- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.1.1-1.1.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对苏格拉底不敬城邦之神并引入新神灵的指控,作者为其辩护,指出他公开献祭,且其顺从神灵示意的做法与传统占卜一致。作者进而说明,苏格拉底严格区分了凭人类理性可以习得的技艺与必须通过占卜向神明求问的不确定大事。
πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην ὡς ἄξιος εἴη θανάτου τῇ πόλει.1 ἡ μὲν γὰρ γραφὴ κατʼ αὐτοῦ τοιάδε τις ἦν· ἀδικεῖ Σωκράτης οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων.
我屡次感到惊异,控告苏格拉底的人究竟是用什么样的言辞说服了雅典人,使他们认为他对城邦而言是该处死的。因为对他的控诉书大略是这样的:“苏格拉底有罪:他不敬奉城邦所敬奉的神,而引进其他新的神灵;他败坏青年,同样有罪。”
πρῶτον μὲν οὖν, ὡς οὐκ ἐνόμιζεν οὓς ἡ πόλις νομίζει θεούς, ποίῳ ποτʼ ἐχρήσαντο τεκμηρίῳ; θύων τε γὰρ φανερὸς ἦν2 πολλάκις μὲν οἴκοι, πολλάκις δὲ ἐπὶ τῶν κοινῶν τῆς πόλεως βωμῶν, καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν. διετεθρύλητο γὰρ ὡς φαίη Σωκράτης τὸ δαιμόνιον ἑαυτῷ σημαίνειν· ὅθεν δὴ καὶ μάλιστά μοι δοκοῦσιν αὐτὸν αἰτιάσασθαι καινὰ δαιμόνια εἰσφέρειν.
首先,关于他不敬奉城邦所敬奉的神这一点,控告者究竟使用了什么样的凭据呢?因为他在家中常常献祭,在城邦公用的祭坛上也常常献祭,这是人所共睹的;而他运用占卜,也不是隐秘的事。因为世人都在传说,苏格拉底声称神灵向他示意;而我以为控告者主要也就是据此控告他引进了新的神灵。
ὁ δʼ οὐδὲν καινότερον εἰσέφερε τῶν ἄλλων, ὅσοι μαντικὴν νομίζοντες οἰωνοῖς τε χρῶνται καὶ φήμαις καὶ συμβόλοις καὶ θυσίαις. οὗτοί τε γὰρ ὑπολαμβάνουσιν οὐ τοὺς ὄρνιθας οὐδὲ τοὺς ἀπαντῶντας εἰδέναι τὰ συμφέροντα τοῖς μαντευομένοις, ἀλλὰ τοὺς θεοὺς διὰ τούτων αὐτὰ σημαίνειν, κἀκεῖνος δὲ οὕτως ἐνόμιζεν.
然而,与那些相信占卜并使用鸟兆、预言、征兆和牺牲的人相比,他所引进的东西并无更新奇之处。因为这些人也认为,并不是鸟类或路上相遇的人知晓什么对求卜者有利,而是神明通过这些事物来显明它;苏格拉底也是这样认为的。
ἀλλʼ οἱ μὲν πλεῖστοί φασιν ὑπό τε τῶν ὀρνίθων καὶ τῶν ἀπαντώντων ἀποτρέπεσθαί τε καὶ προτρέπεσθαι· Σωκράτης δʼ ὥσπερ ἐγίγνωσκεν, οὕτως ἔλεγε· τὸ δαιμόνιον γὰρ ἔφη σημαίνειν. καὶ πολλοῖς τῶν συνόντων προηγόρευε τὰ μὲν ποιεῖν, τὰ δὲ μὴ ποιεῖν, ὡς τοῦ δαιμονίου προσημαίνοντος· καὶ τοῖς μὲν πειθομένοις αὐτῷ συνέφερε, τοῖς δὲ μὴ πειθομένοις μετέμελε.
不过,大多数人说是受鸟兆或相遇之人的阻劝与鼓励,而苏格拉底则是如他所领悟的那样去说:因为他说示意的是那神灵。他还常常根据神灵的预兆,事先告诫许多同伴做某些事或不做某些事;听从他的人得到了益处,而不听从的人则追悔莫及。
καίτοι τίς οὐκ ἂν ὁμολογήσειεν αὐτὸν βούλεσθαι μήτʼ ἠλίθιον μήτʼ ἀλαζόνα φαίνεσθαι τοῖς συνοῦσιν; ἐδόκει δʼ ἂν ἀμφότερα ταῦτα, εἰ προαγορεύων ὡς ὑπὸ θεοῦ φαινόμενα καὶ ψευδόμενος ἐφαίνετο.3 δῆλον οὖν ὅτι οὐκ ἂν προέλεγεν, εἰ μὴ ἐπίστευεν ἀληθεύσειν. ταῦτα δὲ τίς ἂν ἄλλῳ πιστεύσειεν ἢ θεῷ; πιστεύων δὲ θεοῖς πῶς οὐκ εἶναι θεοὺς ἐνόμιζεν; ἀλλὰ μὴν ἐποίει καὶ τάδε πρὸς τοὺς ἐπιτηδείους.
然而,有谁会不承认他不愿在同伴眼中显得愚蠢或自夸呢?但如果他宣称受神启示预先告诫他人,结果却被证明是在说谎,他就会被认为兼具这两种恶名。因此显然,若非深信自己会言中,他是决不会预言的。而对这类事情,人若非托信于神,又能托信于谁呢?既然笃信神明,他又怎能不认为神明存在呢?不仅如此,他在对待密友时也采取如下做法。
τὰ μὲν γὰρ ἀναγκαῖα συνεβούλευε καὶ πράττειν ὡς ἐνόμιζεν ἄριστʼ ἂν πραχθῆναι· περὶ δὲ τῶν ἀδήλων ὅπως ἀποβήσοιτο μαντευσομένους ἔπεμπεν, εἰ ποιητέα.
对于那些必要的事情,他建议他们按照自认为能做到最好的方式去行;但对于结果不可测知的事,他则打发他们去求卜,以决定是否应当去做。
καὶ τοὺς μέλλοντας οἴκους τε καὶ πόλεις καλῶς οἰκήσειν μαντικῆς ἔφη προσδεῖσθαι· τεκτονικὸν μὲν γὰρ ἢ χαλκευτικὸν ἢ γεωργικὸν ἢ ἀνθρώπων ἀρχικὸν ἢ τῶν τοιούτων ἔργων ἐξεταστικὸν ἢ λογιστικὸν ἢ οἰκονομικὸν ἢ στρατηγικὸν γενέσθαι, πάντα τὰ τοιαῦτα μαθήματα καὶ ἀνθρώπου γνώμῃ αἱρετὰ ἐνόμιζεν εἶναι· τὰ δὲ μέγιστα τῶν ἐν τούτοις ἔφη τοὺς θεοὺς ἑαυτοῖς καταλείπεσθαι, ὧν οὐδὲν δῆλον εἶναι τοῖς ἀνθρώποις. οὔτε γὰρ τῷ καλῶς ἀγρὸν φυτευσαμένῳ δῆλον ὅστις καρπώσεται, οὔτε τῷ καλῶς οἰκίαν οἰκοδομησαμένῳ δῆλον ὅστις ἐνοικήσει, οὔτε τῷ στρατηγικῷ δῆλον εἰ συμφέρει στρατηγεῖν, οὔτε τῷ πολιτικῷ δῆλον εἰ συμφέρει τῆς πόλεως προστατεῖν, οὔτε τῷ καλὴν γήμαντι, ἵνʼ εὐφραίνηται, δῆλον εἰ διὰ ταύτην ἀνιάσεται, οὔτε τῷ δυνατοὺς ἐν τῇ πόλει κηδεστὰς λαβόντι δῆλον εἰ διὰ τούτους στερήσεται τῆς πόλεως.
他还说,凡是要把家室和城邦治理得当的人,都需要占卜之术。因为成为木匠、铁匠、农夫、统率众人者,或成为这类事务的视察者、核算者、治家者、将领,所有这些技艺都是可以习得的,他认为也是凭人的才智可以获得的;但他指出,其中最重大的关键神明保留给了自己,凡人对此一无所知。因为精心种植了田地的人并不清楚谁来收获果实;精心建造了房屋的人并不清楚谁来入住;擅长带兵的人并不清楚统军是否有利;擅长政务的人并不清楚主政城邦是否有利;为了欢悦而娶了美貌妻子的人并不清楚是否会因她招致痛苦;在城邦中结交了显贵姻亲的人并不清楚是否会因他们而丧失城邦公民权。
τοὺς δὲ μηδὲν τῶν τοιούτων οἰομένους εἶναι δαιμόνιον, ἀλλὰ πάντα τῆς ἀνθρωπίνης γνώμης, δαιμονᾶν ἔφη· δαιμονᾶν δὲ καὶ τοὺς μαντευομένους ἃ τοῖς ἀνθρώποις ἔδωκαν οἱ θεοὶ μαθοῦσι διακρίνειν4 (οἷον εἴ τις ἐπερωτῴη πότερον ἐπιστάμενον ἡνιοχεῖν ἐπὶ ζεῦγος λαβεῖν κρεῖττον ἢ μὴ ἐπιστάμενον, ἢ πότερον ἐπιστάμενον κυβερνᾶν ἐπὶ τὴν ναῦν κρεῖττον λαβεῖν ἢ μὴ ἐπιστάμενον), ἢ ἃ ἔξεστιν ἀριθμήσαντας ἢ μετρήσαντας ἢ στήσαντας εἰδέναι· τοὺς τὰ τοιαῦτα παρὰ τῶν θεῶν πυνθανομένους ἀθέμιτα ποιεῖν ἡγεῖτο. ἔφη δὲ δεῖν, ἃ μὲν μαθόντας ποιεῖν ἔδωκαν οἱ θεοί, μανθάνειν, ἃ δὲ μὴ δῆλα τοῖς ἀνθρώποις ἐστί, πειρᾶσθαι διὰ μαντικῆς παρὰ τῶν θεῶν πυνθάνεσθαι· τοὺς θεοὺς γὰρ οἷς ἂν ὦσιν ἵλεῳ σημαίνειν.
他认为,凡把这类事情完全视为与神意无关、认为一切皆由人的才智决定的人,乃是发了疯;同样,凡就神明已赋予凡人通过学习加以判明的事去求卜的人(例如去询问驾车时雇用懂车技的人好还是不懂的好,或者驾船时雇用懂舵术的人好还是不懂的好),或者就通过计数、度量、称重即可得知的事去求卜的人,也是发了疯;他认为向神明求问这类事情是不合天理的。他说,凡神明赋予人通过学习去从事的事,人就应当学习;而凡对人而言并不明了的事,则应当努力通过占卜向神明求问;因为神明会向那些蒙受其恩眷的人显示兆头。
ἀλλὰ μὴν ἐκεῖνός γε ἀεὶ μὲν ἦν ἐν τῷ φανερῷ· πρῴ τε γὰρ εἰς τοὺς περιπάτους καὶ τὰ γυμνάσια ᾔει καὶ πληθούσης ἀγορᾶς ἐκεῖ φανερὸς ἦν, καὶ τὸ λοιπὸν ἀεὶ τῆς ἡμέρας ἦν ὅπου πλείστοις μέλλοι συνέσεσθαι· καὶ ἔλεγε μὲν ὡς τὸ πολύ, τοῖς δὲ βουλομένοις ἐξῆν ἀκούειν.
此外,苏格拉底向来都生活在光天化日之下。因为他清晨便前往漫步道和健身场,集市拥挤时便出现在那里,而在一天剩下的时间里,他也总是在最可能与最多人相聚的地方;他大多在谈话,凡愿意的人都可以听受。
- 1.1.1ὡς ἄξιος εἴη θανάτου τῇ πόλει
从属从句中的祈愿语气 εἴη 属于间接引语中的斜格祈愿语气(optative of indirect discourse),由主句过去时态动词 ἔπεισαν 引发,对应于直接引语中的直陈式 ἐστί。与格 τῇ πόλει 可以解释为表利害关系的与格(“对城邦而言”),或是表评价/判断基准的与格。
- 1.1.2θύων τε γὰρ φανερὸς ἦν ... καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν
形容词 φανερός 和 οὐκ ἀφανής 配合系动词 ἦν 并带补足分词(θύων, χρώμενος)的人称句构(personal construction),语义上相当于无人称句(φανερὸν ἦν αὐτὸν θύειν),字面意为“他是明显在献祭的/他在献祭是显而易见的”。
- 1.1.5ἐδόκει δʼ ἂν ἀμφότερα ταῦτα, εἰ προαγορεύων ὡς ὑπὸ θεοῦ φαινόμενα καὶ ψευδόμενος ἐφαίνετο
与过去事实相反的虚拟条件句(counterfactual condition):结论句为 ἐδόκει ἂν(未完成过去直陈式 + ἄν),条件从句为 εἰ ... ἐφαίνετο(未完成过去直陈式)。主格分词 προαγορεύων 和 ψευδόμενος 与 ἐφαίνετο 的主语一致,其中 ψευδόμενος 作为 φαίνομαι 的补充述语分词,意为“被证明说谎/显出虚假”。
- 1.1.9ἃ τοῖς ἀνθρώποις ἔδωκαν οἱ θεοὶ μαθοῦσι διακρίνειν
与格分词 μαθοῦσι 与间接宾语 τοῖς ἀνθρώποις 一致。不定式 διακρίνειν 跟随动词 ἔδωκαν 表示目的或结果(“赋予人们去判明”),分词 μαθοῦσι 则表先决条件或手段(“通过学习后/学习而……”)。
