← 色诺芬

回忆苏格拉底

§1.4.10-1.4.19

论人类特权与神明的全知全能并劝导敬神

苏格拉底列举人类直立的姿态、清晰的语言及卓绝的灵魂等特权,以此论证神明的眷顾;他阐明神圣者全知全能且无所不在,唯有通过敬奉与体验方能感知其指引,从而引导同伴心怀敬畏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.10

καὶ ὁ Ἀριστόδημος, οὔτοι, ἔφη, ἐγώ, ὦ Σώκρατες, ὑπερορῶ τὸ δαιμόνιον, ἀλλʼ ἐκεῖνο μεγαλοπρεπέστερον ἡγοῦμαι ἢ ὡς τῆς ἐμῆς θεραπείας προσδεῖσθαι.1 οὐκοῦν, ἔφη, ὅσῳ μεγαλοπρεπέστερον ὂν ἀξιοῖ σε θεραπεύειν,2 τοσούτῳ μᾶλλον τιμητέον αὐτό.

于是阿里斯托德谟斯说:“苏格拉底啊,我绝非轻视神明,而是认为神明太过崇高,以致根本不需要我的敬奉。”“那么,”苏格拉底说,“既然神明如此崇高,却仍肯眷顾于你,你就越发应当尊崇神明了。”

§1.4.11

εὖ ἴσθι, ἔφη, ὅτι, εἰ νομίζοιμι θεοὺς ἀνθρώπων τι φροντίζειν, οὐκ ἂν ἀμελοίην αὐτῶν. ἔπειτʼ οὐκ οἴει φροντίζειν; οἳ πρῶτον μὲν μόνον τῶν ζῴων ἄνθρωπον ὀρθὸν ἀνέστησαν· ἡ δὲ ὀρθότης καὶ προορᾶν πλέον ποιεῖ δύνασθαι καὶ τὰ ὕπερθεν μᾶλλον θεᾶσθαι καὶ ἧττον κακοπαθεῖν καὶ ὄψιν καὶ ἀκοὴν καὶ στόμα ἐνεποίησαν· ἔπειτα τοῖς μὲν ἄλλοις ἑρπετοῖς πόδας ἔδωκαν, οἳ τὸ πορεύεσθαι μόνον παρέχουσιν, ἀνθρώπῳ δὲ καὶ χεῖρας προσέθεσαν, αἳ τὰ πλεῖστα οἷς εὐδαιμονέστεροι ἐκείνων ἐσμὲν ἐξεργάζονται.

“请你确信,”他说,“如果我认为诸神关心人类,我是不会怠慢他们的。”“那你难道认为他们不关心吗?首先,在一切生物中,他们唯独让人类直立行走;而直立的姿态不仅能让人看得更远,更能瞻仰上方的事物,受到的伤害也更少;并且他们还在体内安置了视力、听觉和口舌。其次,他们赋予其他爬行动物仅能行走的足部,却唯独给人增添了双手,正是这双手成就了让我们比其他生物更为幸福的绝大部分事物。”

§1.4.12

καὶ μὴν γλῶττάν γε πάντων τῶν ζῴων ἐχόντων, μόνην τὴν τῶν ἀνθρώπων ἐποίησαν οἵαν ἄλλοτε ἀλλαχῇ ψαύουσαν τοῦ στόματος ἀρθροῦν τε τὴν φωνὴν καὶ σημαίνειν πάντα ἀλλήλοις ἃ βουλόμεθα. τὸ δὲ καὶ τὰς τῶν ἀφροδισίων ἡδονὰς τοῖς μὲν ἄλλοις ζῴοις δοῦναι περιγράψαντας τοῦ ἔτους χρόνον, ἡμῖν δὲ συνεχῶς μέχρι γήρως ταῦτα παρέχειν.

“再者,尽管一切生物都有舌头,但神明唯独将人类的舌头造得能够在不同时候触及口腔不同部位,从而使声音清晰成语,并将我们心中所愿的一切彼此传达。还有,神明将情欲之乐赋予其他生物时限定在一年的特定时节,对我们却持续提供直到暮年。”

§1.4.13

οὐ τοίνυν μόνον ἤρκεσε τῷ θεῷ τοῦ σώματος ἐπιμεληθῆναι, ἀλλʼ, ὅπερ μέγιστόν ἐστι, καὶ τὴν ψυχὴν κρατίστην τῷ ἀνθρώπῳ ἐνέφυσε. τίνος γὰρ ἄλλου ζῴου ψυχὴ πρῶτα μὲν θεῶν τῶν τὰ μέγιστα καὶ κάλλιστα συνταξάντων ᾔσθηται ὅτι εἰσί; τί δὲ φῦλον ἄλλο ἢ ἄνθρωποι θεοὺς θεραπεύουσι; ποία δὲ ψυχὴ τῆς ἀνθρωπίνης ἱκανωτέρα προφυλάττεσθαι ἢ λιμὸν ἢ δίψος ἢ ψύχη ἢ θάλπη, ἢ νόσοις ἐπικουρῆσαι, ἢ ῥώμην ἀσκῆσαι, ἢ πρὸς μάθησιν ἐκπονῆσαι, ἢ ὅσα ἂν ἀκούσῃ ἢ ἴδῃ ἢ μάθῃ ἱκανωτέρα ἐστὶ διαμεμνῆσθαι;

“因此,神明并不满足于只关照身体,而且,最为重大的是,还将至为卓越的灵魂植入了人类体内。试问,还有哪种生物的灵魂首先察觉到那安排了至大至美万物的诸神确实存在呢?除人类以外,又有哪个族类敬奉诸神呢?在抵御饥饿、干渴、严寒或酷暑,在医治疾患、锻炼体魄、发奋求学,或者在牢记所听、所见、所学的一切方面,哪种灵魂能比人类的灵魂更具能力呢?”

§1.4.14

οὐ γὰρ πάνυ σοι κατάδηλον ὅτι παρὰ τἆλλα ζῷα ὥσπερ θεοὶ ἄνθρωποι βιοτεύουσι, φύσει καὶ τῷ σώματι καὶ τῇ ψυχῇ κρατιστεύοντες; οὔτε γὰρ βοὸς ἂν ἔχων σῶμα, ἀνθρώπου δὲ γνώμην ἐδύνατʼ ἂν πράττειν3 ἃ ἐβούλετο, οὔθʼ ὅσα χεῖρας ἔχει, ἄφρονα δʼ ἐστί, πλέον οὐδὲν ἔχει. σὺ δʼ ἀμφοτέρων τῶν πλείστου ἀξίων τετυχηκὼς οὐκ οἴει σοῦ θεοὺς ἐπιμελεῖσθαι; ἀλλʼ ὅταν τί ποιήσωσι, νομιεῖς αὐτοὺς σοῦ φροντίζειν;

“与其他生物相比,人类天生在身体和灵魂上都居于首位,如同神一般生活,这难道对你不是一清二楚的吗?因为即使拥有牛的身体,却具备人的理智,也无法做成心之所愿;而那些拥有双手却缺乏理智的生物,也得不到任何多余的益处。你同时获得了这两样至宝,难道还认为诸神不关照你吗?究竟要等他们做了什么,你才会相信他们关心你呢?”

§1.4.15

ὅταν πέμπωσιν, ὥσπερ σὺ φὴς πέμπειν αὐτούς, συμβούλους ὅ τι χρὴ ποιεῖν καὶ μὴ ποιεῖν. ὅταν δὲ Ἀθηναίοις, ἔφη, πυνθανομένοις τι διὰ μαντικῆς φράζωσιν, οὐ καὶ σοὶ δοκεῖς φράζειν αὐτούς, οὐδʼ ὅταν τοῖς Ἕλλησι τέρατα πέμποντες προσημαίνωσιν, οὐδʼ ὅταν πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνον σὲ ἐξαιροῦντες ἐν ἀμελείᾳ κατατίθενται;

“要等他们派遣劝告者来告诉我何事当作、何事不当作的时候,就像你所说他们派遣的那样。”“那么,”他说,“每当神明通过占卜向求问的雅典人谕示时,难道你不认为他们也是在向你谕示吗?当他们向希腊人派遣神迹以作预兆时,当他们向全人类昭示时,难道唯独把你排除在外、置于不顾之地吗?”

§1.4.16

οἴει δʼ ἂν τοὺς θεοὺς τοῖς ἀνθρώποις δόξαν ἐμφῦσαι ὡς ἱκανοί εἰσιν εὖ καὶ κακῶς ποιεῖν, εἰ μὴ δυνατοὶ ἦσαν, καὶ ἀνθρώπους ἐξαπατωμένους τὸν πάντα χρόνον οὐδέποτʼ ἂν αἰσθέσθαι; οὐχ ὁρᾷς ὅτι τὰ πολυχρονιώτατα καὶ σοφώτατα τῶν ἀνθρωπίνων, πόλεις καὶ ἔθνη, θεοσεβέστατά ἐστι, καὶ αἱ φρονιμώταται ἡλικίαι θεῶν ἐπιμελέσταται;

“难道你以为,若非诸神确实有能力赐福降祸,他们会在人类心中植入他们具有这种能力的信念吗?人类千百年来受欺骗却从未察觉,这可能吗?难道你看不出,人类之中最经久不衰、最具智慧的城邦和部族最敬重神明,而人们在最明智的年龄也对诸神最为虔敬吗?”

§1.4.17

ὠγαθέ, ἔφη, κατάμαθε ὅτι καὶ ὁ σὸς νοῦς ἐνὼν τὸ σὸν σῶμα ὅπως βούλεται μεταχειρίζεται. οἴεσθαι οὖν χρὴ καὶ τὴν ἐν τῷ παντὶ φρόνησιν τὰ πάντα, ὅπως ἂν αὐτῇ ἡδὺ ᾖ, οὕτω τίθεσθαι, καὶ μὴ τὸ σὸν μὲν ὄμμα δύνασθαι ἐπὶ πολλὰ στάδια ἐξικνεῖσθαι, τὸν δὲ τοῦ θεοῦ ὀφθαλμὸν ἀδύνατον εἶναι ἅμα πάντα ὁρᾶν, μηδὲ τὴν σὴν μὲν ψυχὴν καὶ περὶ τῶν ἐνθάδε καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Σικελίᾳ δύνασθαι φροντίζειν, τὴν δὲ τοῦ θεοῦ φρόνησιν μὴ ἱκανὴν εἶναι ἅμα πάντων ἐπιμελεῖσθαι.

“好朋友啊,”他说,“你要明白,居住在你体内的理智正随心所欲地驱使着你的身体。因此应当相信,遍及万物的智慧也是随其所好安排着万象;切不可认为,你的目光尚能及于数斯塔狄昂之外,而神的眼睛却不能同时明察一切;也不可认为,你的灵魂既能思量本地的事,又能关切埃及和西西里的事,而神的智慧却不足以同时眷顾一切。”

§1.4.18

ἂν μέντοι, ὥσπερ ἀνθρώπους θεραπεύων γιγνώσκεις τοὺς ἀντιθεραπεύειν ἐθέλοντας καὶ χαριζόμενος τοὺς ἀντιχαριζομένους καὶ συμβουλευόμενος καταμανθάνεις τοὺς φρονίμους, οὕτω καὶ τῶν θεῶν πεῖραν λαμβάνῃς θεραπεύων, εἴ τί σοι θελήσουσι περὶ τῶν ἀδήλων ἀνθρώποις συμβουλεύειν, γνώσει τὸ θεῖον ὅτι τοσοῦτον καὶ τοιοῦτόν ἐστιν ὥσθʼ ἅμα πάντα ὁρᾶν καὶ πάντα ἀκούειν καὶ πανταχοῦ παρεῖναι καὶ ἅμα πάντων ἐπιμελεῖσθαι.

“然而,正如你敬奉他人就能知晓谁愿意以礼相报,施恩于人就能知晓谁愿意报答恩情,同人商议就能察知谁具智慧一样;若你也能在敬奉中求验于诸神,看他们是否愿意就人类未明之事向你指点迷津,你便会认识到神圣者是何其伟大、何等神妙,竟能同时明察一切、听闻一切、无所不在,并同时眷顾万物。”

§1.4.19

ἐμοὶ μὲν οὖν ταῦτα λέγων οὐ μόνον τοὺς συνόντας ἐδόκει ποιεῖν ὁπότε ὑπὸ τῶν ἀνθρώπων ὁρῷντο, ἀπέχεσθαι4 τῶν ἀνοσίων τε καὶ ἀδίκων καὶ αἰσχρῶν, ἀλλὰ καὶ ὁπότε ἐν ἐρημίᾳ εἶεν, ἐπείπερ ἡγήσαιντο μηδὲν ἄν ποτε ὧν πράττοιεν θεοὺς διαλαθεῖν.

在我看来,他通过这番话,不仅使与他交往的同伴在被人看见时,而且在处于隐僻之处时,都能远离不敬、不义与可耻之事,因为他们认定,自己所行之事绝无任何一件能够逃过诸神的眼睛。

语法注4 条
  1. 1.4.10ἢ ὡς τῆς ἐμῆς θεραπείας προσδεῖσθαι

    比较级 μεγαλοπρεπέστερον 之后接 ἤ ὡς(相当于 ἤ ὥστε)加不定式,构成表示程度过甚的结构,意为“过于崇高以致不需要我的敬奉”。

  2. 1.4.10ὅσῳ μεγαλοπρεπέστερον ὂν ἀξιοῖ σε θεραπεύειν

    分词 ὂν 表让步(“尽管如此崇高”),修饰动词 ἀξιοῖ(“屈尊、肯于”)的隐蔽主语 τὸ δαιμόνιον,强调神明自身虽然尊贵,却仍肯眷顾人类。

  3. 1.4.14οὔτε γὰρ βοὸς ἂν ἔχων σῶμα, ἀνθρώπου δὲ γνώμην ἐδύνατʼ ἂν πράττειν

    分词 ἔχων 充当反事实假设的条件(相当于 εἰ εἶχε),助词 ἄν 出现两次以加强修饰归结从句中的未完成过去直陈式动词 ἐδύνατο,构成与过去或现在事实相反的虚拟句。

  4. 1.4.19οὐ μόνον τοὺς συνόντας ἐδόκει ποιεῖν... ἀπέχεσθαι

    此为使役结构:ποιεῖν 后接宾格(τοὺς συνόντας)与不定式(ἀπέχεσθαι),意为“使同伴们戒绝……”。ποιεῖν 自身则依附于主句动词 ἐδόκει。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.4.10-1.4.19