- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.4.1-1.4.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为了驳斥苏格拉底只能勉励美德而无力引导实践的观点,本段记述了他与怀疑神明的阿里斯托德谟斯的对话,通过生物感官与生殖本能的目的性结构论证了神圣预见与普遍理智的存在。
εἰ δέ τινες Σωκράτην νομίζουσιν, ὡς ἔνιοι γράφουσί τε καὶ λέγουσι περὶ αὐτοῦ τεκμαιρόμενοι, προτρέψασθαι μὲν ἀνθρώπους ἐπʼ ἀρετὴν κράτιστον γεγονέναι, προαγαγεῖν δʼ ἐπʼ αὐτὴν οὐχ ἱκανόν, σκεψάμενοι μὴ μόνον ἃ ἐκεῖνος κολαστηρίου ἕνεκα τοὺς πάντʼ οἰομένους εἰδέναι ἐρωτῶν ἤλεγχεν, ἀλλὰ καὶ ἃ λέγων συνημέρευε τοῖς συνδιατρίβουσι, δοκιμαζόντων1 εἰ ἱκανὸς ἦν βελτίους ποιεῖν τοὺς συνόντας.
如果有人如同某些人凭着推测关于他所写所说的那样,认为苏格拉底虽极善于勉励人们追求美德,却无力引领他们走向美德,那么就请这些人不仅考察他为了惩戒那些自以为无所不知的人而在盘问中驳斥了什么,而且考察他平时与同伴朝夕相处时谈论了什么,然后再来评判他是否能够使结交他的人变得更好。
λέξω δὲ πρῶτον ἅ ποτε αὐτοῦ ἤκουσα περὶ τοῦ δαιμονίου διαλεγομένου πρὸς Ἀριστόδημον τὸν μικρὸν ἐπικαλούμενον. καταμαθὼν γὰρ αὐτὸν οὔτε θύοντα τοῖς θεοῖς οὔτε μαντικῇ χρώμενον, ἀλλὰ καὶ τῶν ποιούντων ταῦτα καταγελῶντα, εἰπέ μοι, ἔφη, ὦ Ἀριστόδημε, ἔστιν οὕστινας ἀνθρώπους τεθαύμακας ἐπὶ σοφίᾳ; ἔγωγʼ, ἔφη.
我首先要叙述的,是我曾经听见他与外号叫作‘矮子’的阿里斯托德谟斯谈论神圣事物时的对话。因为苏格拉底察觉到阿里斯托德谟斯既不向诸神献祭,也不求问神谕,甚至嘲笑那些这样做的人,便说:“告诉我,阿里斯托德谟斯,是否有某些人因其智慧而令你赞叹?”“确实有,”他说。
καὶ ὅς, λέξον ἡμῖν, ἔφη, τὰ ὀνόματα αὐτῶν. ἐπὶ μὲν τοίνυν ἐπῶν ποιήσει Ὅμηρον ἔγωγε μάλιστα τεθαύμακα, ἐπὶ δὲ διθυράμβῳ Μελανιππίδην, ἐπὶ δὲ τραγῳδίᾳ Σοφοκλέα, ἐπὶ δὲ ἀνδριαντοποιίᾳ Πολύκλειτον, ἐπὶ δὲ ζωγραφίᾳ Ζεῦξιν.
“对我们说出他们的名字吧,”苏格拉底说。“那么,在史诗创作上我最赞叹荷马,在酒神颂上赞叹梅拉尼庇得斯,在悲剧上赞叹索福克勒斯,在雕塑上赞叹波留克列特斯,在绘画上赞叹宙克西斯。”
πότερά σοι δοκοῦσιν οἱ ἀπεργαζόμενοι εἴδωλα ἄφρονά τε καὶ ἀκίνητα ἀξιοθαυμαστότεροι εἶναι ἢ οἱ ζῷα ἔμφρονά τε καὶ ἐνεργά; πολὺ νὴ Δία οἱ ζῷα, εἴπερ γε μὴ τύχῃ τινί, ἀλλʼ ὑπὸ γνώμης ταῦτα γίγνεται. τῶν δὲ ἀτεκμάρτως ἐχόντων ὅτου ἕνεκα ἔστι καὶ τῶν φανερῶς ἐπʼ ὠφελείᾳ ὄντων πότερα τύχης καὶ πότερα γνώμης ἔργα κρίνεις; πρέπει μὲν τὰ ἐπʼ ὠφελείᾳ γιγνόμενα γνώμης εἶναι ἔργα.
“在你看来,是那些塑造无知觉且静止不动的偶像的人更值得赞叹,还是那些造就有知觉且充满活力的生物的人更值得赞叹?”“指宙斯发誓,当然是造就生物的人,只要这些生物并非出于某种偶然,而是出于理智的计划。”“那么,在那些无法辨明究竟为何而存在的事物与那些明显有益的事物之间,你判定哪些是偶然的产物,哪些是理智的产物呢?”“为了功用而产生的事物理应是理智的产物。”
οὐκοῦν δοκεῖ σοι ὁ ἐξ ἀρχῆς ποιῶν ἀνθρώπους ἐπʼ ὠφελείᾳ προσθεῖναι αὐτοῖς διʼ ὧν αἰσθάνονται ἕκαστα, ὀφθαλμοὺς μὲν ὥσθʼ ὁρᾶν τὰ ὁρατά, ὦτα δὲ ὥστʼ ἀκούειν τὰ ἀκουστά; ὀσμῶν γε μήν, εἰ μὴ ῥῖνες προσετέθησαν, τί ἂν ἡμῖν ὄφελος ἦν; τίς δʼ ἂν αἴσθησις ἦν γλυκέων καὶ δριμέων καὶ πάντων τῶν διὰ στόματος ἡδέων, εἰ μὴ γλῶττα τούτων γνώμων ἐνειργάσθη;
“那么,难道你不认为,那从起初创造人类者,是为了功用而为他们附加上用来感知万物的器官吗?赋予眼睛以便看到可见之物,赋予耳朵以便听到可听之声。若是没有附加上鼻子,气味对我们又有什么益处呢?
πρὸς δὲ τούτοις οὐ δοκεῖ σοι καὶ τάδε προνοίας ἔργοις ἐοικέναι, τὸ ἐπεὶ ἀσθενὴς μέν ἐστιν ἡ ὄψις, βλεφάροις αὐτὴν θυρῶσαι, ἅ, ὅταν μὲν αὐτῇ χρῆσθαί τι δέῃ, ἀναπετάννυται, ἐν δὲ τῷ ὕπνῳ συγκλείεται, ὡς δʼ ἂν μηδὲ ἄνεμοι βλάπτωσιν, ἡθμὸν βλεφαρίδας ἐμφῦσαι, ὀφρύσι τε ἀπογεισῶσαι τὰ ὑπὲρ τῶν ὀμμάτων, ὡς μηδʼ ὁ ἐκ τῆς κεφαλῆς ἱδρὼς κακουργῇ· τὸ δὲ τὴν ἀκοὴν δέχεσθαι μὲν πάσας φωνάς, ἐμπίμπλασθαι δὲ μήποτε· καὶ τοὺς μὲν πρόσθεν ὀδόντας πᾶσι ζῴοις οἵους τέμνειν εἶναι, τοὺς δὲ γομφίους οἵους παρὰ τούτων δεξαμένους λεαίνειν· καὶ στόμα μέν, διʼ οὗ ὧν ἐπιθυμεῖ τὰ ζῷα εἰσπέμπεται, πλησίον ὀφθαλμῶν καὶ ῥινῶν καταθεῖναι· ἐπεὶ δὲ τὰ ἀποχωροῦντα δυσχερῆ, ἀποστρέψαι τοὺς τούτων ὀχετοὺς ᾗ δυνατὸν προσωτάτω ἀπὸ τῶν αἰσθήσεων· ταῦτα οὕτω προνοητικῶς πεπραγμένα ἀπορεῖς2 πότερα τύχης ἢ γνώμης ἔργα ἐστίν;
若是没有在口中造出舌头作为品评者,对于甜、辣以及一切通过口部的美味,又会有怎样的感知呢?” “除此以外,难道你不认为以下这些也像是远虑的作为吗?由于视力娇嫩,便用眼睑给它安上门户,每当需要使用时就敞开,在睡眠中就闭合;为了不让风沙侵害,便植入睫毛如滤网一般;又用眉毛在双眼上方筑起屋檐,使得头上的汗水也不致为害;听觉能接纳一切声音,却从不盈满;一切生物的前齿适于切断食物,臼齿则适于从前齿接过食物并加以磨碎;将生物用来摄入所欲之物的口部置于双眼和鼻子附近,而既然排泄之物令人嫌恶,便将排泄的管道转引至尽可能远离感觉器官的地方。这些事情筹划得如此深谋远虑,你难道还迟疑它们究竟是偶然的产物还是理智的产物吗?”
οὐ μὰ τὸν Δίʼ, ἔφη, ἀλλʼ οὕτω γε σκοπουμένῳ πάνυ ἔοικε ταῦτα σοφοῦ τινος δημιουργοῦ καὶ φιλοζῴου τεχνήμασι. τὸ δὲ ἐμφῦσαι μὲν ἔρωτα τῆς τεκνοποιίας, ἐμφῦσαι δὲ ταῖς γειναμέναις ἔρωτα τοῦ ἐκτρέφειν, τοῖς δὲ τραφεῖσι μέγιστον μὲν πόθον τοῦ ζῆν, μέγιστον δὲ φόβον τοῦ θανάτου; ἀμέλει καὶ ταῦτα ἔοικε μηχανήμασί τινος ζῷα εἶναι βουλευσαμένου.
“不,指宙斯发誓,”他说,“按这样看来,这些事物完全像是一位既聪明又热爱生命的造物主的技艺杰作。”“那么,植入繁衍后代的欲望,植入生育者养育子女的爱心,又在被抚养者心中植入对生命的极度渴求和对死亡的极度恐惧,这又如何呢?”“毫无疑问,这些也像是一位决意要让生物存在的操持者的巧思。”
σὺ δὲ σαυτῷ δοκεῖς τι φρόνιμον ἔχειν; ἐρώτα γοῦν καὶ ἀποκρινοῦμαι. ἄλλοθι δὲ οὐδαμοῦ οὐδὲν οἴει φρόνιμον εἶναι; καὶ ταῦτʼ εἰδὼς ὅτι γῆς τε μικρὸν μέρος ἐν τῷ σώματι πολλῆς οὔσης ἔχεις καὶ ὑγροῦ βραχὺ πολλοῦ ὄντος καὶ τῶν ἄλλων δήπου μεγάλων ὄντων ἑκάστου μικρὸν μέρος λαβόντι τὸ σῶμα συνήρμοσταί σοι·3 νοῦν δὲ μόνον ἄρα οὐδαμοῦ ὄντα σε εὐτυχῶς πως δοκεῖς συναρπάσαι,4 καὶ τάδε τὰ ὑπερμεγέθη καὶ πλῆθος ἄπειρα διʼ ἀφροσύνην τινά, ὡς οἴει, εὐτάκτως ἔχειν;
“那么,你认为自己身上具有某种理智吗?”“你尽管问吧,我会回答。”“难道你以为除此以外别处就没有任何理智了吗?你明明知道,在浩瀚的大地中你的身体只占有一小部分,在汪洋的水中你只占有少许,并且各取其他庞大元素的一小部分才拼合出你的身体。然而你难道以为,只有心灵在别处全无存在,偏偏被你幸运地攫为己有;而这些极其庞大且数量无垠的事物,如你所想,竟是出于某种无理性而井然有序的吗?”
μὰ Δίʼ οὐ γὰρ ὁρῶ τοὺς κυρίους, ὥσπερ τῶν ἐνθάδε γιγνομένων τοὺς δημιουργούς. οὐδὲ γὰρ τὴν σαυτοῦ σύγε ψυχὴν ὁρᾷς, ἣ τοῦ σώματος κυρία ἐστίν· ὥστε κατά γε τοῦτο ἔξεστί σοι λέγειν, ὅτι οὐδὲν γνώμῃ, ἀλλὰ τύχῃ πάντα πράττεις.
“指宙斯发誓,因为我并不像看见尘世之物的工匠那样看到主宰者们。”“因为你甚至连自己的灵魂也看不见,而正是灵魂主宰着身体。因此,照此逻辑,你大可以说自己做任何事都绝非出于理智,而全凭偶然。”
- 1.4.1εἰ δέ τινες Σωκράτην νομίζουσιν... δοκιμαζόντων
该长句的句法骨架为:条件从句“εἰ δέ τινες... νομίζουσιν...”引导前提,主句则由第三人称复数现在时命令式“δοκιμαζόντων”(让……来检验/评判)构成;其前方的分词“σκεψάμενοι”为阳性主格复数,与条件句的主语“τινες”在语法上保持一致。
- 1.4.6τὸ ἐπεὶ ἀσθενὴς μέν ἐστιν ἡ ὄψις, βλεφάροις αὐτὴν θυρῶσαι... ταῦτα οὕτω προνοητικῶς πεπραγμένα ἀπορεῖς
从带冠词不定式短语“τὸ... θυρῶσαι”开始的一连串从句(包括“τὸ δὲ τὴν ἀκοὴν δέχεσθαι...”、“καὶ τοὺς μὲν πρόσθεν ὀδόντας... εἶναι...”等),在语法上是对前文“τάδε”(远虑的作为)具体内容的同格罗列。句末的“ταῦτα οὕτω προνοητικῶς πεπραγμένα”则以破格复指的方式总括上述诸项,作为主句动词“ἀπορεῖς”的审视对象。
- 1.4.8λαβόντι τὸ σῶμα συνήρμοσταί σοι
“λαβόντι”是与格单数阳性不定过去时主动分词,与人称代词与格“σοι”相一致。它修饰完成时被动态动词“συνήρμοσται”的动作承受者,意为“对于吸取了各元素一小部分的你而言,身体已被拼合完成”。
- 1.4.8νοῦν δὲ μόνον ἄρα οὐδαμοῦ ὄντα σε εὐτυχῶς πως δοκεῖς συναρπάσαι
动词“δοκεῖς”通常采用主格加不定式的主格人称句式(即“δοκεῖς συναρπάσαι”)。此处特意插入了宾格代词“σε”作为不定式“συναρπάσαι”的逻辑主语,形成了宾格不定式与人称动词交错的强调结构,用以突出“唯独你自己”与宇宙大理智之间的对比。
