- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.2.12-1.2.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对告发者将克里提阿与阿尔基比亚德所造成的祸害归咎于苏格拉底的指控,作者辩明二人纯粹出于政治野心寻求能力而接近他,离开后方告堕落,并引诗人之言论证美德若不勤加锻炼亦会遗忘丧失。
ἀλλʼ ἔφη γε ὁ κατήγορος, Σωκράτει ὁμιλητὰ γενομένω Κριτίας τε καὶ Ἀλκιβιάδης πλεῖστα κακὰ τὴν πόλιν ἐποιησάτην. Κριτίας μὲν γὰρ τῶν ἐν τῇ ὀλιγαρχίᾳ πάντων πλεονεκτίστατός τε καὶ βιαιότατος ἐγένετο, Ἀλκιβιάδης δὲ αὖ τῶν ἐν τῇ δημοκρατίᾳ πάντων ἀκρατέστατός τε καὶ ὑβριστότατος.
可是告发者确实说过:“克里提阿和阿尔基比亚德成了苏格拉底的门徒,却给城邦造成了最大的危害。”因为在寡头政体下的所有人中,克里提阿成了最贪得无厌、最崇尚暴力的人;而在民主政体下的所有人中,阿尔基比亚德又成了最无法自制、最专横傲慢的人。
ἐγὼ δʼ, εἰ μέν τι κακὸν ἐκείνω τὴν πόλιν ἐποιησάτην, οὐκ ἀπολογήσομαι· τὴν δὲ πρὸς Σωκράτην συνουσίαν αὐτοῖν ὡς ἐγένετο διηγήσομαι.
至于我,如果那两人确实给城邦造成了危害,我不会为他们辩护;但我将叙述他们与苏格拉底的交游究竟是如何发生的。
ἐγενέσθην μὲν γὰρ δὴ τὼ ἄνδρε τούτω φύσει φιλοτιμοτάτω πάντων Ἀθηναίων, βουλομένω τε πάντα διʼ ἑαυτῶν πράττεσθαι καὶ πάντων ὀνομαστοτάτω γενέσθαι. ᾔδεσαν δὲ Σωκράτην ἀπʼ ἐλαχίστων μὲν χρημάτων αὐταρκέστατα ζῶντα, τῶν ἡδονῶν δὲ πασῶν ἐγκρατέστατον ὄντα, τοῖς δὲ διαλεγομένοις αὐτῷ πᾶσι χρώμενον ἐν τοῖς λόγοις ὅπως βούλοιτο.
因为这两个人天生就是所有雅典人中最具雄心大志的,渴望事事凭自己的力量达成,并成为所有人中最著名的人。他们知道苏格拉底靠微薄的资财过着极自足的生活,对一切快乐都能极力克制,并且在辩论中随心所欲地处置与他交谈的每一个人。
ταῦτα δὲ ὁρῶντε καὶ ὄντε οἵω προείρησθον, πότερόν τις αὐτὼ φῇ τοῦ βίου τοῦ Σωκράτους ἐπιθυμήσαντε καὶ τῆς σωφροσύνης, ἣν ἐκεῖνος εἶχεν, ὀρέξασθαι τῆς ὁμιλίας αὐτοῦ, ἢ νομίσαντε, εἰ ὁμιλησαίτην ἐκείνῳ, γενέσθαι ἂν ἱκανωτάτω λέγειν τε καὶ πράττειν;1
他们目睹了这些,而且其性格正如前文所述,有人会说他们两人是因为渴望苏格拉底的生活方式以及他所拥有的节制而寻求与他交往,还是因为认为若与他交往便能在言谈和行动上变得最为能干呢?
ἐγὼ μὲν γὰρ ἡγοῦμαι, θεοῦ διδόντος αὐτοῖν ἢ ζῆν ὅλον τὸν βίον ὥσπερ ζῶντα Σωκράτην ἑώρων ἢ τεθνάναι, ἑλέσθαι ἂν μᾶλλον αὐτὼ τεθνάναι. δήλω δʼ ἐγενέσθην ἐξ ὧν ἐπραξάτην· ὡς γὰρ τάχιστα κρείττονε τῶν συγγιγνομένων ἡγησάσθην εἶναι, εὐθὺς ἀποπηδήσαντε Σωκράτους ἐπραττέτην τὰ πολιτικά, ὧνπερ ἕνεκα Σωκράτους ὠρεχθήτην.
因为我认为,如果神明让他们二人在像他们所见苏格拉底那样度过一生和死去之间进行选择,他们宁愿选择死去。他们从自己的所作所为中证明了这一点:因为他们一旦自认为胜过了身边的同伴,便立刻跳开苏格拉底而投身政务,而这正是他们当初追求苏格拉底的目的所在。
ἴσως οὖν εἴποι τις ἂν πρὸς ταῦτα ὅτι ἐχρῆν τὸν Σωκράτην μὴ πρότερον τὰ πολιτικὰ διδάσκειν τοὺς συνόντας ἢ σωφρονεῖν. ἐγὼ δὲ πρὸς τοῦτο μὲν οὐκ ἀντιλέγω· πάντας δὲ τοὺς διδάσκοντας ὁρῶ αὑτοὺς δεικνύντας τε τοῖς μανθάνουσιν ᾗπερ αὐτοὶ ποιοῦσιν ἃ διδάσκουσι καὶ τῷ λόγῳ προσβιβάζοντας. οἶδα δὲ καὶ Σωκράτην δεικνύντα τοῖς συνοῦσιν ἑαυτὸν καλὸν κἀγαθὸν ὄντα καὶ διαλεγόμενον κάλλιστα περὶ ἀρετῆς καὶ τῶν ἄλλων ἀνθρωπίνων.
那么,或许有人会对这些提出反驳说,苏格拉底本不该在门徒学会节制之前就向他们传授政务。对此我并不反对;但我看到所有的教师都是向学生展示自己如何躬行所教之事,并通过言论进行诱导。我也知道,苏格拉底同样向门徒表明自己是个高尚善美之人,并极精彩地谈论美德以及其他关涉人事的问题。
οἶδα δὲ κἀκείνω σωφρονοῦντε, ἔστε Σωκράτει συνήστην, οὐ φοβουμένω μὴ ζημιοῖντο ἢ παίοιντο ὑπὸ Σωκράτους, ἀλλʼ οἰομένω τότε κράτιστον εἶναι τοῦτο πράττειν.
我也知道,那两人在与苏格拉底相处期间是能够保持节制的,并非因为害怕受到苏格拉底的惩罚或责打,而是因为当时他们认为这样做是最好的。
ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο, οὐδὲ ὁ σώφρων ὑβριστής, οὐδὲ ἄλλο οὐδὲν ὧν μάθησίς ἐστιν ὁ μαθὼν ἀνεπιστήμων ἄν ποτε γένοιτο. ἐγὼ δὲ περὶ τούτων οὐχ οὕτω γιγνώσκω· ὁρῶ γὰρ ὥσπερ τὰ τοῦ σώματος ἔργα τοὺς μὴ τὰ σώματα ἀσκοῦντας οὐ δυναμένους ποιεῖν, οὕτω καὶ τὰ τῆς ψυχῆς ἔργα τοὺς μὴ τὴν ψυχὴν ἀσκοῦντας οὐ δυναμένους· οὔτε γὰρ ἃ δεῖ πράττειν οὔτε ὧν δεῖ ἀπέχεσθαι δύνανται.
因此,许多自诩从事哲学的人或许会说,正义的人绝不会变得不义,节制的人绝不会变得傲慢,凡属可以学习的事物,学过的人也绝不会变得无知。但我对此却不作如是观;因为我看到,正如不锻炼身体的人无法完成身体的功用一样,不锻炼灵魂的人也无法完成灵魂的功用;因为他们既做不到当做之事,也做不到禁绝应当避开之事。
διʼ ὃ καὶ τοὺς υἱεῖς οἱ πατέρες, κἂν ὦσι σώφρονες, ὅμως ἀπὸ τῶν πονηρῶν ἀνθρώπων εἴργουσιν, ὡς τὴν μὲν τῶν χρηστῶν ὁμιλίαν ἄσκησιν οὖσαν τῆς ἀρετῆς, τὴν δὲ τῶν πονηρῶν κατάλυσιν. μαρτυρεῖ δὲ καὶ τῶν ποιητῶν ὅ τε λέγων· "ἐσθλῶν μὲν γὰρ ἄπʼ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσι συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον," καὶ ὁ λέγων· "αὐτὰρ ἀνὴρ ἀγαθὸς τοτὲ μὲν κακός, ἄλλοτε δʼ ἐσθλός."
正因如此,父亲们即使儿子很懂节制,也仍然阻止他们接近恶人,认为与善人交往是对美德的锻炼,而与恶人交往则是对美德的瓦解。诗人们当中也有人为此作证,如言道: “从善人那里你将学到善事;但若与恶人 混杂在一起,你连原本拥有的心智也会丧失,”又如言道: “然而一个好人有时是坏的,有时又是好的。”
κἀγὼ δὲ μαρτυρῶ τούτοις· ὁρῶ γὰρ ὥσπερ τῶν ἐν μέτρῳ πεποιημένων ἐπῶν τοὺς μὴ μελετῶντας ἐπιλανθανομένους, οὕτω καὶ τῶν διδασκαλικῶν λόγων τοῖς ἀμελοῦσι λήθην ἐγγιγνομένην. ὅταν δὲ τῶν νουθετικῶν λόγων ἐπιλάθηταί τις, ἐπιλέλησται καὶ ὧν ἡ ψυχὴ πάσχουσα τῆς σωφροσύνης ἐπεθύμει·2 τούτων δʼ ἐπιλαθόμενον οὐδὲν θαυμαστὸν καὶ τῆς σωφροσύνης ἐπιλαθέσθαι.
我也赞同这些言论;因为我看到,正如不经常练习用格律写成的诗句的人会将其遗忘一样,对于忽视训导之言的人,遗忘也会油然而生。而当一个人遗忘了规劝的言论时,他也遗忘了灵魂在体验何种境遇时曾渴望节制;既然遗忘了这些,他连节制本身也一并遗忘,便丝毫不足为奇了。
- 1.2.15πότερόν τις αὐτὼ φῇ τοῦ βίου τοῦ Σωκράτους ἐπιθυμήσαντε καὶ τῆς σωφροσύνης, ἣν ἐκεῖνος εἶχεν, ὀρέξασθαι τῆς ὁμιλίας αὐτοῦ, ἢ νομίσαντε, εἰ ὁμιλησαίτην ἐκείνῳ, γενέσθαι ἂν ἱκανωτάτω λέγειν τε καὶ πράττειν;
φῇ 为疑虑/审议虚拟语气(deliberative subjunctive),意为“难道有人会说……吗?”。双数宾格分词 ἐπιθυμήσαντε 与 νομίσαντε 在性、数、格上与受 φῇ 统辖的不定式 ὀρέξασθαι(在第二肢中亦承前省略)的逻辑主语 αὐτώ 一致。πότερον ... ἤ 选择问句结构并列的是表原因的分词 ἐπιθυμήσαντε 与 νομίσαντε,而第二肢带有 ἄν 的潜能不定式 γενέσθαι ἄν 则受 νομίσαντε 统辖。
- 1.2.21ὧν ἡ ψυχὴ πάσχουσα τῆς σωφροσύνης ἐπεθύμει
关系代词 ὧν 包含了被省略的先行词(τούτων),本为分词 πάσχουσα 的宾格宾语(ἅ),受主句动词 ἐπιλέλησται 所要求的属格(τούτων)吸引而呈属格形式(ἐπεθύμει 的属格宾语则是 τῆς σωφροσύνης)。分词 πάσχουσα 表示方式或伴随状况,意为“灵魂在经历这些时曾渴望节制的那些事物”。
