- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.2.39-1.2.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出克里提阿与阿尔西比亚德亲近苏格拉底仅出于政治野心而非追求美德,并记载了阿尔西比亚德年轻时与伯里克利就法律与强暴定义展开的辩论。作者进一步将他们与苏格拉底真正的追随者进行对比,说明后者追求美德且一生清白无咎。
φαίην δʼ ἂν ἔγωγε μηδενὶ μηδεμίαν εἶναι παίδευσιν παρὰ τοῦ μὴ ἀρέσκοντος. Κριτίας δὲ καὶ Ἀλκιβιάδης οὐκ ἀρέσκοντος αὐτοῖς Σωκράτους ὡμιλησάτην ὃν χρόνον ὡμιλείτην αὐτῷ, ἀλλʼ εὐθὺς ἐξ ἀρχῆς ὡρμηκότε προεστάναι τῆς πόλεως. ἔτι γὰρ Σωκράτει συνόντες οὐκ ἄλλοις τισὶ μᾶλλον ἐπεχείρουν διαλέγεσθαι ἢ τοῖς μάλιστα πράττουσι τὰ πολιτικά.
依我之见,任何人都不可能从一个令自己不悦的人那里学到任何教益。克里提阿和阿尔西比亚德在与苏格拉底交往的那段时间里,并不是因为他合自己的心意而与他交往,而是从一开始就一心想成为城邦的首领。因为他们还在与苏格拉底相处的时候,比起那些最积极从政的人,就并不更设法与别的什么人交谈。
λέγεται γὰρ Ἀλκιβιάδην, πρὶν εἴκοσιν ἐτῶν εἶναι, Περικλεῖ ἐπιτρόπῳ μὲν ὄντι αὐτοῦ, προστάτῃ δὲ τῆς πόλεως, τοιάδε διαλεχθῆναι περὶ νόμων·
据说,阿尔西比亚德在未满二十岁时,曾与他的监护人兼城邦领袖伯里克利就法律问题进行过这样一番谈话: 据称他说:
εἰπέ μοι, φάναι, ὦ Περίκλεις, ἔχοις ἄν με διδάξαι τί ἐστι νόμος; πάντως δήπου, φάναι τὸν Περικλέα. δίδαξον δὴ πρὸς τῶν θεῶν, φάναι τὸν Ἀλκιβιάδην· ὡς ἐγὼ ἀκούων τινῶν ἐπαινουμένων, ὅτι νόμιμοι ἄνδρες εἰσίν, οἶμαι μὴ ἂν δικαίως τούτου τυχεῖν τοῦ ἐπαίνου τὸν μὴ εἰδότα1 τί ἐστι νόμος.
“伯里克利,告诉我,你能教给我什么是法律吗?”伯里克利回答:“当然可以。”阿尔西比亚德说:“那么凭诸神起誓,请教教我吧;因为我听到某些人因守法而受到赞扬时,我想,一个不知道什么是法律的人,是不可能公正地获得这种赞誉的。”
ἀλλʼ οὐδέν τι χαλεποῦ πράγματος ἐπιθυμεῖς, ὦ Ἀλκιβιάδη, φάναι τὸν Περικλέα, βουλόμενος γνῶναι τί ἐστι νόμος· πάντες γὰρ οὗτοι νόμοι εἰσίν, οὓς τὸ πλῆθος συνελθὸν καὶ δοκιμάσαν ἔγραψε, φράζον ἅ τε δεῖ ποιεῖν καὶ ἃ μή. πότερον δὲ τἀγαθὰ νομίσαν δεῖν ποιεῖν ἢ τὰ κακά; τἀγαθὰ νὴ Δία, φάναι, ὦ μειράκιον, τὰ δὲ κακὰ οὔ.
伯里克利说:“阿尔西比亚德,你想知道什么是法律,所求的并不是什么难事;因为凡是大众聚集在一起并经审查批准而写下的规定,说明应当做什么和不应当做什么,所有这些都是法律。”“那么他们是认为应当行善事,还是作恶事呢?”他说:“凭宙斯起誓,年轻人,自然是善事,而不是恶事。”
ἐὰν δὲ μὴ τὸ πλῆθος, ἀλλʼ, ὥσπερ ὅπου ὀλιγαρχία ἐστίν, ὀλίγοι συνελθόντες γράψωσιν ὅ τι χρὴ ποιεῖν, ταῦτα τί ἐστι; πάντα, φάναι, ὅσα ἂν τὸ κρατοῦν τῆς πόλεως βουλευσάμενον, ἃ χρὴ ποιεῖν, γράψῃ, νόμος καλεῖται. κἂν τύραννος οὖν κρατῶν τῆς πόλεως γράψῃ τοῖς πολίταις ἃ χρὴ ποιεῖν, καὶ ταῦτα νόμος ἐστί; καὶ ὅσα τύραννος ἄρχων, φάναι, γράφει, καὶ ταῦτα νόμος καλεῖται.
“但如果不是大众,而是像在寡头政体下那样,少数人聚在一起写下应当做什么,这些又是什么呢?”他说:“凡是城邦的掌权者在商议之后,作为应当做的事而写下的规定,统统称为法律。”“那么,如果僭主统治城邦,向公民写下他们必须做的事,这也是法律吗?”他说:“僭主作为统治者所写的一切,也同样被称为法律。”
βία δέ, φάναι, καὶ ἀνομία τί ἐστιν, ὦ Περίκλεις; ἆρʼ οὐχ ὅταν ὁ κρείττων τὸν ἥττω μὴ πείσας, ἀλλὰ βιασάμενος, ἀναγκάσῃ ποιεῖν ὅ τι ἂν αὐτῷ δοκῇ; ἔμοιγε δοκεῖ, φάναι τὸν Περικλέα. καὶ ὅσα ἄρα τύραννος μὴ πείσας τοὺς πολίτας ἀναγκάζει ποιεῖν γράφων, ἀνομία ἐστί; δοκεῖ μοι, φάναι τὸν Περικλέα· ἀνατίθεμαι γὰρ τὸ ὅσα τύραννος μὴ πείσας γράφει νόμον εἶναι.2
阿尔西比亚德说:“伯里克利,强暴与非法又是什么呢?难道不就是强者在没有说服弱者的情况下,用武力迫使他做自己认为合适的事吗?”伯里克利说:“在我看来正是如此。”“那么,僭主没有说服公民,通过条文强迫他们去做的事,就是非法吗?”伯里克利说:“在我看来正是如此;因为我收回僭主未加说服所写下的规定也是法律这一看法。”
ὅσα δὲ οἱ ὀλίγοι τοὺς πολλοὺς μὴ πείσαντες, ἀλλὰ κρατοῦντες γράφουσι, πότερον βίαν φῶμεν ἢ μὴ φῶμεν εἶναι; πάντα μοι δοκεῖ, φάναι τὸν Περικλέα, ὅσα τις μὴ πείσας ἀναγκάζει τινὰ ποιεῖν, εἴτε γράφων εἴτε μή, βία μᾶλλον ἢ νόμος εἶναι. καὶ ὅσα ἄρα τὸ πᾶν πλῆθος κρατοῦν τῶν τὰ χρήματα ἐχόντων γράφει μὴ πεῖσαν, βία μᾶλλον ἢ νόμος ἂν εἴη;
“那么,少数人未曾说服多数人、依仗掌权而写下的规定,我们应当称之为强暴,还是不称之为强暴呢?”伯里克利说:“在我看来,任何人未经说服而强迫他人去做的所有事情,不论是成文还是不成文,都毋宁说是强暴而非法律。”“那么,全体平民依仗对有产者的统治,未经说服而写下的规定,也同样毋宁说是强暴而非法律吗?”
μάλα τοι, φάναι τὸν Περικλέα, ὦ Ἀλκιβιάδη, καὶ ἡμεῖς τηλικοῦτοι ὄντως δεινοὶ τὰ τοιαῦτα ἦμεν· τοιαῦτα γὰρ καὶ ἐμελετῶμεν καὶ ἐσοφιζόμεθα οἷάπερ καὶ σὺ νῦν ἐμοὶ δοκεῖς μελετᾶν. τὸν δὲ Ἀλκιβιάδην φάναι· εἴθε σοι, ὦ Περίκλεις, τότε συνεγενόμην ὅτε δεινότατος ἑαυτοῦ ἦσθα.3
伯里克利说:“阿尔西比亚德,真的,我们在你这个年纪时,在这些问题上也的确非常在行;因为我们过去所钻研和思索的,恰恰正是你现在在我看来正在钻研的这类事。”阿尔西比亚德说:“伯里克利,但愿在你最为敏锐睿智之时,我能与你结交相处!”
ἐπεὶ τοίνυν τάχιστα τῶν πολιτευομένων ὑπέλαβον κρείττονες εἶναι, Σωκράτει μὲν οὐκέτι προσῇσαν· οὔτε γὰρ αὐτοῖς ἄλλως ἤρεσκεν, εἴ τε προσέλθοιεν, ὑπὲρ ὧν ἡμάρτανον ἐλεγχόμενοι ἤχθοντο· τὰ δὲ τῆς πόλεως ἔπραττον, ὧνπερ ἕνεκεν καὶ Σωκράτει προσῆλθον.
后来,当他们二人一旦自认为胜过那些从政者时,便不再到苏格拉底那里去了。因为苏格拉底在其他方面本就不合他们的心意,而且即使他们前去,也会因自己的过错受到审问反驳而心生不悦。他们投身于城邦政务,而这正是他们当初去找苏格拉底的本意。
ἀλλὰ Κρίτων τε Σωκράτους ἦν ὁμιλητὴς καὶ Χαιρεφῶν καὶ Χαιρεκράτης καὶ Ἑρμογένης καὶ Σιμμίας καὶ Κέβης καὶ Φαιδώνδας καὶ ἄλλοι, οἳ ἐκείνῳ συνῆσαν, οὐχ ἵνα δημηγορικοὶ ἢ δικανικοὶ γένοιντο, ἀλλʼ ἵνα καλοί τε κἀγαθοὶ γενόμενοι καὶ οἴκῳ καὶ οἰκέταις καὶ οἰκείοις καὶ φίλοις καὶ πόλει καὶ πολίταις δύναιντο καλῶς χρῆσθαι. καὶ τούτων οὐδεὶς οὔτε νεώτερος οὔτε πρεσβύτερος ὢν οὔτʼ ἐποίησε κακὸν οὐδὲν οὔτʼ αἰτίαν ἔσχεν.
然而,克里同是苏格拉底的同行伴侣,海勒丰、海勒克拉忒斯、赫尔摩革涅斯、西米亚斯、凯贝斯、斐冬达斯以及其他人也是如此;他们与苏格拉底相处,并不是为了成为善于大众演说或法庭辩论的人,而是为了成为高尚纯良的人,能够妥善处理好与家庭、仆人、亲属、朋友、城邦及公民的关系。在这些人当中,无论是年轻时还是年长后,没有任何人做过恶事,也未曾受到任何谴责。
- 1.2.41μὴ ἂν δικαίως τούτου τυχεῖν τοῦ ἐπαίνου τὸν μὴ εἰδότα
在动词 οἶμαι 所引出的不定式从属结构中,ἄν 连同不定式 τυχεῖν 相当于直接引语中的潜在/假定希求法(οὐκ ἂν δικαίως τύχοι)。在表示思考的动词 οἶμαι 支配下使用否定词 μή;同时 τὸν μὴ εἰδότα 为带有条件或泛指意味的分词(“凡不知者/若不知者”),因而遵循惯例使用否定词 μή。
- 1.2.44ἀνατίθεμαι γὰρ τὸ ὅσα τύραννος μὴ πείσας γράφει νόμον εἶναι
中动相动词 ἀνατίθεμαι 源于棋盘游戏中“悔棋/收回走子”的比喻,引申为“收回、撤回(前言或观点)”。中性宾格冠词 τό 将包含关系从句的整个带不定式的宾格短语(ὅσα τύραννος μὴ πείσας γράφει νόμον εἶναι)名词化,作其直接宾语。
- 1.2.46ὅτε δεινότατος ἑαυτοῦ ἦσθα
最高级形容词 δεινότατος 与反身代词属格 ἑαυτοῦ 连用,此习语表示某人自身在不同时期或状态之间的比较(“在你自身最为精明锐利之时/在你最在状态之时”),而非与他人作比较。
