← 色诺芬

回忆苏格拉底

§1.2.49-1.2.56

驳斥教唆轻慢亲属与曲解诗句的控告

控告者指责苏格拉底教导鄙弃亲属并曲解诗句,作者则辩护阐明苏格拉底的本意在于警示无知、劝勉人追求智慧与实用的教益。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.49

ἀλλὰ Σωκράτης γʼ, ἔφη ὁ κατήγορος, τοὺς πατέρας προπηλακίζειν ἐδίδασκε, πείθων μὲν τοὺς συνόντας αὐτῷ σοφωτέρους ποιεῖν τῶν πατέρων, φάσκων δὲ κατὰ νόμον ἐξεῖναι παρανοίας ἑλόντι καὶ τὸν πατέρα δῆσαι,1 τεκμηρίῳ τούτῳ χρώμενος, ὡς τὸν ἀμαθέστερον ὑπὸ τοῦ σοφωτέρου νόμιμον εἴη δεδέσθαι.

“然而苏格拉底,”控告者说,“教人侮辱自己的父亲;他使同他交往的人相信,他能使他们比自己的父亲更智慧;他还声称,根据法律,一旦判定父亲精神失常,甚至可以把他捆绑起来;并以此为证,断言由更智慧的人把更无知的人捆绑起来是合法的。”

§1.2.50

Σωκράτης δὲ τὸν μὲν ἀμαθίας ἕνεκα δεσμεύοντα δικαίως ἂν καὶ αὐτὸν ᾤετο δεδέσθαι ὑπὸ τῶν ἐπισταμένων ἃ μὴ αὐτὸς ἐπίσταται· καὶ τῶν τοιούτων ἕνεκα πολλάκις ἐσκόπει, τί διαφέρει μανίας ἀμαθία· καὶ τοὺς μὲν μαινομένους ᾤετο συμφερόντως ἂν δεδέσθαι καὶ ἑαυτοῖς καὶ τοῖς φίλοις, τοὺς δὲ μὴ ἐπισταμένους τὰ δέοντα δικαίως ἂν μανθάνειν παρὰ τῶν ἐπισταμένων.

然而苏格拉底认为,因他人无知而加以捆绑的人,理当也被通晓自己所不知之事的人所捆绑。正是为此类缘故,他常常探讨无知与发狂有何区别。他认为,把发狂的人捆绑起来,无论对他们自己还是对其朋友都是有益的;而那些不通晓分内当行之事的人,则理当向通晓者学习。

§1.2.51

ἀλλὰ Σωκράτης γε, ἔφη ὁ κατήγορος, οὐ μόνον τοὺς πατέρας ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς ἐποίει ἐν ἀτιμίᾳ εἶναι παρὰ τοῖς ἑαυτῷ συνοῦσι, λέγων ὡς οὔτε τοὺς κάμνοντας οὔτε τοὺς δικαζομένους οἱ συγγενεῖς ὠφελοῦσιν, ἀλλὰ τοὺς μὲν οἱ ἰατροί, τοὺς δὲ οἱ συνδικεῖν ἐπιστάμενοι.

“然而苏格拉底,”控告者说,“不仅让父亲,而且让其他亲属在同他交往的人面前受到蔑视,声称无论对患病者还是打官司的人,亲属都毫无裨益,能帮助前者的乃是医生,能帮助后者的乃是精通法庭辩护的人。”

§1.2.52

ἔφη δὲ καὶ περὶ τῶν φίλων αὐτὸν λέγειν ὡς οὐδὲν ὄφελος εὔνους εἶναι, εἰ μὴ καὶ ὠφελεῖν δυνήσονται· μόνους δὲ φάσκειν αὐτὸν ἀξίους εἶναι τιμῆς τοὺς εἰδότας τὰ δέοντα καὶ ἑρμηνεῦσαι δυναμένους· ἀναπείθοντα οὖν τοὺς νέους αὐτόν, ὡς αὐτὸς εἴη σοφώτατός τε καὶ ἄλλους ἱκανώτατος ποιῆσαι σοφούς, οὕτω διατιθέναι τοὺς ἑαυτῷ συνόντας, ὥστε μηδαμοῦ παρʼ αὐτοῖς τοὺς ἄλλους εἶναι πρὸς ἑαυτόν.2

控告者还说,关于朋友,苏格拉底也曾说过,如果不能在实际上有所助益,徒有善意毫无用处;他还声称,唯有通晓当行之事且能予以阐释的人,才配得上受尊重。因此,他劝导青年相信他自己最为智慧、最能使他人成为智者,从而使与其交往的人产生这种心态,以至于同他相比,将其他人视为无足轻重。

§1.2.53

ἐγὼ δʼ αὐτὸν οἶδα μὲν καὶ περὶ πατέρων τε καὶ τῶν ἄλλων συγγενῶν καὶ περὶ φίλων ταῦτα λέγοντα· καὶ πρὸς τούτοις γε δή, ὅτι τῆς ψυχῆς ἐξελθούσης, ἐν ᾗ μόνῃ γίγνεται φρόνησις, τὸ σῶμα τοῦ οἰκειοτάτου ἀνθρώπου τὴν ταχίστην ἐξενέγκαντες ἀφανίζουσιν.

然而我知道,他确实曾就父亲、其他亲属以及朋友发表过这些言论;而且除此以外他还说过,一旦作为智慧唯一发源地的灵魂离开,人们便会以最快速度把最亲近之人的尸体抬出并掩埋消除掉。

§1.2.54

ἔλεγε δʼ ὅτι καὶ ζῶν ἕκαστος ἑαυτοῦ, ὃ πάντων μάλιστα φιλεῖ, τοῦ σώματος ὅ τι ἂν ἀχρεῖον ᾖ καὶ ἀνωφελές, αὐτός τε ἀφαιρεῖ καὶ ἄλλῳ παρέχει. αὐτοί τέ γε αὑτῶν ὄνυχάς τε καὶ τρίχας καὶ τύλους ἀφαιροῦσι καὶ τοῖς ἰατροῖς παρέχουσι μετὰ πόνων τε καὶ ἀλγηδόνων καὶ ἀποτέμνειν καὶ ἀποκάειν, καὶ τούτων χάριν οἴονται δεῖν αὐτοῖς καὶ μισθὸν τίνειν· καὶ τὸ σίαλον ἐκ τοῦ στόματος ἀποπτύουσιν ὡς δύνανται πορρωτάτω, διότι ὠφελεῖ μὲν οὐδὲν αὐτοὺς ἐνόν, βλάπτει δὲ πολὺ μᾶλλον.

他还说过,即使在活着的时候,每个人也会从自己最为珍爱的身体上,将任何无用和无益的部分自行切除,或交给他人切除。人们确实会剪去自己的指甲、毛发和老茧,并在劳累与痛苦中任由医生施行切割与灼烙,甚至为了这些还认为应当付给医生报酬;他们还会把唾液从口中尽量吐得远远的,因为唾液存留在体内毫无益处,反而害处大得多。

§1.2.55

ταῦτʼ οὖν ἔλεγεν οὐ τὸν μὲν πατέρα ζῶντα κατορύττειν διδάσκων, ἑαυτὸν δὲ κατατέμνειν, ἀλλʼ ἐπιδεικνύων ὅτι τὸ ἄφρον ἄτιμόν ἐστι παρεκάλει ἐπιμελεῖσθαι τοῦ ὡς φρονιμώτατον εἶναι καὶ ὠφελιμώτατον, ὅπως, ἐάν τε ὑπὸ πατρὸς ἐάν τε ὑπὸ ἀδελφοῦ ἐάν τε ὑπʼ ἄλλου τινὸς βούληται τιμᾶσθαι, μὴ τῷ οἰκεῖος εἶναι πιστεύων ἀμελῇ, ἀλλὰ πειρᾶται, ὑφʼ ὧν ἂν βούληται τιμᾶσθαι, τούτοις ὠφέλιμος εἶναι.

因此,他说这些话绝不是在教导人们把活着的父亲活埋,或者割伤自己,而是为了指明缺乏理智之物是卑微无价值的,劝勉人们要注重使自己变得尽可能明智且富有助益;这样,无论一个人希望受到父亲、兄弟还是其他任何人的尊重,都不至于因自恃亲属关系而懈怠,而会努力对那些自己渴望获得其尊重的人成为有用之人。

§1.2.56

ἔφη δʼ αὐτὸν ὁ κατήγορος καὶ τῶν ἐνδοξοτάτων ποιητῶν ἐκλεγόμενον τὰ πονηρότατα καὶ τούτοις μαρτυρίοις χρώμενον διδάσκειν τοὺς συνόντας κακούργους τε εἶναι καὶ τυραννικούς, Ἡσιόδου μὲν τὸ "ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος·" τοῦτο δὴ λέγειν αὐτόν, ὡς ὁ ποιητὴς κελεύει μηδενὸς ἔργου μήτʼ ἀδίκου μήτʼ αἰσχροῦ ἀπέχεσθαι, ἀλλὰ καὶ ταῦτα ποιεῖν ἐπὶ τῷ κέρδει.3

控告者还说,苏格拉底从最著名的诗人们的篇章中摘取最坏的诗句,并以此为根据,教导与其交往的人作恶行凶、逞其专横;例如赫西俄德的那句: “劳作绝非耻辱,懒惰方为耻辱;” 控告者称,苏格拉底解说此句是说诗人命令人们不要避开任何劳作,不论是不义的还是可耻的劳作,只要为了牟利,就哪怕这些也要去干。

语法注3 条
  1. 1.2.49παρανοίας ἑλόντι καὶ τὸν πατέρα δῆσαι

    παρανοίας 是雅典法庭术语中表示罪名或起诉由头的属格(指控/定罪属格)。ἑλόντι 是 αἱρέω 的第二不定过去时分词与格阳性单数,作无人称动词 ἐξεῖναι 的逻辑主语,意为“在诉讼中获胜定罪者”。καὶ τὸν πατέρα 带有强调意味(“甚至自己的父亲”)。

  2. 1.2.52ὥστε μηδαμοῦ παρʼ αὐτοῖς τοὺς ἄλλους εἶναι πρὸς ἑαυτόν

    由 ὥστε 引导的结果从句。成语 μηδαμοῦ εἶναι 意为“微不足道 / 毫无价值”。παρʼ αὐτοῖς 表示“在他们(伴随者)的眼中/评价中”,而 πρὸς ἑαυτόν 则表示比较的基准(“与他自身相比”)。

  3. 1.2.56ἐπὶ τῷ κέρδει

    介词 ἐπί 接与格表示行为的目的或动机(“为了获利 / 图利”)。控告者借此声称苏格拉底将赫西俄德劝人勤勉劳动的原意曲解为只要能牟利便不择手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.2.49-1.2.56