← 色诺芬

回忆苏格拉底

§1.1.11-1.1.20

专注于人事探求与严守法誓的虔敬辩护

作者指出苏格拉底摒弃自然哲学的虚妄推测而专注于人事与德性的探究,并以他在民众大会中严守誓词、拒绝违宪表决处决将领的事实,论证其虔敬与公义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.11

οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς τῶν πάντων φύσεως, ᾗπερ τῶν ἄλλων οἱ πλεῖστοι, διελέγετο σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε.

然而,从来没有任何人看见苏格拉底做过任何不虔或不敬的事,也没有任何人听见他说过任何这类的话。因为他并不像大多数其他人那样,探究智者们所说的“宇宙”究竟是何种状态、天体现象中的每一件是出于何种必然性而产生的,从而去谈论万物的本性;相反,他还指明那些思考这类事情的人是在犯蠢。

§1.1.12

καὶ πρῶτον μὲν αὐτῶν ἐσκόπει πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν, ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες ἡγοῦνται τὰ προσήκοντα πράττειν.

首先,关于他们,他考察的是:究竟是他们自认为已经充分通晓了人间的事务,才进而去思索这类事情呢,还是他们抛开人间的事务而探究神圣的事物,却认为自己是在行恰当之事?

§1.1.13

ἐθαύμαζε δʼ εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν, ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν· ἐπεὶ καὶ τοὺς μέγιστον φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις,1 ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους.

他还感到惊异的是,他们难道不明白凡人根本不可能发现这些事情吗?因为连那些在谈论这些事情上最自负的人,彼此之间的意见也互不一致,他们彼此对待的状态简直就像疯子一样。

§1.1.14

τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι, καὶ τοῖς μὲν οὐδʼ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδʼ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν, καὶ τοὺς μὲν οὔθʼ ἱερὸν οὔτε βωμὸν οὔτʼ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ λίθους καὶ ξύλα τὰ τυχόντα καὶ θηρία σέβεσθαι· τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δʼ ἄπειρα τὸ πλῆθος, καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι, τοῖς δʼ οὐδὲν ἄν ποτε κινηθῆναι, καὶ τοῖς μὲν πάντα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτʼ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπολεῖσθαι.

因为在疯子当中,有些人连可怕的事情也不害怕,有些人却连不可怕的事情也害怕;有些人认为即便在众人面前说任何话或做任何事都毫无可耻之处,有些人却认为连到人群中去都不应当;有些人既不敬奉神殿,也不敬奉祭坛,乃至不敬奉任何其他神圣之物,有些人却连寻常的石头、木头和野兽都顶礼膜拜;同样,在那些为万物本性苦思冥想的人当中,有些人认为存在之物只有唯一的一个,有些人则认为其数量是无限的;有些人认为一切都在永远运动,有些人则认为没有任何东西能被移动;有些人认为一切都在生成和毁灭,有些人则认为没有任何东西能生成或毁灭。

§1.1.15

ἐσκόπει δὲ περὶ αὐτῶν καὶ τάδε, ἆρʼ, ὥσπερ οἱ τἀνθρώπεια μανθάνοντες ἡγοῦνται τοῦθʼ ὅ τι ἂν μάθωσιν ἑαυτοῖς τε καὶ τῶν ἄλλων ὅτῳ ἂν βούλωνται ποιήσειν, οὕτω καὶ οἱ τὰ θεῖα ζητοῦντες νομίζουσιν, ἐπειδὰν γνῶσιν αἷς ἀνάγκαις ἕκαστα γίγνεται, ποιήσειν, ὅταν βούλωνται, καὶ ἀνέμους καὶ ὕδατα καὶ ὥρας καὶ ὅτου ἂν ἄλλου δέωνται τῶν τοιούτων, ἢ τοιοῦτον μὲν οὐδὲν οὐδʼ ἐλπίζουσιν, ἀρκεῖ δʼ αὐτοῖς γνῶναι μόνον ᾗ τῶν τοιούτων ἕκαστα γίγνεται.

关于他们,他还考察了以下这点:究竟是像那些学习人事技艺的人那样,认为无论学会了什么,都能为自己以及为任何自己愿意〔为之制作〕的他人制作出该事物,探索神圣事物的人也同样认为,一旦得知每件事物是由于何种必然性而产生,便能在想要的时候随意制造出风、雨、季节以及任何这类他们所需的其他事物呢,还是他们对这类事情连一点指望都没有,仅仅满足于了解这类事物的每一件是如何产生的呢?

§1.1.16

περὶ μὲν οὖν τῶν ταῦτα πραγματευομένων τοιαῦτα ἔλεγεν· αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων ἀεὶ διελέγετο σκοπῶν τί εὐσεβές, τί ἀσεβές, τί καλόν, τί αἰσχρόν, τί δίκαιον, τί ἄδικον, τί σωφροσύνη, τί μανία, τί ἀνδρεία, τί δειλία, τί πόλις, τί πολιτικός, τί ἀρχὴ ἀνθρώπων, τί ἀρχικὸς ἀνθρώπων, καὶ περὶ τῶν ἄλλων, ἃ τοὺς μὲν εἰδότας ἡγεῖτο καλοὺς κἀγαθοὺς εἶναι, τοὺς δʼ ἀγνοοῦντας ἀνδραποδώδεις ἂν δικαίως κεκλῆσθαι.

关于从事这些事务的人,他便是这样说的;但他自己却始终在探讨人间的事务,探究什么是虔敬,什么是不虔;什么是美好,什么是丑恶;什么是正义,什么是不义;什么是节制,什么是疯狂;什么是勇敢,什么是怯懦;什么是城邦,什么是政治家;什么是统治民众,什么是具有统治民众之才干的人;以及探讨其他类似的事情,他认为通晓这些事的人乃是高尚善美之人,而对这些事一无所知的人则可以正当地被称为奴隶一般的人。

§1.1.17

ὅσα μὲν οὖν μὴ φανερὸς ἦν ὅπως ἐγίγνωσκεν,2 οὐδὲν θαυμαστὸν ὑπὲρ τούτων περὶ αὐτοῦ παραγνῶναι τοὺς δικαστάς· ὅσα δὲ πάντες ᾔδεσαν, οὐ θαυμαστὸν εἰ μὴ τούτων ἐνεθυμήθησαν;

因此,凡是他未曾公开表露过自己看法的那些事,审判官们关于这些事对他作出了错误的判定,并不足为奇;但是对于所有人都知道的那些事,他们竟然未能放在心上,难道不是怪事吗?

§1.1.18

βουλεύσας γάρ ποτε καὶ τὸν βουλευτικὸν ὅρκον ὀμόσας, ἐν ᾧ ἦν κατὰ τοὺς νόμους βουλεύσειν, ἐπιστάτης ἐν τῷ δήμῳ γενόμενος, ἐπιθυμήσαντος τοῦ δήμου παρὰ τοὺς νόμους μιᾷ ψήφῳ τοὺς ἀμφὶ Θράσυλλον καὶ Ἐρασινίδην ἀποκτεῖναι πάντας, οὐκ ἠθέλησεν ἐπιψηφίσαι, ὀργιζομένου μὲν αὐτῷ τοῦ δήμου, πολλῶν δὲ καὶ δυνατῶν ἀπειλούντων· ἀλλὰ περὶ πλείονος ἐποιήσατο εὐορκεῖν ἢ χαρίσασθαι τῷ δήμῳ παρὰ τὸ δίκαιον καὶ φυλάξασθαι τοὺς ἀπειλοῦντας.3

因为有一次他担任了议事会员,并起誓立下了议事会誓词(其中规定必须依照法律进行议事),当他在民众大会中担任议事轮值主席时,民众欲违背法律,以一次表决将色剌叙罗斯和厄剌西尼得斯一干人统统处死,尽管民众对他满腔怒火,许多有权有势的人也威胁他,他却拒绝将此案付诸表决;他认为恪守誓言远重于违背正义迎合民众并防范威胁他的人。

§1.1.19

καὶ γὰρ ἐπιμελεῖσθαι θεοὺς ἐνόμιζεν ἀνθρώπων οὐχ ὃν τρόπον οἱ πολλοὶ νομίζουσιν· οὗτοι μὲν γὰρ οἴονται τοὺς θεοὺς τὰ μὲν εἰδέναι, τὰ δʼ οὐκ εἰδέναι· Σωκράτης δὲ πάντα μὲν ἡγεῖτο θεοὺς εἰδέναι, τά τε λεγόμενα καὶ πραττόμενα καὶ τὰ σιγῇ βουλευόμενα, πανταχοῦ δὲ παρεῖναι καὶ σημαίνειν τοῖς ἀνθρώποις περὶ τῶν ἀνθρωπείων πάντων.

因为他坚信神明关照人类,但其方式并不像寻常大众所认为的那样。寻常大众认为神明知晓某些事情,却不知晓另一些事情;而苏格拉底则认为,凡所言、所行以及默自谋划的一切,神明无所不知,并且神明无处不在,就人事的一切向人类发出预兆。

§1.1.20

θαυμάζω οὖν ὅπως ποτὲ ἐπείσθησαν Ἀθηναῖοι Σωκράτην περὶ θεοὺς μὴ σωφρονεῖν, τὸν ἀσεβὲς μὲν οὐδέν ποτε περὶ τοὺς θεοὺς οὔτʼ εἰπόντα οὔτε πράξαντα, τοιαῦτα δὲ καὶ λέγοντα καὶ πράττοντα περὶ θεῶν οἷά τις ἂν καὶ λέγων καὶ πράττων εἴη τε καὶ νομίζοιτο εὐσεβέστατος.

因此,我实在感到惊异,雅典人究竟怎会听信苏格拉底对神明存心不恭:他对于神明从未说过或做过任何不虔之事,反之,他在谈论和行事涉及神明时所做的一切,凡有人如此言行,都必定是而且会被公认为最虔敬之人。

语法注3 条
  1. 1.1.13ἐπεὶ καὶ τοὺς μέγιστον φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις

    在由连词 ἐπεί 引导的原因从句中,使用了间接引语的“宾格加不定式”结构(τοὺς μέγιστον φρονοῦντας ... οὐ ταὐτὰ δοξάζειν),而非限定动词。主句动词 ἐθαύμαζε(他感到惊异)所支配的间接思想内容渗透到了从句内部,将理由作为苏格拉底本人的观察与思考加以表述。

  2. 1.1.17ὅσα μὲν οὖν μὴ φανερὸς ἦν ὅπως ἐγίγνωσκεν

    在由关系代词 ὅσα 引导的从句中出现了前置倒装(prolepsis)的人称结构。从属句 ὅπως ἐγίγνωσκεν 中本应作主语的苏格拉底,被提升为主句部分中形容词 φανερός(显然的)的人称主语(φανερὸς ἦν,意即“他是显而易见的”)。整体结构相当于“至于在哪些事情上他的判断并不为人所公知”。

  3. 1.1.18περὶ πλείονος ἐποιήσατο εὐορκεῖν ἢ χαρίσασθαι τῷ δήμῳ παρὰ τὸ δίκαιον καὶ φυλάξασθαι τοὺς ἀπειλοῦντας

    成语结构 περὶ πλείονος ποιοῦμαι(视……更为重要)以不定式 εὐορκεῖν(恪守誓言)作直接宾语,随后由比较连词 ἤ(比起……)引出与之形成对比的并列不定式 χαρίσασθαι(迎合)与 καὶ φυλάξασθαι(防范)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.1.11-1.1.20