛苦,以至于我相信你宁可选择死去,也不愿像我这样生活。那么来吧,让我们考查一下,你在我的生活中察觉到了什么不堪忍受之事。

§1.6.5

πότερον ὅτι τοῖς μὲν λαμβάνουσιν ἀργύριον ἀναγκαῖόν ἐστιν ἀπεργάζεσθαι τοῦτο ἐφʼ ᾧ ἂν μισθὸν λάβωσιν, ἐμοὶ δὲ μὴ λαμβάνοντι οὐκ ἀνάγκη διαλέγεσθαι ᾧ ἂν μὴ βούλωμαι; ἢ τὴν δίαιτάν μου φαυλίζεις ὡς ἧττον μὲν ὑγιεινὰ ἐσθίοντος ἐμοῦ ἢ σοῦ, ἧττον δὲ ἰσχὺν παρέχοντα; ἢ ὡς χαλεπώτερα πορίσασθαι τὰ ἐμὰ διαιτήματα τῶν σῶν διὰ τὸ σπανιώτερά τε καὶ πολυτελέστερα εἶναι; ἢ ὡς ἡδίω σοι ἃ σὺ παρασκευάζῃ ὄντα ἢ ἐμοὶ ἃ ἐγώ; οὐκ οἶσθʼ ὅτι ὁ μὲν ἥδιστα ἐσθίων ἥκιστα ὄψου δεῖται, ὁ δὲ ἥδιστα πίνων ἥκιστα τοῦ μὴ παρόντος ἐπιθυμεῖ ποτοῦ;

是因为收取金钱的人必须完成自己领取报酬所对应的劳务,而我不收钱,就无需同任何自己不愿与之交谈的人交谈吗?抑或你贬低我的饮食,是认为我吃的东西不如你的健康,不如你的能提供力气吗?还是因为我的饮食更为罕见、更为昂贵,因而比你的更难筹措呢?或者是你所备办的食物对于你,比我所备办的对于我更加可口呢?难道你不知道,吃得最津津有味的人最不需要佳肴,喝得最心满意足的人最不会渴望眼前没有的饮料吗?

§1.6.6

τά γε μὴν ἱμάτια οἶσθʼ ὅτι οἱ μεταβαλλόμενοι ψύχους καὶ θάλπους ἕνεκα μεταβάλλονται, καὶ ὑποδήματα ὑποδοῦνται, ὅπως μὴ διὰ τὰ λυποῦντα τοὺς πόδας κωλύωνται πορεύεσθαι· ἤδη οὖν ποτε ᾔσθου ἐμὲ ἢ διὰ ψῦχος μᾶλλόν του ἔνδον μένοντα, ἢ διὰ θάλπος μαχόμενόν τῳ περὶ σκιᾶς, ἢ διὰ τὸ ἀλγεῖν τοὺς πόδας οὐ βαδίζοντα ὅπου ἂν βούλωμαι;

至于外衣,你也知道,更换衣物的人是为了御寒避暑才换的,人们穿鞋也是为了不因足部受痛而妨碍行走。那么至今为止,你可曾察觉到我因为严寒而比旁人更多地呆在屋里,或者因为酷热而与人争夺树荫,抑或因为脚痛而不能走向任何我想去的地方吗?

§1.6.7

οὐκ οἶσθʼ ὅτι οἱ φύσει ἀσθενέστατοι τῷ σώματι μελετήσαντες τῶν ἰσχυροτάτων ἀμελησάντων κρείττους τε γίγνονται πρὸς ἃ ἂν μελετῶσι καὶ ῥᾷον αὐτὰ φέρουσιν; ἐμὲ δὲ ἄρα οὐκ οἴει, τῷ σώματι ἀεὶ τὰ συντυγχάνοντα μελετῶντα καρτερεῖν, πάντα ῥᾷον φέρειν σοῦ μὴ μελετῶντος;

难道你不知道,那些天生体质最羸弱的人,只要勤加锻炼,在他们所操练的事情上就会胜过那些疏于锻炼的最强壮之人,并且承受起来也更为轻松吗?既然我一直在身体上操练去忍受一切偶然的际遇,难道你认为我承受万事不会比毫无操练的你更为轻松吗?

§1.6.8

τοῦ δὲ μὴ δουλεύειν γαστρὶ μηδʼ ὕπνῳ καὶ λαγνείᾳ οἴει τι ἄλλο αἰτιώτερον εἶναι ἢ τὸ ἕτερα ἔχειν τούτων ἡδίω,4 ἃ οὐ μόνον ἐν χρείᾳ ὄντα εὐφραίνει, ἀλλὰ καὶ ἐλπίδας παρέχοντα ὠφελήσειν ἀεί; καὶ μὴν τοῦτό γε οἶσθα, ὅτι οἱ μὲν οἰόμενοι μηδὲν εὖ πράττειν οὐκ εὐφραίνονται, οἱ δὲ ἡγούμενοι καλῶς προχωρεῖν ἑαυτοῖς ἢ γεωργίαν ἢ ναυκληρίαν ἢ ἄλλʼ ὅ τι ἂν τυγχάνωσιν ἐργαζόμενοι ὡς εὖ πράττοντες εὐφραίνονται.

至于不沦为口腹、睡眠和肉欲的奴隶,难道你认为还有什么比拥有比这些更令人愉悦的事物更为根本的原因吗?——这些事物不仅在当下享用时让人喜悦,而且还能带来恒久获益的希望。再者,这一点你至少也是知晓的:自认一事无成的人绝不会感到欢欣,而认定自己的农耕、航海或碰巧从事的任何其他行业进展顺利的人,都会因自知诸事顺遂而满心欢喜。”

语法注4 条
  1. 1.6.1ἄξιον δʼ αὐτοῦ καὶ ἃ πρὸς Ἀντιφῶντα τὸν σοφιστὴν διελέχθη μὴ παραλιπεῖν

    句首的属格 αὐτοῦ 既可看作配合 ἄξιον [ἐστί](“关于他也是值得……”),也可视为修饰关系从句 ἃ ... διελέχθη 的补充属格。不定词短语 μὴ παραλιπεῖν 作无人称句 ἄξιον [ἐστί] 的主语,关系从句 ἃ ... διελέχθη 则作 παραλιπεῖν 的直接宾语。

  2. 1.6.2τἀναντία τῆς φιλοσοφίας ἀπολελαυκέναι

    动词 ἀπολαύω 通常支配属格表示“享受/享有(益处)”,此处中性复数宾格 τἀναντία(τὰ ἐναντία)充当内宾语(“收获了相反的结果”),而属格 τῆς φιλοσοφίας 则表示来源(“从哲学中”)。

  3. 1.6.2ἀνυπόδητός τε καὶ ἀχίτων διατελεῖς

    动词 διατελέω 通常带补充分词表示“持续做……”,此处则直接结合谓语形容词 ἀνυπόδητος(赤足的)与 ἀχίτων(不穿内袍的),表示某种持续的状态(省略了分词 ὤν)。

  4. 1.6.8τοῦ δὲ μὴ δουλεύειν γαστρὶ μηδʼ ὕπνῳ καὶ λαγνείᾳ οἴει τι ἄλλο αἰτιώτερον εἶναι ἢ τὸ ἕτερα ἔχειν τούτων ἡδίω

    冠词后接不定词 τοῦ ... μὴ δουλεύειν 是依附于比较级形容词 αἰτιώτερον 的属格,表示对象或原因(“不受……奴役的原因”)。全句核心结构为比较句:οἴει τι ἄλλο αἰτιώτερον εἶναι [τούτου] ... ἢ τὸ ἕτερα ἔχειν(“你难道认为还有什么比拥有……更能成为不屈从于……的原因吗”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.6.1-1.6.8