← 色诺芬

希腊史

§7.5.20-7.5.27

曼丁尼亚战役与埃帕米农达阵亡

埃帕米农达佯装在山麓扎营以松懈敌防,随即以楔形突击撕裂敌阵,却在激战中阵亡,失去主帅的军队未能扩大战果。这场汇聚全希腊的大决战最终未分出胜负,反而给希腊带来更深的混乱,作者亦在此搁笔。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.20

καὶ γὰρ ὅτε τὸ τελευταῖον παρήγγειλεν αὐτοῖς παρασκευάζεσθαι ὡς μάχης ἐσομένης, προθύμως μὲν ἐλευκοῦντο οἱ ἱππεῖς τὰ κράνη κελεύοντος ἐκείνου, ἐπεγράφοντο δὲ καὶ οἱ τῶν Ἀρκάδων ὁπλῖται ῥόπαλα,1 ὡς Θηβαῖοι ὄντες, πάντες δὲ ἠκονῶντο καὶ λόγχας καὶ μαχαίρας καὶ ἐλαμπρύνοντο τὰς ἀσπίδας.

实际上,当他最终向全军下达备战令时,骑兵们遵照其吩咐踊跃地将头盔涂白,阿卡迪亚的重装步兵亦在盾牌上画上棍棒的图案,仿佛他们也是底比斯人一样,众人皆磨利长矛与刀剑,擦亮盾牌。

§7.5.21

ἐπεὶ μέντοι οὕτω παρεσκευασμένους ἐξήγαγεν, ἄξιον αὖ κατανοῆσαι ἃ ἐποίησε. πρῶτον μὲν γάρ, ὥσπερ εἰκός, συνετάττετο. τοῦτο δὲ πράττων σαφηνίζειν ἐδόκει ὅτι εἰς μάχην παρεσκευάζετο· ἐπεί γε μὴν ἐτέτακτο αὐτῷ τὸ στράτευμα ὡς ἐβούλετο, τὴν μὲν συντομωτάτην πρὸς τοὺς πολεμίους οὐκ ἦγε, πρὸς δὲ τὰ πρὸς ἑσπέραν ὄρη καὶ ἀντιπέραν τῆς Τεγέας ἡγεῖτο· ὥστε δόξαν παρεῖχε τοῖς πολεμίοις μὴ ποιήσεσθαι μάχην ἐκείνῃ τῇ ἡμέρᾳ.

然而,当他率领装备完毕的军队出征后,他随后的举措亦极值得品察。因为首先,他一如常理地排兵布阵。他如此行事,看似在向敌军明确表露自己正在准备迎战;然而,当全军依照他的心愿列队完毕后,他却并未取道通往敌人的最短捷径,反而领兵朝向西面的群山、即忒格亚的对面进发;以至于给敌军造成了一种当天绝不会交战的错觉。

§7.5.22

καὶ γὰρ δὴ ὡς πρὸς τῷ ὄρει ἐγένετο, ἐπεὶ ἐξετάθη αὐτῷ ἡ φάλαγξ, ὑπὸ τοῖς ὑψηλοῖς ἔθετο τὰ ὅπλα, ὥστε εἰκάσθη στρατοπεδευομένῳ. τοῦτο δὲ ποιήσας ἔλυσε μὲν τῶν πλείστων πολεμίων τὴν ἐν ταῖς ψυχαῖς πρὸς μάχην παρασκευήν, ἔλυσε δὲ τὴν ἐν ταῖς συντάξεσιν. ἐπεί γε μὴν παραγαγὼν τοὺς ἐπὶ κέρως πορευομένους λόχους εἰς μέτωπον ἰσχυρὸν ἐποιήσατο τὸ περὶ ἑαυτὸν ἔμβολον, τότε δὴ ἀναλαβεῖν παραγγείλας τὰ ὅπλα ἡγεῖτο· οἱ δʼ ἠκολούθουν. οἱ δὲ πολέμιοι ὡς εἶδον παρὰ δόξαν ἐπιόντας, οὐδεὶς αὐτῶν ἡσυχίαν ἔχειν ἐδύνατο, ἀλλʼ οἱ μὲν ἔθεον εἰς τὰς τάξεις, οἱ δὲ παρετάττοντο, οἱ δὲ ἵππους ἐχαλίνουν, οἱ δὲ θώρακας ἐνεδύοντο, πάντες δὲ πεισομένοις τι μᾶλλον ἢ ποιήσουσιν ἐῴκεσαν.2

事实上,当他来到山脚且方阵展开之后,他便令部队在高地之下放下武器休憩,以致被敌方误以为正在安营扎寨。他借此举瓦解了绝大多数敌军心中迎战的斗志,亦松弛了他们的阵列戒备。然而,当他把原先成纵队行进的连队调到正面,并在自身周围筑成坚实锐利的楔形突击阵形之后,方才下令拿起武器发起冲锋;将士们紧紧相随。敌军眼见他们出乎意料地杀来,没有一个人能保持从容,有的跑向阵位,有的仓促列阵,有的给马匹套上嚼子,有的穿戴胸甲,所有人看起来都更像是要遭受打击,而非主动施加打击的人。

§7.5.23

ὁ δὲ τὸ στράτευμα ἀντίπρῳρον ὥσπερ τριήρη προσῆγε, νομίζων, ὅποι ἐμβαλὼν διακόψειε, διαφθερεῖν ὅλον τὸ τῶν ἐναντίων στράτευμα. καὶ γὰρ δὴ τῷ μὲν ἰσχυροτάτῳ παρεσκευάζετο ἀγωνίζεσθαι, τὸ δὲ ἀσθενέστατον πόρρω ἀπέστησεν, εἰδὼς ὅτι ἡττηθὲν ἀθυμίαν ἂν παράσχοι τοῖς μεθʼ ἑαυτοῦ, ῥώμην δὲ τοῖς πολεμίοις. καὶ μὴν τοὺς ἱππέας οἱ μὲν πολέμιοι ἀντιπαρετάξαντο ὥσπερ ὁπλιτῶν φάλαγγα βάθος ἐφεξῆς καὶ ἔρημον πεζῶν ἁμίππων·

他领军直扑敌阵,犹如三列桨战船以船头撞击敌舰一般,坚信只要撞击并撕开一处缺口,便能彻底摧毁敌军全军。事实上,他准备以己方最精锐的部队进行主力决战,而将最孱弱的部队安置在远方,因为他深知弱旅一旦溃败,必会使己方士气瓦解,而助长敌军威势。

§7.5.24

ὁ δʼ Ἐπαμεινώνδας αὖ καὶ τοῦ ἱππικοῦ ἔμβολον ἰσχυρὸν ἐποιήσατο, καὶ ἁμίππους πεζοὺς συνέταξεν αὐτοῖς, νομίζων τὸ ἱππικὸν ἐπεὶ διακόψειεν, ὅλον τὸ ἀντίπαλον νενικηκὼς ἔσεσθαι· μάλα γὰρ χαλεπὸν εὑρεῖν τοὺς ἐθελήσοντας μένειν, ἐπειδάν τινας φεύγοντας τῶν ἑαυτῶν ὁρῶσι· καὶ ὅπως μὴ ἐπιβοηθῶσιν οἱ Ἀθηναῖοι ἀπὸ τοῦ εὐωνύμου κέρατος ἐπὶ τὸ ἐχόμενον, κατέστησεν ἐπὶ γηλόφων τινῶν ἐναντίους αὐτοῖς καὶ ἱππέας καὶ ὁπλίτας, φόβον βουλόμενος καὶ τούτοις παρέχειν ὡς, εἰ βοηθήσαιεν, ὄπισθεν οὗτοι ἐπικείσοιντο αὐτοῖς. τὴν μὲν δὴ συμβολὴν οὕτως ἐποιήσατο, καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος· κρατήσας γὰρ ᾗ προσέβαλεν ὅλον ἐποίησε φεύγειν τὸ τῶν ἐναντίων.

此外,敌军将骑兵排开,如同重装步兵方阵一般保持连贯的纵深,却全无伴随战马奔跑的步兵;而埃帕米农达则同样将骑兵组成坚强的楔形,并为他们配备了协同作战的步兵,深信一旦冲破敌方骑兵,便等于战胜了整个敌军;因为一旦目睹己方有人溃逃,便极难找到仍愿坚守阵地的人。为了防止雅典人从左翼前去支援紧邻的战线,他在一些丘陵上布置了与他们相对的骑兵和重装步兵,意图使雅典人产生顾忌,唯恐一旦驰援,这些部队便会从背后杀来。他以此方式发起了冲击,且他的期望并未落空;因为在他突击的方向上赢得了胜利,致使敌军全线溃逃。

§7.5.25

ἐπεί γε μὴν ἐκεῖνος ἔπεσεν, οἱ λοιποὶ οὐδὲ τῇ νίκῃ ὀρθῶς ἔτι ἐδυνάσθησαν χρήσασθαι, ἀλλὰ φυγούσης μὲν αὐτοῖς τῆς ἐναντίας φάλαγγος οὐδένα ἀπέκτειναν οἱ ὁπλῖται οὐδὲ προῆλθον ἐκ τοῦ χωρίου ἔνθα ἡ συμβολὴ ἐγένετο. φυγόντων δʼ αὐτοῖς καὶ τῶν ἱππέων, ἀπέκτειναν μὲν οὐδʼ οἱ ἱππεῖς διώκοντες οὔτε ἱππέας οὔθʼ ὁπλίτας, ὥσπερ δὲ ἡττώμενοι πεφοβημένως διὰ τῶν φευγόντων πολεμίων διέπεσον. καὶ μὴν οἱ ἅμιπποι καὶ οἱ πελτασταὶ συννενικηκότες τοῖς ἱππεῦσιν ἀφίκοντο μὲν ἐπὶ τοῦ εὐωνύμου, ὡς κρατοῦντες, ἐκεῖ δʼ ὑπὸ τῶν Ἀθηναίων οἱ πλεῖστοι αὐτῶν ἀπέθανον.

然而,当那个人倒下之后,余众甚至再也无法正当利用这一胜局;尽管迎面的敌军方阵已溃退,重装步兵却未杀一人,亦未从交锋之地向前推进一步。敌军骑兵亦已逃窜,追击的己方骑兵却既未斩杀敌方骑兵,亦未击杀步兵,反而如同溃败者一般在惊恐中从逃窜的敌军之间穿过。更有甚者,曾与骑兵共同取胜的协同步兵与轻盾兵自以为胜券在握而冲向左翼,在彼处却大半被雅典人斩杀。

§7.5.26

τούτων δὲ πραχθέντων τοὐναντίον ἐγεγένητο οὗ ἐνόμισαν πάντες ἄνθρωποι ἔσεσθαι.3 συνεληλυθυίας γὰρ σχεδὸν ἁπάσης τῆς Ἑλλάδος καὶ ἀντιτεταγμένων, οὐδεὶς ἦν ὅστις οὐκ ᾤετο, εἰ μάχη ἔσοιτο, τοὺς μὲν κρατήσαντας ἄρξειν, τοὺς δὲ κρατηθέντας ὑπηκόους ἔσεσθαι· ὁ δὲ θεὸς οὕτως ἐποίησεν ὥστε ἀμφότεροι μὲν τροπαῖον ὡς νενικηκότες ἐστήσαντο, τοὺς δὲ ἱσταμένους οὐδέτεροι ἐκώλυον, νεκροὺς δὲ ἀμφότεροι μὲν ὡς νενικηκότες ὑποσπόνδους ἀπέδοσαν, ἀμφότεροι δὲ ὡς ἡττημένοι ὑποσπόνδους ἀπελάμβανον, νενικηκέναι δὲ φάσκοντες ἑκάτεροι οὔτε χώρᾳ οὔτε πόλει οὔτʼ ἀρχῇ οὐδέτεροι οὐδὲν πλέον ἔχοντες ἐφάνησαν ἢ πρὶν τὴν μάχην γενέσθαι· ἀκρισία δὲ καὶ ταραχὴ ἔτι πλείων μετὰ τὴν μάχην ἐγένετο ἢ πρόσθεν ἐν τῇ Ἑλλάδι. ἐμοὶ μὲν δὴ μέχρι τούτου γραφέσθω·4 τὰ δὲ μετὰ ταῦτα ἴσως ἄλλῳ μελήσει.

这些事情发生后,局势竟演变为与世人预料完全相反的结局。因为几乎整个希腊都已集结并对峙在此,没有任何人不认为若发生决战,胜者必将称霸,败者必将称臣;然而神祇的安排却是:双方皆作为战胜者树立了战胜纪念碑,而彼此皆不阻挠对方的树立;双方皆作为战胜者依休战协定交还遗体,又皆作为战败者依休战协定领回遗体;双方虽各自宣称获胜,但无论在疆土、城邦还是霸权上,未见任何一方比战前多占得丝毫优势;大战之后希腊境内的迷茫与混乱,反而比以往更为加剧。我的著述至此告一段落;至于此后的诸事,或许自有旁人去关切吧。

语法注4 条
  1. 7.5.20ἐπεγράφοντο δὲ καὶ οἱ τῶν Ἀρκάδων ὁπλῖται ῥόπαλα

    ῥόπαλα 作中间态动词 ἐπεγράφοντο 的直接宾语(或内面宾格),指在盾牌上描绘赫拉克勒斯的标志性棍棒图案。这是阿卡迪亚重装步兵为了将自己伪装成底比斯盟友而采取的策略。

  2. 7.5.22πεισομένοις τι μᾶλλον ἢ ποιήσουσιν ἐῴκεσαν

    πεισομένοις 与 ποιήσουσιν 均为受 ἐῴκεσαν 支配的与格分词。二者以将来分词形式构成了 ποιέω(主动行动、进攻)与 πάσχω(被动承受、遭受打击)的经典对仗,生动描绘出敌军惊慌失措、宛若待宰受创而非主动出击之态。

  3. 7.5.26τοὐναντίον ἐγεγένητο οὗ ἐνόμισαν πάντες ἄνθρωποι ἔσεσθαι

    οὗ 为吸收了比较/分离属格先行词 τούτου 的关系代词属格同化(即 τοὐναντίον τούτου ὃ ἔσεσθαι ἐνόμισαν),意为“与所有人都认为会发生的结果正相反”。

  4. 7.5.27ἐμοὶ μὲν δὴ μέχρι τούτου γραφέσθω

    γραφέσθω 为现在被动态第三人称单数祈使语气。搭配动作主与格 ἐμοί,以被动/非人称形式构成古典文本收尾的程式语,字面意为“关于我的书写便到此为止吧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.5.20-7.5.27