- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.2.1-1.2.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举苏格拉底超凡的自制与德行典范,反驳其败坏青年的指控,并针对告发者所谓批评抽签选举官员会助长暴力的论调,阐明智者通过理性说服优于诉诸强力的道理。
θαυμαστὸν δὲ φαίνεταί μοι καὶ τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν, ὃς πρὸς τοῖς εἰρημένοις πρῶτον μὲν ἀφροδισίων καὶ γαστρὸς πάντων ἀνθρώπων ἐγκρατέστατος ἦν, εἶτα πρὸς χειμῶνα καὶ θέρος καὶ πάντας πόνους καρτερικώτατος, ἔτι δὲ πρὸς τὸ μετρίων δεῖσθαι πεπαιδευμένος οὕτως, ὥστε πάνυ μικρὰ κεκτημένος πάνυ ῥᾳδίως ἔχειν ἀρκοῦντα.
同样令我感到惊异的是,竟然有人被说服相信苏格拉底败坏了青年;除了上述诸事之外,他首先在情欲和饮食方面是所有人中最能自制的,其次在面对冬夏以及一切劳苦方面是最能忍耐的,再者,他在节制需求方面受过极好的训练,以至于拥有的财产极其微薄,却极为轻易地享有自足的生活。
πῶς οὖν αὐτὸς ὢν τοιοῦτος ἄλλους ἂν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἢ ἀφροδισίων ἀκρατεῖς ἢ πρὸς τὸ πονεῖν μαλακοὺς ἐποίησεν;1 ἀλλʼ ἔπαυσε μὲν τούτων πολλοὺς ἀρετῆς ποιήσας ἐπιθυμεῖν καὶ ἐλπίδας παρασχών, ἂν ἑαυτῶν ἐπιμελῶνται, καλοὺς κἀγαθοὺς ἔσεσθαι·
那么,他自己既然是这样的人,又怎会使其他人变得不敬、违法、贪食、沉溺情欲,或者面对劳苦软弱怯懦呢?相反,他使他们中的许多人渴望美德,并给予他们希望,让他们相信只要关照自身,便能成为高尚善美之人,从而制止了他们的这些恶习。
καίτοι γε οὐδεπώποτε ὑπέσχετο διδάσκαλος εἶναι τούτου, ἀλλὰ τῷ φανερὸς εἶναι τοιοῦτος ὢν ἐλπίζειν ἐποίει τοὺς συνδιατρίβοντας ἑαυτῷ μιμουμένους ἐκεῖνον τοιούτους γενήσεσθαι.
尽管他从未承诺做这方面的教师,但通过公开表明自己正是这样的人,他使与他交往的人抱有希望,相信只要效仿他,自己也能成为这样的人。
ἀλλὰ μὴν καὶ τοῦ σώματος αὐτός τε οὐκ ἠμέλει τούς τʼ ἀμελοῦντας οὐκ ἐπῄνει· τὸ μὲν οὖν ὑπερεσθίοντα ὑπερπονεῖν ἀπεδοκίμαζε, τὸ δὲ ὅσα ἡδέως ἡ ψυχὴ δέχεται, ταῦτα ἱκανῶς ἐκπονεῖν ἐδοκίμαζε· ταύτην γὰρ τὴν ἕξιν ὑγιεινήν τε ἱκανῶς εἶναι καὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν οὐκ ἐμποδίζειν ἔφη.
不仅如此,他自己未曾忽视身体,也不赞赏那些忽视身体的人。因此,他既反对暴饮暴食却过度操劳,又赞同将灵魂欣然接纳的分量通过操劳充分消耗掉;因为他说这种体魄不仅足够健康,而且不会阻碍对灵魂的关照。
ἀλλʼ οὐ μὴν θρυπτικός γε οὐδὲ ἀλαζονικὸς ἦν οὔτʼ ἀμπεχόνῃ οὔθʼ ὑποδέσει οὔτε τῇ ἄλλῃ διαίτῃ. οὐ μὴν οὐδʼ ἐρασιχρημάτους γε τοὺς συνόντας ἐποίει. τῶν μὲν γὰρ ἄλλων ἐπιθυμιῶν ἔπαυε, τοὺς δʼ ἑαυτοῦ ἐπιθυμοῦντας οὐκ ἐπράττετο χρήματα.
然而,无论在衣着、鞋履还是其他生活方式上,他绝不娇奢,也绝不浮夸。而且,他也绝没有使与他结交的人变得贪财。因为他在制止其他欲望的同时,并不向渴望接近自己的人索取钱财。
τούτου δʼ ἀπεχόμενος ἐνόμιζεν ἐλευθερίας ἐπιμελεῖσθαι· τοὺς δὲ λαμβάνοντας τῆς ὁμιλίας μισθὸν ἀνδραποδιστὰς ἑαυτῶν ἀπεκάλει διὰ τὸ ἀναγκαῖον αὐτοῖς εἶναι διαλέγεσθαι παρʼ ὧν λάβοιεν τὸν μισθόν.
通过不取报酬,他认为自己维护了自由;而那些因交往而收取报酬的人,他称之为“出卖自我的奴隶贩子”,因为他们必须同付给他们报酬的人交谈。
ἐθαύμαζε δʼ εἴ τις ἀρετὴν ἐπαγγελλόμενος ἀργύριον πράττοιτο καὶ μὴ νομίζοι τὸ μέγιστον κέρδος ἕξειν φίλον ἀγαθὸν κτησάμενος, ἀλλὰ φοβοῖτο μὴ ὁ γενόμενος καλὸς κἀγαθὸς τῷ τὰ μέγιστα εὐεργετήσαντι μὴ τὴν μεγίστην χάριν ἕξοι.2
他还感到奇怪,若有人自诩传授美德却索取金钱,不认为获得一位良友乃是最大的收益,反而担忧那个成为高尚善美之人的人,不会对施予其最大恩惠的人心怀最大的感激。
Σωκράτης δὲ ἐπηγγείλατο μὲν οὐδενὶ πώποτε τοιοῦτον οὐδέν, ἐπίστευε δὲ τῶν συνόντων ἑαυτῷ τοὺς ἀποδεξαμένους ἅπερ αὐτὸς ἐδοκίμαζεν εἰς τὸν πάντα βίον ἑαυτῷ τε καὶ ἀλλήλοις φίλους ἀγαθοὺς ἔσεσθαι. πῶς ἂν οὖν ὁ τοιοῦτος ἀνὴρ διαφθείροι τοὺς νέους; εἰ μὴ ἄρα ἡ τῆς ἀρετῆς ἐπιμέλεια διαφθορά ἐστιν.
但苏格拉底从未向任何人承诺过任何此类事情,而是深信与他相处的人当中,凡是接纳了他自己所赞同的准则的人,必将在终生对他以及彼此成为良友。那么,这样的人又怎会败坏青年呢?除非对美德的关照本身就是一种败坏。
ἀλλὰ νὴ Δία, ὁ κατήγορος ἔφη, ὑπερορᾶν ἐποίει τῶν καθεστώτων νόμων τοὺς συνόντας, λέγων ὡς μῶρον εἴη τοὺς μὲν τῆς πόλεως ἄρχοντας ἀπὸ κυάμου καθιστάναι, κυβερνήτῃ δὲ μηδένα θέλειν χρῆσθαι κυαμευτῷ μηδὲ τέκτονι μηδʼ αὐλητῇ μηδʼ ἐπʼ ἄλλα τοιαῦτα, ἃ πολλῷ ἐλάττονας βλάβας ἁμαρτανόμενα ποιεῖ τῶν περὶ τὴν πόλιν ἁμαρτανομένων·3 τοὺς δὲ τοιούτους λόγους ἐπαίρειν ἔφη τοὺς νέους καταφρονεῖν τῆς καθεστώσης πολιτείας καὶ ποιεῖν βιαίους.
“可是凭宙斯起誓,”告发者说,“他使与他交往的人藐视既定的法律,他说用蚕豆抽签来任命城邦的执政官是愚蠢的,而没有任何人愿意任用一个抽签选出的舵手、木匠、笛手或从事其他类似行业的人,而这些行业即便出了差错,造成的危害也远小于有关城邦的差错”;告发者声称,正是这类言论煽动青年蔑视既定的政制,并使他们变得崇尚暴力。
ἐγὼ δʼ οἶμαι τοὺς φρόνησιν ἀσκοῦντας καὶ νομίζοντας ἱκανοὺς ἔσεσθαι τὰ συμφέροντα διδάσκειν τοὺς πολίτας ἥκιστα γίγνεσθαι βιαίους, εἰδότας ὅτι τῇ μὲν βίᾳ πρόσεισιν ἔχθραι καὶ κίνδυνοι, διὰ δὲ τοῦ πείθειν ἀκινδύνως τε καὶ μετὰ φιλίας ταὐτὰ γίγνεται. οἱ μὲν γὰρ βιασθέντες ὡς ἀφαιρεθέντες μισοῦσιν, οἱ δὲ πεισθέντες ὡς κεχαρισμένοι φιλοῦσιν. οὔκουν τῶν φρόνησιν ἀσκούντων τὸ βιάζεσθαι, ἀλλὰ τῶν ἰσχὺν ἄνευ γνώμης ἐχόντων τὰ τοιαῦτα πράττειν ἐστίν.
然而我认为,那些研习审慎之德、并自认有能力向公民传授有益之事的人,绝不会成为崇尚暴力之人,因为他们深知强力伴随着仇恨与危险,而通过说服,同样的目标却能在毫无危险且充满友谊的氛围中达成。因为被强迫的人会如同被抢劫一般心生怨恨,而被说服的人则如同承受了恩惠一般心怀爱戴。因此,诉诸暴力绝非研习审慎之德者的行径,只有那些空有力量而无见识的人才会做出此类事情。
ἀλλὰ μὴν καὶ συμμάχων ὁ μὲν βιάζεσθαι τολμῶν δέοιτʼ ἂν οὐκ ὀλίγων, ὁ δὲ πείθειν δυνάμενος οὐδενός· καὶ γὰρ μόνος ἡγοῖτʼ ἂν δύνασθαι πείθειν. καὶ φονεύειν δὲ τοῖς τοιούτοις ἥκιστα συμβαίνει· τίς γὰρ ἀποκτεῖναί τινα βούλοιτʼ ἂν μᾶλλον ἢ ζῶντι πειθομένῳ χρῆσθαι;
再者,胆敢诉诸暴力的人会需要不少同谋,而能够说服人的人却一个同谋也不需要;因为他认为单凭自己一人便有能力进行说服。而且在这类人中也极少发生杀戮之事;因为有谁会宁愿杀死一个人,而不愿使用一个活着且听从劝说的人呢?
- 1.2.2πῶς οὖν αὐτὸς ὢν τοιοῦτος ἄλλους ἂν ... ἐποίησεν;
虚拟语气(ἄν 搭配不定过去时直陈式 ἐποίησεν)构成的反事实推论反问句:“他自己既是这样的人,又怎会使其他人变成……呢?”实际表达“他绝不可能这样做”。
- 1.2.7ἀλλὰ φοβοῖτο μὴ ὁ γενόμενος καλὸς κἀγαθὸς τῷ τὰ μέγιστα εὐεργετήσαντι μὴ τὴν μεγίστην χάριν ἕξοι.
间接引语中的顾虑从句(fear clause)。由连词 μή(唯恐/担忧)引导,动词因主句 φοβοῖτο 采用希求法而在次生序列中变为将来时希求法 ἕξοι。从句内的第二个否定词 μή 直接否定谓语短语 τὴν μεγίστην χάριν ἕξοι,意为“担忧其未能怀有最大的感激”。
- 1.2.9ἃ πολλῷ ἐλάττονας βλάβας ἁμαρτανόμενα ποιεῖ τῶν περὶ τὴν πόλιν ἁμαρτανομένων
关系代词 ἃ 的先行词是前述的专门技艺或职务(舵手、木匠等)。被动分词 ἁμαρτανόμενα 与 ἃ 一致,作条件或时间副词性分词(“一旦出错/出现失误时”)。属格短语 τῶν ... ἁμαρτανομένων(“有关城邦的错误”)作比较属格,与比较级 ἐλάττονας 呼应。
