- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.5.11-7.5.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃帕米农达突袭斯巴达受挫于阿基达莫斯的反击而退兵,随后企图洗劫曼提尼亚的行动亦因雅典骑兵的英勇驰援而被粉碎。面对屡次受挫与远征期满的困境,埃帕米农达决心背水一战以挽回名誉,作者随后盛赞其军队所展现出的非凡纪律与服从精神。
ἐπεὶ δʼ ἐγένετο Ἐπαμεινώνδας ἐν τῇ πόλει τῶν Σπαρτιατῶν, ὅπου μὲν ἔμελλον ἔν τε ἰσοπέδῳ μαχεῖσθαι καὶ ἀπὸ τῶν οἰκιῶν βληθήσεσθαι, οὐκ εἰσῄει ταύτῃ, οὐδʼ ὅπου γε μηδὲν πλέονες μαχεῖσθαι τῶν ὀλίγων πολλοὶ ὄντες·1 ἔνθεν δὲ πλεονεκτεῖν ἂν ἐνόμιζε, τοῦτο λαβὼν τὸ χωρίον κατέβαινε καὶ οὐκ ἀνέβαινεν εἰς τὴν πόλιν.
埃帕米农达攻入斯巴达人的城中后,凡是需要置身平地交战且会遭到民宅投掷攻击之处,他决不从该处进入,凡是身为多数却对少数敌军毫无人数优势可言之处,他亦不前往交战;相反,他占据自认为能占据优势的地形,自上而下推进,并不往城内高处攀登。
τό γε μὴν ἐντεῦθεν γενόμενον2 ἔξεστι μὲν τὸ θεῖον αἰτιᾶσθαι, ἔξεστι δὲ λέγειν ὡς τοῖς ἀπονενοημένοις οὐδεὶς ἂν ὑποσταίη. ἐπεὶ γὰρ ἡγεῖτο Ἀρχίδαμος οὐδὲ ἑκατὸν ἔχων ἄνδρας, καὶ διαβὰς ὅπερ ἐδόκει τι ἔχειν κώλυμα ἐπορεύετο πρὸς ὄρθιον ἐπὶ τοὺς ἀντιπάλους, ἐνταῦθα δὴ οἱ πῦρ πνέοντες, οἱ νενικηκότες τοὺς Λακεδαιμονίους, οἱ τῷ παντὶ πλείους καὶ προσέτι ὑπερδέξια χωρία ἔχοντες, οὐκ ἐδέξαντο τοὺς περὶ τὸν Ἀρχίδαμον, ἀλλʼ ἐγκλίνουσι.
至于此后发生的事,人们尽可归咎于神意,亦可说是没有人能抵挡陷入绝望之人的拼死一击。因为当阿基达莫斯率领不足百名战士,越过原本看似构成阻碍的障碍,迎着陡坡向敌阵挺进时,那些气焰嚣张、曾战胜拉刻代蒙人、在数量上占绝对优势且占据上方有利地势的部队,竟然承受不住阿基达莫斯麾下将士的冲击,反而溃退了。
καὶ οἱ μὲν πρῶτοι τῶν Ἐπαμεινώνδα ἀποθνῄσκουσιν· ἐπεὶ μέντοι ἀγαλλόμενοι τῇ νίκῃ ἐδίωξαν οἱ ἔνδοθεν πορρωτέρω τοῦ καιροῦ, οὗτοι αὖ ἀποθνῄσκουσι· περιεγέγραπτο γάρ, ὡς ἔοικεν, ὑπὸ τοῦ θείου μέχρι ὅσου νίκη ἐδέδοτο αὐτοῖς. καὶ ὁ μὲν δὴ Ἀρχίδαμος τροπαῖόν τε ἵστατο ἔνθα ἐπεκράτησε καὶ τοὺς ἐνταῦθα πεσόντας τῶν πολεμίων ὑποσπόνδους ἀπεδίδου.
埃帕米农达军的前锋纷纷阵亡;然而,城内的守军因胜利而得意忘形,追击过甚失却了分寸,他们随即亦被斩杀;因为神意似乎早已划定了界限,规定了赐予他们胜利的限度。于是阿基达莫斯在获胜之处树立了战胜纪念碑,并在休战协定下将该处阵亡的敌军遗体归还。
ὁ δʼ Ἐπαμεινώνδας λογιζόμενος ὅτι βοηθήσοιεν οἱ Ἀρκάδες εἰς τὴν Λακεδαίμονα, ἐκείνοις μὲν οὐκ ἐβούλετο καὶ πᾶσι Λακεδαιμονίοις ὁμοῦ γενομένοις μάχεσθαι, ἄλλως τε καὶ ηὐτυχηκόσι, τῶν δὲ ἀποτετυχηκότων·3 πάλιν δὲ πορευθεὶς ὡς ἐδύνατο τάχιστα εἰς τὴν Τεγέαν τοὺς μὲν ὁπλίτας ἀνέπαυσε, τοὺς δʼ ἱππέας ἔπεμψεν εἰς τὴν Μαντίνειαν, δεηθεὶς αὐτῶν προσκαρτερῆσαι, καὶ διδάσκων ὡς πάντα μὲν εἰκὸς ἔξω εἶναι τὰ τῶν Μαντινέων βοσκήματα, πάντας δὲ τοὺς ἀνθρώπους, ἄλλως τε καὶ σίτου συγκομιδῆς οὔσης.
埃帕米农达算定阿卡迪亚军必将驰援拉刻代蒙,因而不愿与集结在一起的阿卡迪亚人和全体拉刻代蒙人交战,尤其是在敌人士气高涨而己方刚遭挫折之际。于是他以最快速度退回忒格亚,令重装步兵休整,却派遣骑兵奔赴曼提尼亚,恳请他们再接再厉,并向他们指出,曼提尼亚人的所有牲畜和人口此时想必都在城外,尤其正值收割庄稼的时节。
καὶ οἱ μὲν ᾤχοντο· οἱ δʼ Ἀθηναῖοι ἱππεῖς ὁρμηθέντες ἐξ Ἐλευσῖνος ἐδειπνοποιήσαντο μὲν ἐν Ἰσθμῷ, διελθόντες δὲ καὶ τὰς Κλεωνὰς ἐτύγχανον προσιόντες εἰς τὴν Μαντίνειαν καὶ καταστρατοπεδευσάμενοι ἐντὸς τείχους ἐν ταῖς οἰκίαις. ἐπεὶ δὲ δῆλοι ἦσαν προσελαύνοντες οἱ πολέμιοι, ἐδέοντο οἱ Μαντινεῖς τῶν Ἀθηναίων ἱππέων βοηθῆσαι, εἴ τι δύναιντο· ἔξω γὰρ εἶναι καὶ τὰ βοσκήματα πάντα καὶ τοὺς ἐργάτας, πολλοὺς δὲ καὶ παῖδας καὶ γεραιτέρους τῶν ἐλευθέρων· ἀκούσαντες δὲ ταῦτα οἱ Ἀθηναῖοι ἐκβοηθοῦσιν, ἔτι ὄντες ἀνάριστοι καὶ αὐτοὶ καὶ οἱ ἵπποι.
骑兵遂受命出发;而从厄琉息斯启程的雅典骑兵在峡颈用过晚餐,经过克勒奥奈后,恰好抵达曼提尼亚,并在城墙内的民舍中扎营。当敌人显然正驱马逼近时,曼提尼亚人恳请雅典骑兵尽可能施以援手,因为所有的牲畜和劳作的农人都在城外,自由民中亦有许多孩童与老者滞留其间。雅典人闻讯后立即出城救援,此时他们自身和战马皆尚未进用早饭。
ἐνταῦθα δὴ τούτων αὖ τὴν ἀρετὴν τίς οὐκ ἂν ἀγασθείη; οἳ καὶ πολὺ πλείους ὁρῶντες τοὺς πολεμίους καὶ ἐν Κορίνθῳ δυστυχήματος γεγενημένου τοῖς ἱππεῦσιν οὐδὲν τούτου ἐπελογίσαντο, οὐδʼ ὅτι καὶ Θηβαίοις καὶ Θετταλοῖς τοῖς κρατίστοις ἱππεύειν εἶναι δοκοῦσιν ἔμελλον μάχεσθαι, ἀλλʼ αἰσχυνόμενοι, εἰ παρόντες μηδὲν ὠφελήσειαν τοὺς συμμάχους, ὡς εἶδον τάχιστα τοὺς πολεμίους, συνέρραξαν, ἐρῶντες ἀνασώσασθαι τὴν πατρῴαν δόξαν.
至此,又有谁不对这些人的英勇赞叹不已呢?他们明知敌军数量大为占优,且骑兵此前在科林斯曾遭遇挫败,却丝毫不予顾忌,亦不因即将交战的对手是被公认为骑兵最精锐的底比斯人和色萨利人而退缩;反之,他们深以为耻的是身在现场却未能对盟友施以援手,因而一见敌军便猛冲厮杀,热切渴望恢复先祖的威名。
καὶ μαχόμενοι αἴτιοι μὲν ἐγένοντο τὰ ἔξω πάντα σωθῆναι τοῖς Μαντινεῦσιν, αὐτῶν δʼ ἀπέθανον ἄνδρες ἀγαθοί, καὶ ἀπέκτειναν δὲ δῆλον ὅτι τοιούτους· οὐδὲν γὰρ οὕτω βραχὺ ὅπλον ἑκάτεροι εἶχον ᾧ οὐκ ἐξικνοῦντο ἀλλήλων. καὶ τοὺς μὲν φιλίους νεκροὺς οὐ προήκαντο, τῶν δὲ πολεμίων ἦν οὓς ὑποσπόνδους ἀπέδοσαν.
经过浴血奋战,他们终于保全了曼提尼亚人城外的全部资产。他们自己阵亡了勇敢的战士,显然亦击杀了同样勇猛的敌军;因为双方所持的武器无一短到够不着对方。他们决不遗弃己方的阵亡遗体,部分敌军遗体亦在休战协定下交还。
ὁ δʼ αὖ Ἐπαμεινώνδας, ἐνθυμούμενος ὅτι ὀλίγων μὲν ἡμερῶν ἀνάγκη ἔσοιτο ἀπιέναι διὰ τὸ ἐξήκειν τῇ στρατείᾳ τὸν χρόνον, εἰ δὲ καταλείψοι ἐρήμους οἷς ἦλθε σύμμαχος, ἐκεῖνοι πολιορκήσοιντο ὑπὸ τῶν ἀντιπάλων, αὐτὸς δὲ λελυμασμένος τῇ ἑαυτοῦ δόξῃ παντάπασιν ἔσοιτο, ἡττημένος μὲν ἐν Λακεδαίμονι σὺν πολλῷ ὁπλιτικῷ ὑπʼ ὀλίγων, ἡττημένος δὲ ἐν Μαντινείᾳ ἱππομαχίᾳ, αἴτιος δὲ γεγενημένος διὰ τὴν εἰς Πελοπόννησον στρατείαν τοῦ συνεστάναι Λακεδαιμονίους καὶ Ἀρκάδας καὶ Ἀχαιοὺς καὶ Ἠλείους καὶ Ἀθηναίους· ὥστε οὐκ ἐδόκει αὐτῷ δυνατὸν εἶναι ἀμαχεὶ παρελθεῖν,4 λογιζομένῳ ὅτι εἰ μὲν νικῴη, πάντα ταῦτα ἀναλύσοιτο· εἰ δὲ ἀποθάνοι, καλὴν τὴν τελευτὴν ἡγήσατο ἔσεσθαι πειρωμένῳ τῇ πατρίδι ἀρχὴν Πελοποννήσου καταλιπεῖν.
另一方面,埃帕米农达深思道:由于远征的军期已届满,不出数日便不得不撤军,但如果抛弃自己前来结援的盟友,他们必将被对手围困,而他自己的威名亦将彻底扫地——毕竟他率领大批重装步兵在拉刻代蒙受挫于少数之敌,在曼提尼亚又输掉了骑兵战,且因进军伯罗奔尼撒反而促成了拉刻代蒙人、阿卡迪亚人、阿开亚人、厄利斯人和雅典人的联合。因此,在他看来决不可能不战而退;他算定若能取胜,便可挽回这一切劣势;若战死沙场,为了竭力为祖国留下伯罗奔尼撒的霸权而献身,他认为这亦是崇高的终局。
τὸ μὲν οὖν αὐτὸν τοιαῦτα διανοεῖσθαι οὐ πάνυ μοι δοκεῖ θαυμαστὸν εἶναι· φιλοτίμων γὰρ ἀνδρῶν τὰ τοιαῦτα διανοήματα· τὸ μέντοι τὸ στράτευμα παρεσκευακέναι ὡς πόνον τε μηδένα ἀποκάμνειν μήτε νυκτὸς μήτε ἡμέρας, κινδύνου τε μηδενὸς ἀφίστασθαι, σπάνιά τε τἀπιτήδεια ἔχοντας ὅμως πείθεσθαι ἐθέλειν, ταῦτά μοι δοκεῖ θαυμαστότερα εἶναι.
他怀有这般心思,依我看并不十分令人惊异,因为心怀大志之人皆会有此类盘算;然而,他竟能将全军训练得不论昼夜皆不辞劳苦,临危决不退缩,即便给养匮乏却依然甘愿听从调遣——这些在我看来才真正更为令人叹服。
- 7.5.11οὐδʼ ὅπου γε μηδὲν πλέονες μαχεῖσθαι τῶν ὀλίγων πολλοὶ ὄντες
不定词 μαχεῖσθαι 承接前文的 ἔμελλον。μηδὲν πλέονες 包含用作副词的中性宾格 μηδέν,意为“绝无优势/毫无优越”,与比较属格 τῶν ὀλίγων 及让步分词 πολλοὶ ὄντες(“虽为多数”)相对照,指人数优势被狭窄地形所抵消的状况。
- 7.5.12τό γε μὴν ἐντεῦθεν γενόμενον
置于句首的指明宾格或话题前置宾格。在句法上它既可视为后续 τὸ θεῖον αἰτιᾶσθαι 的直接宾语,亦作为整个句子的主题统领其后关于神意与决死之人不可抵挡(ὡς 引导的从句)两个层面的陈述。
- 7.5.14τῶν δὲ ἀποτετυχηκότων
独立属格结构,与前面的与格 ηὐτυχηκόσι(敌方的顺遂)形成对照。其中代词性冠词 τῶν δὲ(“另一方”,即己方部众)充当逻辑主语,说明己方将士刚刚遭受失利的情势。
- 7.5.18παρελθεῖν
字面意为“走过/经过”,在当前语境中指不经决战便撤出伯罗奔尼撒返回底比斯,副词 ἀμαχεί(“不战而……”)进一步明确了此指径自撤退的举动。
