- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.2.31-1.2.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里提阿出于私怨禁止苏格拉底与青年交谈以行迫害,但苏格拉底的反讽诘问以及对牛倌譬喻的提及,揭露了统治者的借口及其彼此间的敌意。
ἐξ ὧν δὴ καὶ ἐμίσει τὸν Σωκράτην ὁ Κριτίας, ὥστε καὶ ὅτε τῶν τριάκοντα ὢν νομοθέτης μετὰ Χαρικλέους ἐγένετο, ἀπεμνημόνευσεν αὐτῷ1 καὶ ἐν τοῖς νόμοις ἔγραψε λόγων τέχνην μὴ διδάσκειν, ἐπηρεάζων ἐκείνῳ καὶ οὐκ ἔχων ὅπῃ ἐπιλάβοιτο, ἀλλὰ τὸ κοινῇ τοῖς φιλοσόφοις ὑπὸ τῶν πολλῶν ἐπιτιμώμενον ἐπιφέρων αὐτῷ καὶ διαβάλλων πρὸς τοὺς πολλούς· οὐδὲ γὰρ ἔγωγε οὔτʼ αὐτὸς τοῦτο πώποτε Σωκράτους ἤκουσα οὔτʼ ἄλλου του φάσκοντος ἀκηκοέναι ᾐσθόμην.
正是由于这些事,克里提阿怨恨起苏格拉底来;以至于当他作为三十人之一与卡里克勒斯共同成为立法者时,他便怀恨在心,并在法律中写明不准传授辩论之术。这是为了向他泄愤,因为找不到别处可以抓住他的把柄,便把大众对哲学家普遍的指责加在他身上,在公众面前诽谤他。因为就连我自己也从未听过苏格拉底讲过这类事,也未曾察觉有谁声称听过。
ἐδήλωσε δέ· ἐπεὶ γὰρ οἱ τριάκοντα πολλοὺς μὲν τῶν πολιτῶν καὶ οὐ τοὺς χειρίστους ἀπέκτεινον, πολλοὺς δὲ προετρέποντο ἀδικεῖν, εἶπέ που ὁ Σωκράτης ὅτι θαυμαστόν οἱ δοκοίη εἶναι, εἴ τις γενόμενος βοῶν ἀγέλης νομεὺς καὶ τὰς βοῦς ἐλάττους τε καὶ χείρους ποιῶν μὴ ὁμολογοίη κακὸς βουκόλος εἶναι, ἔτι δὲ θαυμαστότερον, εἴ τις προστάτης γενόμενος πόλεως καὶ ποιῶν τοὺς πολίτας ἐλάττους τε καὶ χείρους μὴ αἰσχύνεται μηδʼ οἴεται κακὸς εἶναι προστάτης τῆς πόλεως.
克里提阿也暴露出这一点。因为当三十人杀害了许多公民——绝非最恶劣的公民——并唆使许多人作恶时,苏格拉底曾在某处说过,一个人成为牛群的牧人,若使牛群数量减少且变瘦弱,却不承认自己是个糟糕的牛倌,这在他看来似乎是奇怪的;但更奇怪的是,一个人成为城邦的首领,若使公民数量减少且道德败坏,却不知羞耻,也不认为自己是城邦的糟糕首领。
ἀπαγγελθέντος δὲ αὐτοῖς τούτου, καλέσαντες ὅ τε Κριτίας καὶ ὁ Χαρικλῆς τὸν Σωκράτην τόν τε νόμον ἐδεικνύτην αὐτῷ καὶ τοῖς νέοις ἀπειπέτην μὴ διαλέγεσθαι. ὁ δὲ Σωκράτης ἐπήρετο αὐτὼ εἰ ἐξείη πυνθάνεσθαι, εἴ τι ἀγνοοῖτο τῶν προαγορευομένων.
这话传到他们耳中后,克里提阿和卡里克勒斯便把苏格拉底召去,向他出示法律,并禁止他与年轻人交谈。苏格拉底问他们二人,对于宣告之事中不明白的地方,是否可以请教。
τὼ δʼ ἐφάτην. ἐγὼ τοίνυν, ἔφη, παρεσκεύασμαι μὲν πείθεσθαι τοῖς νόμοις· ὅπως δὲ μὴ διʼ ἄγνοιαν λάθω τι παρανομήσας, τοῦτο βούλομαι σαφῶς μαθεῖν παρʼ ὑμῶν, πότερον τὴν τῶν λόγων τέχνην σὺν τοῖς ὀρθῶς λεγομένοις εἶναι νομίζοντες ἢ σὺν τοῖς μὴ ὀρθῶς ἀπέχεσθαι κελεύετε αὐτῆς.2 εἰ μὲν γὰρ σὺν τοῖς ὀρθῶς, δῆλον ὅτι ἀφεκτέον ἂν εἴη τοῦ ὀρθῶς λέγειν· εἰ δὲ σὺν τοῖς μὴ ὀρθῶς, δῆλον ὅτι πειρατέον ὀρθῶς λέγειν.
二人回答可以。“那么,”他说,“我固然准备服从法律;但为了不至于因无知而无意中犯法,我想向你们弄清楚这一点:你们命令我远离言论之术,是因为认为它是属于正确言说之事,还是属于不正确言说之事?如果属于正确言说之事,显然就必须放弃正确言说;但如果属于不正确言说之事,显然就应当努力正确言说。”
καὶ ὁ Χαρικλῆς ὀργισθεὶς αὐτῷ, ἐπειδή, ἔφη, ὦ Σώκρατες, ἀγνοεῖς, τάδε σοι εὐμαθέστερα ὄντα προαγορεύομεν, τοῖς νέοις ὅλως μὴ διαλέγεσθαι. καὶ ὁ Σωκράτης, ἵνα τοίνυν, ἔφη, μὴ ἀμφίβολον ᾖ, ὁρίσατέ μοι μέχρι πόσων ἐτῶν δεῖ νομίζειν νέους εἶναι τοὺς ἀνθρώπους. καὶ ὁ Χαρικλῆς, ὅσουπερ, εἶπε, χρόνου βουλεύειν οὐκ ἔξεστιν, ὡς οὔπω φρονίμοις οὖσι·3 μηδὲ σὺ διαλέγου νεωτέροις τριάκοντα ἐτῶν.
卡里克勒斯对他动了怒,说道:“苏格拉底,既然你弄不明白,我们就用更容易明白的方式向你宣告:绝不要同年轻人交谈。”苏格拉底说:“那么为了不致引起歧义,请你们向我界定一下,多少岁以内的人应当被算作年轻人?”卡里克勒斯说:“正如他们被认为尚不明智而不准担任议员的时期那么长;你也不要同三十岁以下的人交谈。”
μηδʼ ἐάν τι ὠνῶμαι, ἔφη, ἢν πωλῇ νεώτερος τριάκοντα ἐτῶν, ἔρωμαι ὁπόσου πωλεῖ; ναὶ τά γε τοιαῦτα, ἔφη ὁ Χαρικλῆς· ἀλλά τοι σύγε, ὦ Σώκρατες, εἴωθας εἰδὼς πῶς ἔχει τὰ πλεῖστα ἐρωτᾶν· ταῦτα οὖν μὴ ἐρώτα. μηδʼ ἀποκρίνωμαι οὖν, ἔφη, ἄν τίς με ἐρωτᾷ νέος, ἐὰν εἰδῶ, οἷον ποῦ οἰκεῖ Χαρικλῆς ἢ ποῦ ἐστι Κριτίας; ναὶ τά γε τοιαῦτα, ἔφη ὁ Χαρικλῆς.
“即使我要买东西,”他说,“如果卖主不到三十岁,我也不能问他卖多少钱吗?”“这种事是可以问的,”卡里克勒斯说,“但你,苏格拉底,习惯于对大多数事情明知故问,所以这类问题不要问。”“那么,”他说,“如果一个年轻人向我问路,假如我知道,例如‘卡里克勒斯住在哪里’或‘克里提阿在何处’,我也不能回答吗?”“这种事是可以回答的,”卡里克勒斯说。
ὁ δὲ Κριτίας, ἀλλὰ τῶνδέ τοί σε ἀπέχεσθαι, ἔφη, δεήσει, ὦ Σώκρατες, τῶν σκυτέων καὶ τῶν τεκτόνων καὶ τῶν χαλκέων· καὶ γὰρ οἶμαι αὐτοὺς ἤδη κατατετρῖφθαι διαθρυλουμένους ὑπὸ σοῦ. οὐκοῦν, ἔφη ὁ Σωκράτης, καὶ τῶν ἑπομένων τούτοις, τοῦ τε δικαίου καὶ τοῦ ὁσίου καὶ τῶν ἄλλων τῶν τοιούτων; ναὶ μὰ Δίʼ, ἔφη ὁ Χαρικλῆς· καὶ τῶν βουκόλων γε· εἰ δὲ μή, φυλάττου ὅπως μὴ καὶ σὺ ἐλάττους τὰς βοῦς ποιήσῃς.4
这时克里提阿说:“但是苏格拉底,你必须远离这些人——皮匠、木匠和铁匠;因为我想,他们已经被你反复挂在嘴边磨损得不成样子了。”“那么,”苏格拉底说,“我也必须远离伴随这些事物的正义、虔敬以及其他类似的事物了吗?”“对,凭宙斯起誓,”卡里克勒斯说,“还有牛倌!否则,你就小心别让自己也把牛弄得更少!”
ἔνθα καὶ δῆλον ἐγένετο ὅτι ἀπαγγελθέντος αὐτοῖς τοῦ περὶ τῶν βοῶν λόγου ὠργίζοντο τῷ Σωκράτει. οἵα μὲν οὖν ἡ συνουσία ἐγεγόνει Κριτίᾳ πρὸς Σωκράτην καὶ ὡς εἶχον πρὸς ἀλλήλους, εἴρηται.
至此,事情就很清楚了:正因为关于牛的这番话传到了他们那里,他们才对苏格拉底大发雷霆。因此,克里提阿与苏格拉底之间的交往究竟是怎样的,以及他们彼此如何看待对方,至此便已交代清楚了。
- 1.2.31ἀπεμνημόνευσεν αὐτῷ
动词 ἀπομνημονεύω 搭配人物与格(αὐτῷ)在这里构成习语,意为“怀恨在心并图谋报复”。并非单纯指“向他回忆起”或“记起”,而是指克里提阿因前文被比作猪而怀恨在心、伺机报仇。
- 1.2.34πότερον τὴν τῶν λόγων τέχνην σὺν τοῖς ὀρθῶς λεγομένοις εἶναι νομίζοντες ἢ σὺν τοῖς μὴ ὀρθῶς ἀπέχεσθαι κελεύετε αὐτῆς
由 πότερον... ἤ 引导的双重间接疑问句。分词 νομίζοντες 与主动词 κελεύετε 的主语一致,表示下达命令时的预设前提。介词短语 σὺν τοῖς... εἶναι 意为“归属于/伴随”,苏格拉底借此提出两难选择:辩论之术究竟是属于正确言说还是不正确言说。
- 1.2.35ὅσουπερ, εἶπε, χρόνου βουλεύειν οὐκ ἔξεστιν, ὡς οὔπω φρονίμοις οὖσι
ὅσουπερ... χρόνου 为时间属格。短语 ὡς οὔπω φρονίμοις οὖσι 由 ὡς 引导附带分词(与格),表示主观认定的理由;与格分词 φρονίμοις οὖσι 与非人称动词 ἔξεστιν 的隐含与格逻辑主语(年轻人)相一致。
- 1.2.37φυλάττου ὅπως μὴ καὶ σὺ ἐλάττους τὰς βοῦς ποιήσῃς
警诫动词 φυλάττου(当心)接 ὅπως μή 加虚拟语气(ποιήσῃς)构成的从句,意为“当心别……”。“使牛变少”直接套用了苏格拉底先前关于牛倌的比喻,语带威胁,暗示苏格拉底若不闭嘴也会被处决(沦为被减少的“牛”)。
