← 色诺芬

回忆苏格拉底

§1.3.1-1.3.6

苏格拉底的虔敬祭祀与节制生活

记述苏格拉底遵从神谕与城邦规制虔敬敬神、仅向神明祈求美善之事、笃信神示高于人事,并以极致的节制操持身心的生活方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3.1

ὡς δὲ δὴ καὶ ὠφελεῖν ἐδόκει μοι τοὺς συνόντας τὰ μὲν ἔργῳ δεικνύων ἑαυτὸν οἷος ἦν, τὰ δὲ καὶ διαλεγόμενος, τούτων δὴ γράψω ὁπόσα ἂν διαμνημονεύσω. τὰ μὲν τοίνυν πρὸς τοὺς θεοὺς φανερὸς ἦν καὶ ποιῶν καὶ λέγων ᾗπερ ἡ Πυθία ἀποκρίνεται τοῖς ἐρωτῶσι πῶς δεῖ ποιεῖν ἢ περὶ θυσίας ἢ περὶ προγόνων θεραπείας ἢ περὶ ἄλλου τινὸς τῶν τοιούτων· ἥ τε γὰρ Πυθία νόμῳ πόλεως ἀναιρεῖ ποιοῦντας εὐσεβῶς ἂν ποιεῖν,1 Σωκράτης τε οὕτω καὶ αὐτὸς ἐποίει καὶ τοῖς ἄλλοις παρῄνει, τοὺς δὲ ἄλλως πως ποιοῦντας περιέργους καὶ ματαίους ἐνόμιζεν εἶναι.

此外,关于在我看来苏格拉底以身作则展现其为人,并且通过与人交谈使追随者受益的情形,凡是我所能忆及的,我都要记录下来。在对待神明的事情上,显而易见,他的言行完全遵循皮提亚对那些询问应当如何行事之人的回答,无论关于祭祀、祖先祭拜,还是关于任何其他同类事项;因为皮提亚回答说,凡依照城邦法度而行的人便算虔敬,而苏格拉底自己也是如此行事并以此劝告他人,至于那些以其他方式行事的人,他则认为他们是多事且徒劳的。

§1.3.2

καὶ ηὔχετο δὲ πρὸς τοὺς θεοὺς ἁπλῶς τἀγαθὰ διδόναι, ὡς τοὺς θεοὺς κάλλιστα εἰδότας ὁποῖα ἀγαθά ἐστι· τοὺς δʼ εὐχομένους χρυσίον ἢ ἀργύριον ἢ τυραννίδα ἢ ἄλλο τι τῶν τοιούτων οὐδὲν διάφορον ἐνόμιζεν εὔχεσθαι ἢ εἰ κυβείαν ἢ μάχην ἢ ἄλλο τι εὔχοιντο τῶν φανερῶς ἀδήλων ὅπως ἀποβήσοιτο.

他也向神明祈祷,只简单地求赐美善之事,因为他坚信神明最清楚何者为善。而对于那些祈求黄金、白银、僭主权位或其他此类事物的人,他认为他们的祈求无异于祈求掷骰子、战斗或任何结果显然未定之事。

§1.3.3

θυσίας δὲ θύων μικρὰς ἀπὸ μικρῶν οὐδὲν ἡγεῖτο μειοῦσθαι τῶν ἀπὸ πολλῶν καὶ μεγάλων πολλὰ καὶ μεγάλα θυόντων. οὔτε γὰρ τοῖς θεοῖς ἔφη καλῶς ἔχειν, εἰ ταῖς μεγάλαις θυσίαις μᾶλλον ἢ ταῖς μικραῖς ἔχαιρον· πολλάκις γὰρ ἂν αὐτοῖς τὰ παρὰ τῶν πονηρῶν μᾶλλον ἢ τὰ παρὰ τῶν χρηστῶν εἶναι κεχαρισμένα·2 οὔτʼ ἂν τοῖς ἀνθρώποις ἄξιον εἶναι ζῆν, εἰ τὰ παρὰ τῶν πονηρῶν μᾶλλον ἦν κεχαρισμένα τοῖς θεοῖς ἢ τὰ παρὰ τῶν χρηστῶν· ἀλλʼ ἐνόμιζε τοὺς θεοὺς ταῖς παρὰ τῶν εὐσεβεστάτων τιμαῖς μάλιστα χαίρειν. ἐπαινέτης δʼ ἦν καὶ τοῦ ἔπους τούτου· "καδδύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσι," καὶ πρὸς φίλους δὲ καὶ ξένους καὶ πρὸς τὴν ἄλλην δίαιταν καλὴν ἔφη παραίνεσιν εἶναι τὴν καδδύναμιν δʼ ἔρδειν.

他在依凭微薄资财献上微薄祭品时,并不认为自己丝毫逊色于那些仗着丰厚财物献上丰盛盛大祭品的人。因为他说,倘若神明喜悦大祭更甚于小祭,对神明来说便不成体统;因为若是那样,恶人所献往往就会比善人所献更讨神明喜悦;而若是恶人所献比善人所献更能取悦神明,对人类而言生活也就不值得过下去了。相反,他坚信神明最喜悦来自最虔敬之人的崇敬。他也是这句诗的赞赏者: “量力向不死的神明奉献祭品,”他还说,对于朋友、客人以及整个人生起居,“量力而行”都是极好的劝诫。

§1.3.4

εἰ δέ τι δόξειεν αὐτῷ σημαίνεσθαι παρὰ τῶν θεῶν, ἧττον ἂν ἐπείσθη παρὰ τὰ σημαινόμενα ποιῆσαι ἢ εἴ τις αὐτὸν ἔπειθεν ὁδοῦ λαβεῖν ἡγεμόνα τυφλὸν καὶ μὴ εἰδότα τὴν ὁδὸν ἀντὶ βλέποντος καὶ εἰδότος· καὶ τῶν ἄλλων δὲ μωρίαν κατηγόρει, οἵτινες παρὰ τὰ ὑπὸ τῶν θεῶν σημαινόμενα ποιοῦσί τι, φυλαττόμενοι τὴν παρὰ τοῖς ἀνθρώποις ἀδοξίαν· αὐτὸς δὲ πάντα τἀνθρώπινα ὑπερεώρα πρὸς τὴν παρὰ τῶν θεῶν συμβουλίαν.

如果他觉得从神明那里得到了某种预示,那么要说服他做出违背预示之事,比有人说服他舍弃双目明亮且认路之人而挑选盲目不识路之人作为向导还要困难。他指责其他那些违背神明预示行事之人是愚蠢的,那些人如此做乃是为了防备在凡人中间落得坏名声;而他自己则将人世间的一切都看得低于神明的劝告。

§1.3.5

διαίτῃ δὲ τήν τε ψυχὴν ἐπαίδευσε καὶ τὸ σῶμα ᾗ χρώμενος ἄν τις, εἰ μή τι δαιμόνιον εἴη, θαρραλέως καὶ ἀσφαλῶς διάγοι καὶ οὐκ ἂν ἀπορήσειε τοσαύτης δαπάνης. οὕτω γὰρ εὐτελὴς ἦν, ὥστʼ οὐκ οἶδʼ εἴ τις οὕτως ἂν ὀλίγα ἐργάζοιτο ὥστε μὴ λαμβάνειν τὰ Σωκράτει ἀρκοῦντα. σίτῳ μὲν γὰρ τοσούτῳ ἐχρῆτο, ὅσον ἡδέως ἤσθιε, καὶ ἐπὶ τοῦτο οὕτω παρεσκευασμένος ᾔει ὥστε τὴν ἐπιθυμίαν τοῦ σίτου ὄψον αὐτῷ εἶναι· ποτὸν δὲ πᾶν ἡδὺ ἦν αὐτῷ διὰ τὸ μὴ πίνειν, εἰ μὴ διψῴη.

他以一种生活方式来训练自己的灵魂和身体,任何人只要采用这种方式——除非发生不可抗的神异之事——都能坦然安稳地度日,且绝不至于匮乏如此微薄的开销。因为他是如此节俭,以至于我不知道是否会有人干活挣得如此之少,竟会挣不到足以满足苏格拉底之所需。他所用的食物,刚好是他能津津有味吃下的分量,而他去进食时已做好准备,以致对食物的渴望本身就成了他的下饭菜;任何饮料对他而言都是甜美的,因为除非口渴,他绝不饮用。

§1.3.6

εἰ δέ ποτε κληθεὶς ἐθελήσειεν ἐπὶ δεῖπνον ἐλθεῖν, ὃ τοῖς πλείστοις ἐργωδέστατόν ἐστιν, ὥστε φυλάξασθαι τὸ ὑπὲρ τὸν κόρον ἐμπίμπλασθαι,3 τοῦτο ῥᾳδίως πάνυ ἐφυλάττετο. τοῖς δὲ μὴ δυναμένοις τοῦτο ποιεῖν συνεβούλευε φυλάττεσθαι τὰ πείθοντα μὴ πεινῶντας ἐσθίειν μηδὲ διψῶντας πίνειν· καὶ γὰρ τὰ λυμαινόμενα γαστέρας καὶ κεφαλὰς καὶ ψυχὰς ταῦτʼ ἔφη εἶναι.

若有时应邀愿意前去赴宴——对大多数人而言,防备暴饮暴食超出饱腹是极难做到的事——他却能极其轻松地予以防范。对于那些无法做到这一点的人,他劝告他们要警惕那些诱使人在不饿时进食、不渴时进饮的事物;因为他说,败坏脾胃、头脑和灵魂的,正是这些东西。

语法注3 条
  1. 1.3.1ἥ τε γὰρ Πυθία νόμῳ πόλεως ἀναιρεῖ ποιοῦντας εὐσεβῶς ἂν ποιεῖν

    ἀναιρεῖ(传下神谕)接带宾语的不定式结构:分词 ποιοῦντας 既是不定式 ποιεῖν 的逻辑主语,又充当条件分词(相当于 εἰ ποιοῖεν),与带 ἄν 的不定式(εὐσεβῶς ἂν ποιεῖν)构成潜在条件句的归结。

  2. 1.3.3πολλάκις γὰρ ἂν αὐτοῖς τὰ παρὰ τῶν πονηρῶν μᾶλλον ἢ τὰ παρὰ τῶν χρηστῶν εἶναι κεχαρισμένα

    间接引语(从属于 ἔφη)中的非真实条件句归结从句:原本应为过去时直陈式加 ἄν(即 ἦν ἂν κεχαρισμένα),在 ἔφη 的支配下转换为不定式 εἶναι 加 ἄν,承接前一句中与事实相反的条件分句 εἰ ... ἔχαιρον。

  3. 1.3.6ὃ τοῖς πλείστοις ἐργωδέστατόν ἐστιν, ὥστε φυλάξασθαι τὸ ὑπὲρ τὸν κόρον ἐμπίμπλασθαι

    关系代词 ὃ 先行指涉后文带有冠词的不定式 τὸ ... ἐμπίμπλασθαι(暴饮暴食超出饱腹)或对此的防备,而 ὥστε 引导的不定式(ὥστε φυλάξασθαι)在此用作说明或限定形容词 ἐργωδέστατον(在防备……方面最为困难)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.3.1-1.3.6