- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.5.1-1.5.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底通过推选将领、托付家产与挑选奴隶等比喻,阐明自制是美德的基石以及避免身心俱毁的先决条件,并在生活中身体力行,远离肉体与金钱的奴役。
εἰ δὲ δὴ καὶ ἐγκράτεια καλόν τε κἀγαθὸν ἀνδρὶ κτῆμά ἐστιν, ἐπισκεψώμεθα εἴ τι προυβίβαζε λέγων εἰς ταύτην τοιάδε· ὦ ἄνδρες, εἰ πολέμου ἡμῖν γενομένου βουλοίμεθα ἑλέσθαι ἄνδρα, ὑφʼ οὗ μάλιστʼ ἂν αὐτοὶ μὲν σῳζοίμεθα, τοὺς δὲ πολεμίους χειροίμεθα, ἆρʼ ὅντινα αἰσθανοίμεθα ἥττω γαστρὸς ἢ οἴνου ἢ ἀφροδισίων ἢ πόνου ἢ ὕπνου, τοῦτον ἂν αἱροίμεθα; καὶ πῶς ἂν οἰηθείημεν τὸν τοιοῦτον ἢ ἡμᾶς σῶσαι ἢ τοὺς πολεμίους κρατῆσαι;
如果自制对于人确实也是一种优美良善的财富,那就让我们考查一下,他是否曾通过发表如下的言论,促使人们向这一美德迈进:“各位,如果战事临头,我们想要推选一位最能保全我们自己并制服敌人的首领,我们难道会推选一个我们察觉到屈从于口腹、美酒、情欲、劳顿或睡眠的人吗?我们又怎能认为这样的人能挽救我们,或是克敌制胜呢?
εἰ δʼ ἐπὶ τελευτῇ τοῦ βίου γενόμενοι βουλοίμεθά τῳ ἐπιτρέψαι ἢ παῖδας ἄρρενας παιδεῦσαι ἢ θυγατέρας παρθένους διαφυλάξαι ἢ χρήματα διασῶσαι, ἆρʼ ἀξιόπιστον εἰς ταῦθʼ ἡγησόμεθα τὸν ἀκρατῆ; δούλῳ δʼ ἀκρατεῖ ἐπιτρέψαιμεν ἂν ἢ βοσκήματα ἢ ταμιεῖα ἢ ἔργων ἐπιστασίαν; διάκονον δὲ καὶ ἀγοραστὴν τοιοῦτον ἐθελήσαιμεν ἂν προῖκα λαβεῖν;
又如果当我们行将就木之时,想要托付某人教养男儿、看顾待嫁的女儿或保全家产,我们难道会认为不能自制的人在此类事上是可靠的吗?我们会把牲畜、库房或劳役的监工之责托付给一个不能自制的奴隶吗?即使是充当仆役或采办,我们会愿意免费收下这样的人吗?
ἀλλὰ μὴν εἴ γε μηδὲ δοῦλον ἀκρατῆ δεξαίμεθʼ ἄν,1 πῶς οὐκ ἄξιον αὐτόν γε φυλάξασθαι τοιοῦτον γενέσθαι; καὶ γὰρ οὐχ ὥσπερ οἱ πλεονέκται τῶν ἄλλων ἀφαιρούμενοι χρήματα ἑαυτοὺς δοκοῦσι πλουτίζειν, οὕτως ὁ ἀκρατὴς τοῖς μὲν ἄλλοις βλαβερός, ἑαυτῷ δʼ ὠφέλιμος, ἀλλὰ κακοῦργος μὲν τῶν ἄλλων, ἑαυτοῦ δὲ πολὺ κακουργότερος, εἴ γε κακουργότατόν ἐστι μὴ μόνον τὸν οἶκον τὸν ἑαυτοῦ φθείρειν, ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχήν·
再者,如果我们连一个不能自制的奴隶都不肯接纳,那么自己提防不要成为这样的人,难道不是理所应当的吗?因为贪婪之人通过掠夺他人的财富,似乎还能使自己致富;但不能自制的人却绝非损人利己,他固然危害他人,对自己造成的危害却远甚于此——假若不仅败坏自己的家室,而且败坏自己的身心是最大的恶行的话。
ἐν συνουσίᾳ δὲ τίς ἂν ἡσθείη τῷ τοιούτῳ, ὃν εἰδείη τῷ ὄψῳ τε καὶ τῷ οἴνῳ χαίροντα μᾶλλον ἢ τοῖς φίλοις καὶ τὰς πόρνας ἀγαπῶντα μᾶλλον ἢ τοὺς ἑταίρους; ἆρά γε οὐ χρὴ πάντα ἄνδρα, ἡγησάμενον τὴν ἐγκράτειαν ἀρετῆς εἶναι κρηπῖδα, ταύτην πρῶτον ἐν τῇ ψυχῇ κατασκευάσασθαι;
在社交聚会中,得知一个人喜爱珍馐美酒胜过朋友,留恋娼妓胜过同伴,谁还能乐于同这样的人结交呢?难道每个人不都应当认定自制是美德的基石,而首先在自己的灵魂中构筑起这一品质吗?
τίς γὰρ ἄνευ ταύτης ἢ μάθοι τι ἂν ἀγαθὸν ἢ μελετήσειεν ἀξιολόγως; ἢ τίς οὐκ ἂν ταῖς ἡδοναῖς δουλεύων αἰσχρῶς διατεθείη καὶ τὸ σῶμα καὶ τὴν ψυχήν; ἐμοὶ μὲν δοκεῖ νὴ τὴν Ἥραν ἐλευθέρῳ μὲν ἀνδρὶ εὐκτὸν εἶναι μὴ τυχεῖν δούλου τοιούτου, δουλεύοντα δὲ ταῖς τοιαύταις ἡδοναῖς ἱκετευτέον2 τοὺς θεοὺς δεσποτῶν ἀγαθῶν τυχεῖν· οὕτω γὰρ ἂν μόνως ὁ τοιοῦτος σωθείη.
因为若没有自制,谁能学到什么有益之事,或者做出值得称道的操练呢?又有谁在沦为享乐的奴隶时,其身心不会陷入可耻的境地呢?依赫拉起誓,在我看来,自由人应当祈求不要落得这般的奴隶,而沦为此等享乐之奴的人,则必须恳求诸神赐予好的主人;因为唯有如此,这样的人才能得救。”
τοιαῦτα δὲ λέγων ἔτι ἐγκρατέστερον τοῖς ἔργοις ἢ τοῖς λόγοις ἑαυτὸν ἐπεδείκνυεν· οὐ γὰρ μόνον τῶν διὰ τοῦ σώματος ἡδονῶν ἐκράτει, ἀλλὰ καὶ τῆς διὰ τῶν χρημάτων, νομίζων τὸν παρὰ τοῦ τυχόντος χρήματα λαμβάνοντα δεσπότην ἑαυτοῦ καθιστάναι καὶ δουλεύειν δουλείαν οὐδεμιᾶς ἧττον αἰσχράν.3
苏格拉底在讲这番话时,以行动表现出的自制比言辞所表达的更为显著。因为他不仅克制通过肉体带来的享乐,也克制通过金钱带来的享乐,认为从随随便便的人手中接受钱财,就是为自己树立主人,承受不亚于任何一种的卑贱奴役。
- 1.5.3εἴ γε μηδὲ δοῦλον ἀκρατῆ δεξαίμεθʼ ἄν
在由 εἰ 引导的条件从句中出现了 ἄν 加祈愿语气。这并非普通的假设,而是将潜在祈愿(potential optative)的语意直接带入条件假设之中,意为“如果我们连一个……都决不会接受的话”。
- 1.5.5δουλεύοντα δὲ ταῖς τοιαύταις ἡδοναῖς ἱκετευτέον
紧接着前句中的 ἐλευθέρῳ μὲν ἀνδρὶ εὐκτὸν εἶναι(与格搭配形容词和不定式),此处句式发生了转换:宾格分词 δουλεύοντα 充当了无人称动词性形容词 ἱκετευτέον 的施事主体。虽然 -τέον 结尾的无人称形容词通常要求与格施事,但在此处受持续的间接引语不定式结构影响,转而采用了表示泛指人称的宾格。
- 1.5.6δουλεύειν δουλείαν οὐδεμιᾶς ἧττον αἰσχράν
同源宾格结构(cognate accusative)。不及物动词 δουλεύειν 带上了同词根的名词宾格 δουλείαν,并由修饰语 οὐδεμιᾶς ἧττον αἰσχράν(“不亚于任何一种的卑贱”)来限定,强调并凸显了这种奴役的卑劣属性。
