- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.3.7-1.3.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底借用喀耳刻的神话阐述了饮食节制的重要性,随后针对克里托布洛斯亲吻美少年一事,以毒蛛为喻向色诺芬等人严正告诫美色的危险性,并劝导大家坚决克制情欲。
οἴεσθαι δʼ ἔφη ἐπισκώπτων καὶ τὴν Κίρκην ὗς ποιεῖν τοιούτοις πολλοῖς δειπνίζουσαν· τὸν δὲ Ὀδυσσέα Ἑρμοῦ τε ὑποθημοσύνῃ καὶ αὐτὸν ἐγκρατῆ ὄντα καὶ ἀποσχόμενον τοῦ ὑπὲρ τὸν κόρον τῶν τοιούτων ἅπτεσθαι, διὰ ταῦτα οὐ γενέσθαι ὗν.
他还开玩笑说,他认为喀耳刻之所以把人变成猪,也是因为用许多这类的美食款待他们;而奥德修斯则由于赫尔墨斯的指点,加之他自身节制,避免在饱腹之后贪享此类食物,因此才没有变成猪。
τοιαῦτα μὲν περὶ τούτων ἔπαιζεν ἅμα σπουδάζων. ἀφροδισίων δὲ παρῄνει τῶν καλῶν ἰσχυρῶς ἀπέχεσθαι· οὐ γὰρ ἔφη ῥᾴδιον εἶναι τῶν τοιούτων ἁπτόμενον σωφρονεῖν. ἀλλὰ καὶ Κριτόβουλόν ποτε τὸν Κρίτωνος πυθόμενος ὅτι ἐφίλησε τὸν Ἀλκιβιάδου υἱὸν καλὸν ὄντα, παρόντος τοῦ Κριτοβούλου ἤρετο Ξενοφῶντα·
对于这些事,他既开玩笑,同时又态度严肃。他极力劝诫人们远离美貌之人的情欲诱惑;因为他说,沾染这类人而能保持自制是绝非易事的。事实上,有一次当他得知克里同之子克里托布洛斯亲吻了阿尔基比亚德斯那英俊的儿子时,便当着克里托布洛斯的面询问色诺芬:
εἰπέ μοι, ἔφη, ὦ Ξενοφῶν, οὐ σὺ Κριτόβουλον ἐνόμιζες εἶναι τῶν σωφρονικῶν ἀνθρώπων μᾶλλον ἢ τῶν θρασέων καὶ τῶν προνοητικῶν μᾶλλον ἢ τῶν ἀνοήτων τε καὶ ῥιψοκινδύνων; πάνυ μὲν οὖν, ἔφη ὁ Ξενοφῶν. νῦν τοίνυν νόμιζε αὐτὸν θερμουργότατον εἶναι καὶ λεωργότατον· οὗτος κἂν εἰς μαχαίρας κυβιστήσειε κἂν εἰς πῦρ ἅλοιτο.
“告诉我,色诺芬,”他说,“你难道不曾认为克里托布洛斯属于节制之人而非鲁莽之辈,属于深谋远虑之人而非愚昧冒险之徒吗?”“确实如此,”色诺芬说。“那么现在,你该认为他是极易冲动且胆大妄为之徒了;此人甚至会翻着筋斗扑向利刃,跳入烈火。”
καὶ τί δή, ἔφη ὁ Ξενοφῶν, ἰδὼν ποιοῦντα τοιαῦτα κατέγνωκας αὐτοῦ; οὐ γὰρ οὗτος, ἔφη, ἐτόλμησε τὸν Ἀλκιβιάδου υἱὸν φιλῆσαι, ὄντα εὐπροσωπότατον καὶ ὡραιότατον; ἀλλʼ εἰ μέντοι, ἔφη ὁ Ξενοφῶν, τοιοῦτόν ἐστι τὸ ῥιψοκίνδυνον ἔργον, κἂν ἐγὼ δοκῶ μοι τὸν κίνδυνον τοῦτον ὑπομεῖναι.1
“究竟是由于看见他做了什么,”色诺芬说,“您才对他下了这样的断语?”“难道不是这家伙竟敢,”他说,“去亲吻阿尔基比亚德斯的儿子,那少年正容貌极美、风华正茂吗?”“可是倘若,”色诺芬说,“这就是那冒险之举,我看我也甘愿承受这般危险。”
ὦ τλῆμον, ἔφη ὁ Σωκράτης, καὶ τί ἂν οἴει παθεῖν καλὸν φιλήσας; ἆρʼ οὐκ ἂν αὐτίκα μάλα δοῦλος μὲν εἶναι ἀντʼ ἐλευθέρου, πολλὰ δὲ δαπανᾶν εἰς βλαβερὰς ἡδονάς, πολλὴν δὲ ἀσχολίαν ἔχειν τοῦ ἐπιμεληθῆναί τινος καλοῦ κἀγαθοῦ, σπουδάζειν δʼ ἀναγκασθῆναι ἐφʼ οἷς οὐδʼ ἂν μαινόμενος σπουδάσειεν;
“可怜的人哪,”苏格拉底说,“你以为亲吻了美少年之后自己会落得什么下场?难道你不会立刻从自由人沦为奴隶,在有害的享乐上挥霍巨资,丧失照料任何美好崇高之事的闲暇,甚至被迫把精力倾注在就连疯子也不会为之费心的事情上吗?”
ὦ Ἡράκλεις, ἔφη ὁ Ξενοφῶν, ὡς δεινήν τινα λέγεις δύναμιν τοῦ φιλήματος εἶναι. καὶ τοῦτο, ἔφη ὁ Σωκράτης, θαυμάζεις; οὐκ οἶσθʼ ὅτι τὰ φαλάγγια οὐδʼ ἡμιωβελιαῖα τὸ μέγεθος ὄντα προσαψάμενα μόνον τῷ στόματι ταῖς τε ὀδύναις ἐπιτρίβει τοὺς ἀνθρώπους καὶ τοῦ φρονεῖν ἐξίστησι; ναὶ μὰ Δίʼ, ἔφη ὁ Ξενοφῶν· ἐνίησι γάρ τι τὰ φαλάγγια κατὰ τὸ δῆγμα.
“赫拉克勒斯作证,”色诺芬说,“你说的这一吻的力量是何等可怕啊!”“你对此感到惊异吗?”苏格拉底说。“难道你不知道,那些大小甚至不及半个奥波尔的毒蛛,仅仅用口器一触,就能以剧痛折磨人,并使人丧失理智吗?”“是的,指宙斯发誓,”色诺芬说,“因为毒蛛在叮咬时会注入某种东西。”
ὦ μῶρε, ἔφη ὁ Σωκράτης, τοὺς δὲ καλοὺς οὐκ οἴει φιλοῦντας ἐνιέναι τι, ὅτι σὺ οὐχ ὁρᾷς·2 οὐκ οἶσθʼ ὅτι τοῦτο τὸ θηρίον, ὃ καλοῦσι καλὸν καὶ ὡραῖον, τοσούτῳ δεινότερόν ἐστι τῶν φαλαγγίων, ὅσῳ ἐκεῖνα μὲν ἁψάμενα, τοῦτο δὲ οὐδʼ ἁπτόμενον, ἐάν τις αὐτὸ θεᾶται, ἐνίησί τι καὶ πάνυ πρόσωθεν τοιοῦτον ὥστε μαίνεσθαι ποιεῖν; ἀλλὰ συμβουλεύω σοι, ὦ Ξενοφῶν, ὁπόταν ἴδῃς τινὰ καλόν, φεύγειν προτροπάδην. σοὶ δʼ, ὦ Κριτόβουλε, συμβουλεύω ἀπενιαυτίσαι· μόλις γὰρ ἂν ἴσως ἐν τοσούτῳ χρόνῳ ὑγιὴς γένοιο.
“糊涂人哪,”苏格拉底说,“难道仅仅因为你看不见,你就以为美貌之人在亲吻时不会注入什么东西吗?难道你不知道,人们称之为‘美丽而正值青春’的这种猛兽,比毒蛛还要可怕得多:毒蛛尚需触碰,而这种猛兽甚至无须触碰,只要有人注视它,它就能从极远处注入某种足以使人发狂的东西吗?不过我劝你,色诺芬,一旦看见任何美貌之人,就拼命逃跑吧。至于你,克里托布洛斯,我劝你离开城邦流亡一年;因为在这么长的时间里,你或许才勉强能够痊愈。”
οὕτω δὴ καὶ ἀφροδισιάζειν τοὺς μὴ ἀσφαλῶς ἔχοντας πρὸς ἀφροδίσια ᾤετο χρῆναι πρὸς τοιαῦτα, οἷα μὴ πάνυ μὲν δεομένου τοῦ σώματος οὐκ ἂν προσδέξαιτο ἡ ψυχή, δεομένου δὲ οὐκ ἂν πράγματα παρέχοι.3 αὐτὸς δὲ πρὸς ταῦτα φανερὸς ἦν οὕτω παρεσκευασμένος ὥστε ῥᾷον ἀπέχεσθαι τῶν καλλίστων καὶ ὡραιοτάτων ἢ οἱ ἄλλοι τῶν αἰσχίστων καὶ ἀωροτάτων.
因此,他认为那些在情欲方面无法自主的人,应当把情欲寄托在这样的对象上:若非身体迫切需要,灵魂便不会接纳;而在身体需要时,又不会惹出麻烦。至于他自己,显然在这类事情上做好了充分的准备,以至于他远离最美丽、最青春之人,比其他人远离最丑陋、最衰槁之人还要容易。
περὶ μὲν δὴ βρώσεως καὶ πόσεως καὶ ἀφροδισίων οὕτω κατεσκευασμένος ἦν καὶ ᾤετο οὐδὲν ἂν ἧττον ἀρκούντως ἥδεσθαι τῶν πολλὰ ἐπὶ τούτοις πραγματευομένων, λυπεῖσθαι δὲ πολὺ ἔλαττον.
关于饮食和情欲,他便是如此自处的;他认为,自己能充分地享受快乐,绝不亚于那些为此大费周章的人,而所受的痛苦却要少得多。
- 1.3.10κἂν ἐγὼ δοκῶ μοι τὸν κίνδυνον τοῦτον ὑπομεῖναι
κἂν 为 καὶ 与 ἄν 的缩合(crasis)。句中的 ἄν 在句法上修饰后面的不定式 ὑπομεῖναι 而非其紧邻的直陈式现在时动词 δοκῶ,构成表示潜能的不定式结构(“在我看来我也能够承受这一危险”)。
- 1.3.13τοὺς δὲ καλοὺς οὐκ οἴει φιλοῦντας ἐνιέναι τι, ὅτι σὺ οὐχ ὁρᾷς·
连词 ὅτι 引导一个原因从句(“仅仅因为你看不见”)。整句由 οὐκ οἴει 带宾格加不定式结构(τοὺς καλοὺς ... ἐνιέναι τι)构成反问句:“难道就因为你看不见,你便以为美貌之人在亲吻时不曾注入什么东西吗?”
- 1.3.14οἷα μὴ πάνυ μὲν δεομένου τοῦ σώματος οὐκ ἂν προσδέξαιτο ἡ ψυχή, δεομένου δὲ οὐκ ἂν πράγματα παρέχοι
关系代词 οἷα 引导一个定语从句,句中带有 ἄν 搭配祈愿语气(προσδέξαιτο, παρέχοι)表示潜能,用于界定先行词的特征。从句中的两个独立属格(μὴ πάνυ μὲν δεομένου τοῦ σώματος 与 δεομένου δέ)分别充当其对应动词的条件从句(“若身体并非迫切需要”,“而在需要时”)。
