- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.2.57-1.2.64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者驳斥了控告者关于苏格拉底曲解赫西俄德与荷马诗句以唆使暴虐的指控,表明他无偿施教、亲善民众且造福城邦,最后总结指出苏格拉底绝未触犯起诉状中的罪名,理应受到城邦的至高尊崇而非死刑。
Σωκράτης δʼ ἐπεὶ διομολογήσαιτο1 τὸ μὲν ἐργάτην εἶναι ὠφέλιμόν τε ἀνθρώπῳ καὶ ἀγαθὸν εἶναι, τὸ δὲ ἀργὸν βλαβερόν τε καὶ κακόν, καὶ τὸ μὲν ἐργάζεσθαι ἀγαθόν, τὸ δʼ ἀργεῖν κακόν, τοὺς μὲν ἀγαθόν τι ποιοῦντας ἐργάζεσθαί τε ἔφη καὶ ἐργάτας ἀγαθοὺς εἶναι, τοὺς δὲ κυβεύοντας ἤ τι ἄλλο πονηρὸν καὶ ἐπιζήμιον ποιοῦντας ἀργοὺς ἀπεκάλει. ἐκ δὲ τούτων ὀρθῶς ἂν ἔχοι τὸ "ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος."
然而苏格拉底每当赞同身为做工之人对人有益且是善的,游手好闲是有害且是恶的,做工是善,怠惰是恶,便宣称行善事之人方是在做工且是优良的工者,而将掷骰子赌博或行其他败坏有害之事的人斥为游手好闲之人。由此看来,这句诗便是正确的: “劳作绝非耻辱,懒惰方为耻辱。
τὸ δὲ Ὀμήρου2 ἔφη ὁ κατήγορος πολλάκις αὐτὸν λέγειν, ὅτι Ὀδυσσεὺς "ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη, τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· δαιμόνιʼ, οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς. ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· δαιμόνιʼ, ἀτρέμας ἧσο, καὶ ἄλλων μῦθον ἄκουε, οἳ σέο φέρτεροί εἰσι· σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις, οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ." ταῦτα δὴ αὐτὸν ἐξηγεῖσθαι, ὡς ὁ ποιητὴς ἐπαινοίη παίεσθαι τοὺς δημότας καὶ πένητας.
” 控告者还说,苏格拉底常引述荷马的那段诗句,说到奥德修斯: “凡是他所遇见的首领和杰出之士, 他便立于其身旁,用温和的言辞加以制止: ‘尊驾,你像懦夫般惶恐惊惧实不相称, 且请自己坐下,并让其余大众落座。’ 但凡见到底层平民并发现其在大声叫嚷, 他便以权杖抽打,并用言辞喝斥道: ‘尊驾,安静坐着,听从其他人的话语, 他们比你强得多;你既不能战又无胆魄, 无论在战阵中还是议事时都决算不上人物。’” 控告者称,苏格拉底将此解说为诗人称赞殴打平民与贫民。
Σωκράτης δʼ οὐ ταῦτʼ ἔλεγε· καὶ γὰρ ἑαυτὸν οὕτω γʼ ἂν ᾤετο δεῖν παίεσθαι· ἀλλʼ ἔφη δεῖν τοὺς μήτε λόγῳ μήτʼ ἔργῳ ὠφελίμους ὄντας μήτε στρατεύματι μήτε πόλει μήτε αὐτῷ τῷ δήμῳ, εἴ τι δέοι, βοηθεῖν ἱκανούς, ἄλλως τʼ ἐὰν πρὸς τούτῳ καὶ θρασεῖς ὦσι, πάντα τρόπον κωλύεσθαι, κἂν πάνυ πλούσιοι τυγχάνωσιν ὄντες.
然而苏格拉底并非此意;若按此说,他自己也当认为自己理应挨打了。他乃是说,凡在言论或行动上都无益处,在有所需要时既不能援助军队,也不能援助城邦或平民本身的人,尤其是若在此之外还傲慢放肆,那么即便他们极其富有,也应当想尽一切办法予以制止。
ἀλλὰ Σωκράτης γε τἀναντία τούτων φανερὸς ἦν καὶ δημοτικὸς καὶ φιλάνθρωπος ὤν.3 ἐκεῖνος γὰρ πολλοὺς ἐπιθυμητὰς καὶ ἀστοὺς καὶ ξένους λαβὼν οὐδένα πώποτε μισθὸν τῆς συνουσίας ἐπράξατο, ἀλλὰ πᾶσιν ἀφθόνως ἐπήρκει τῶν ἑαυτοῦ· ὧν τινες μικρὰ μέρη παρʼ ἐκείνου προῖκα λαβόντες πολλοῦ τοῖς ἄλλοις ἐπώλουν, καὶ οὐκ ἦσαν ὥσπερ ἐκεῖνος δημοτικοί· τοῖς γὰρ μὴ ἔχουσι χρήματα διδόναι οὐκ ἤθελον διαλέγεσθαι.
然而显而易见,苏格拉底所行与这些截然相反,既热爱民众又充满仁爱。他虽吸引了许多本邦公民和异邦追随者,却从未就自己的交往收取分文报酬,而是将自己的一切慷慨无私地提供给所有人。他的追随者中有人从他那里白白获得细枝末节,转而向他人索取高价出售,这些人并不像苏格拉底那样亲善民众,因为他们不愿与没有钱财奉上的人交谈。
ἀλλὰ Σωκράτης γε καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους κόσμον τῇ πόλει παρεῖχε πολλῷ μᾶλλον ἢ Λίχας τῇ Λακεδαιμονίων, ὃς ὀνομαστὸς ἐπὶ τούτῳ γέγονε. Λίχας μὲν γὰρ ταῖς γυμνοπαιδίαις τοὺς ἐπιδημοῦντας ἐν Λακεδαίμονι ξένους ἐδείπνιζε, Σωκράτης δὲ διὰ παντὸς τοῦ βίου τὰ ἑαυτοῦ δαπανῶν τὰ μέγιστα πάντας τοὺς βουλομένους ὠφέλει· βελτίους γὰρ ποιῶν τοὺς συγγιγνομένους ἀπέπεμπεν.
不仅如此,在向其他世人彰显城邦风采方面,苏格拉底带给城邦的荣耀,远甚于在这方面闻名遐迩的利卡斯带给拉刻代蒙人城邦的荣耀。因为利卡斯不过是在裸体体操节期间招待寓居拉刻代蒙的外邦人进餐,而苏格拉底则终其一生倾尽自身所有,使一切有意受教之人获得最大裨益;因为他使与他交往的人变得更好后送他们离去。
ἐμοὶ μὲν δὴ Σωκράτης τοιοῦτος ὢν ἐδόκει τιμῆς ἄξιος εἶναι τῇ πόλει4 μᾶλλον ἢ θανάτου. καὶ κατὰ τοὺς νόμους δὲ σκοπῶν ἄν τις τοῦθʼ εὕροι. κατὰ γὰρ τοὺς νόμους, ἐάν τις φανερὸς γένηται κλέπτων ἢ λωποδυτῶν ἢ βαλλαντιοτομῶν ἢ τοιχωρυχῶν ἢ ἀνδραποδιζόμενος ἢ ἱεροσυλῶν, τούτοις θάνατός ἐστιν ἡ ζημία· ὧν ἐκεῖνος πάντων ἀνθρώπων πλεῖστον ἀπεῖχεν.
在我看来,苏格拉底既然是这样的人,理应受到城邦的尊崇,而非被处死刑。若依法律来考察,任何人也会得出这般结论。因为按照法律,若有人被证实犯有盗窃、剥人衣物、割荷包、穿墙行窃、拐卖自由人为奴或盗窃圣物,其刑罚乃是死刑;而在全人类之中,苏格拉底距离这一切罪行最为遥远。
ἀλλὰ μὴν τῇ πόλει γε οὔτε πολέμου κακῶς συμβάντος οὔτε στάσεως οὔτε προδοσίας οὔτε ἄλλου κακοῦ οὐδενὸς πώποτε αἴτιος ἐγένετο· οὐδὲ μὴν ἰδίᾳ γε οὐδένα πώποτε ἀνθρώπων οὔτε ἀγαθῶν ἀπεστέρησεν οὔτε κακοῖς περιέβαλεν, ἀλλʼ οὐδʼ αἰτίαν τῶν εἰρημένων οὐδενὸς πώποτʼ ἔσχε.
况且,城邦未曾因他遭受战事失利、内讧、背叛或任何其他灾祸;在私下交往中,他也从未剥夺过任何人的福祉,从未将灾难加诸任何人,甚至对于上述任何一项罪名,他也从未蒙受过任何指控。
πῶς οὖν ἂν ἔνοχος εἴη τῇ γραφῇ; ὃς ἀντὶ μὲν τοῦ μὴ νομίζειν θεούς, ὡς ἐν τῇ γραφῇ ἐγέγραπτο, φανερὸς ἦν θεραπεύων τοὺς θεοὺς μάλιστα τῶν ἄλλων ἀνθρώπων, ἀντὶ δὲ τοῦ διαφθείρειν τοὺς νέους, ὃ δὴ ὁ γραψάμενος αὐτὸν ᾐτιᾶτο, φανερὸς ἦν τῶν συνόντων τοὺς πονηρὰς ἐπιθυμίας ἔχοντας τούτων μὲν παύων, τῆς δὲ καλλίστης καὶ μεγαλοπρεπεστάτης ἀρετῆς, ᾗ πόλεις τε καὶ οἶκοι εὖ οἰκοῦσι, προτρέπων ἐπιθυμεῖν· ταῦτα δὲ πράττων πῶς οὐ μεγάλης ἄξιος ἦν τιμῆς τῇ πόλει;
那么,他怎会触犯起诉状中的罪名呢?起诉状中控告他不敬神,然而显而易见,他比其他所有人都更虔诚地侍奉神明;起诉人控告他败坏青年,然而显而易见,在同他交往的人中,他使心怀恶欲者戒除这些恶念,劝导他们渴求最美好、最崇高的德性——正是凭借这种德性,城邦与家室才得以良好维系。行此诸事的苏格拉底,怎会不配得到城邦的巨大尊崇呢?
- 1.2.57ἐπεὶ διομολογήσαιτο
连词 ἐπεί 引导过去重复动作或过去概括从句,接希求法动词(反复希求法),表示“每当他赞同……”或“在达成一致意见之后”。
- 1.2.58τὸ δὲ Ὀμήρου
定冠词中性单数宾格 τὸ 与属格 Ὀμήρου 结合,用作限制宾格(“关于荷马的那段诗句”)或作为动词 λέγειν 的直接宾语,引出后续诗句。
- 1.2.60φανερὸς ἦν καὶ δημοτικὸς καὶ φιλάνθρωπος ὤν
形容词 φανερός 与主格补充分词 ὤν 搭配的典型人称句式。希腊语将主语前置并使分词在格、性、数上与主语一致,表达“显然他是……(it was clear that he was...)”。下文的 φανερὸς ἦν θεραπεύων 亦属此类句式。
- 1.2.62τιμῆς ἄξιος εἶναι τῇ πόλει
τιμῆς 是形容词 ἄξιος 所要求的价值属格(“配得上荣誉”);与格 τῇ πόλει 用作评判与格或利益与格,表示“在城邦眼中”或“从城邦获得(荣誉)”。
