← 色诺芬

希腊史

§7.5.1-7.5.10

反底比斯同盟与对斯巴达的奔袭

曼提尼亚派看清底比斯的图谋后联络雅典与斯巴达,埃帕米农达则进驻忒格亚,并趁斯巴达主力外出之际对其本土发动出其不意的奔袭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.1

ὡς δὲ ταῦτα ἀπηγγέλθη πρός τε τὸ κοινὸν τῶν Ἀρκάδων καὶ κατὰ πόλεις, ἐκ τούτου ἀνελογίζοντο Μαντινεῖς τε καὶ τῶν ἄλλων Ἀρκάδων οἱ κηδόμενοι τῆς Πελοποννήσου, ὡσαύτως δὲ καὶ Ἠλεῖοι καὶ Ἀχαιοί, ὅτι οἱ Θηβαῖοι δῆλοι εἶεν βουλόμενοι1 ὡς ἀσθενεστάτην τὴν Πελοπόννησον εἶναι, ὅπως ὡς ῥᾷστα αὐτὴν καταδουλώσαιντο.

当这些消息被传达到阿卡迪亚联邦及各邦城时,曼提尼亚人以及其他关切伯罗奔尼撒利益的阿卡迪亚人,乃至厄利斯人和阿开亚人,由此开始认定:底比斯人显然企图让伯罗奔尼撒尽可能陷入衰弱,以便最轻易地将其奴役。

§7.5.2

τί γὰρ δὴ πολεμεῖν ἡμᾶς βούλονται ἢ ἵνα ἡμεῖς μὲν ἀλλήλους κακῶς ποιῶμεν, ἐκείνων δʼ ἀμφότεροι δεώμεθα; ἢ τί λεγόντων ἡμῶν ὅτι οὐ δεόμεθα αὐτῶν ἐν τῷ παρόντι παρασκευάζονται ὡς ἐξιόντες; οὐ δῆλον ὡς ἐπὶ τῷ κακόν τι ἐργάζεσθαι ἡμᾶς στρατεύειν παρασκευάζονται;

“他们究竟为何希望我们交战呢?难道不是为了让我们彼此攻伐,从而双方都不得不求助于他们吗?又或者,既然我们表示目前并不需要他们,他们又为何整装待发准备出征?他们准备出兵,难道不是昭然若揭地为了对我们施加祸害吗?”

§7.5.3

ἔπεμπον δὲ καὶ Ἀθήναζε βοηθεῖν κελεύοντες· ἐπορεύθησαν δὲ καὶ εἰς Λακεδαίμονα πρέσβεις ἀπὸ τῶν ἐπαρίτων, παρακαλοῦντες Λακεδαιμονίους, εἰ βούλοιντο κοινῇ διακωλύειν, ἄν τινες ἴωσι καταδουλωσόμενοι τὴν Πελοπόννησον. περὶ μέντοι ἡγεμονίας αὐτόθεν διεπράττοντο ὅπως ἐν τῇ ἑαυτῶν ἕκαστοι ἡγήσοιντο.

他们亦遣使前往雅典请求援助;此外,精锐部队亦派出使节前往拉刻代蒙,邀请拉刻代蒙人,若其愿意,便共同阻止任何企图奴役伯罗奔尼撒的来犯之敌。然而关于领导权,他们当场便约定各自在其本土行使指挥权。

§7.5.4

ἐν ὅσῳ δὲ ταῦτʼ ἐπράττετο, Ἐπαμεινώνδας ἐξῄει, Βοιωτοὺς ἔχων πάντας καὶ Εὐβοᾶς καὶ Θετταλῶν πολλοὺς παρά τε Ἀλεξάνδρου καὶ τῶν ἐναντίων αὐτῷ. Φωκεῖς μέντοι οὐκ ἠκολούθουν, λέγοντες ὅτι συνθῆκαι σφίσιν αὐτοῖς εἶεν, εἴ τις ἐπὶ Θήβας ἴοι, βοηθεῖν· ἐπʼ ἄλλους δὲ στρατεύειν οὐκ εἶναι ἐν ταῖς συνθήκαις.

正当交涉这些事务之际,埃帕米农达率军出征,麾下统率全体维奥蒂亚军、优卑亚军,以及分别由亚历山大及其敌对阵营派出的众多色萨利军。然而福基斯人并未随同出征,声称他们的条约规定若有人进犯底比斯则出兵相助,而远征他邦并不在条约范围之内。

§7.5.5

ὁ μέντοι Ἐπαμεινώνδας ἐλογίζετο καὶ ἐν Πελοποννήσῳ σφίσιν ὑπάρχειν Ἀργείους τε καὶ Μεσσηνίους καὶ Ἀρκάδων τοὺς τὰ σφέτερα φρονοῦντας. ἦσαν δʼ οὗτοι Τεγεᾶται καὶ Μεγαλοπολῖται καὶ Ἀσεᾶται καὶ Παλλαντιεῖς, καὶ εἴ τινες δὴ πόλεις διὰ τὸ μικραί τε εἶναι καὶ ἐν μέσαις ταύταις οἰκεῖν ἠναγκάζοντο.

不过埃帕米农达算定,在伯罗奔尼撒亦有阿尔戈斯人、墨塞尼亚人以及亲近己方的阿卡迪亚人作为后盾。这些城邦包括忒格亚人、墨伽罗波利斯人、阿塞亚人、帕兰提翁人,以及因弱小且地处其包围之中而被迫顺从的一切小城邦。

§7.5.6

ἐξῆλθε μὲν δὴ ὁ Ἐπαμεινώνδας διὰ ταχέων· ἐπεὶ δὲ ἐγένετο ἐν Νεμέᾳ, ἐνταῦθα διέτριβεν, ἐλπίζων τοὺς Ἀθηναίους παριόντας λήψεσθαι καὶ λογιζόμενος μέγα ἂν τοῦτο γενέσθαι τοῖς μὲν σφετέροις συμμάχοις εἰς τὸ ἐπιρρῶσαι αὐτούς, τοῖς δὲ ἐναντίοις εἰς τὸ εἰς ἀθυμίαν ἐμπεσεῖν, ὡς δὲ συνελόντι εἰπεῖν, πᾶν ἀγαθὸν εἶναι Θηβαίοις ὅτι ἐλαττοῖντο Ἀθηναῖοι.2

埃帕米农达迅速进军;但当他抵达涅墨亚时,却在当地逗留,希望能截击路过的雅典军队,并认为此举在鼓舞本方盟军和使敌军陷入沮丧方面都将产生重大影响;简而言之,雅典人受到削弱的一切后果,对底比斯人而言皆是利益。

§7.5.7

ἐν δὲ τῇ διατριβῇ αὐτοῦ ταύτῃ συνῇσαν πάντες οἱ ὁμοφρονοῦντες εἰς τὴν Μαντίνειαν. ἐπεὶ μέντοι ὁ Ἐπαμεινώνδας ἤκουσε τοὺς Ἀθηναίους τὸ μὲν κατὰ γῆν πορεύεσθαι ἀπεγνωκέναι, κατὰ θάλατταν δὲ παρασκευάζεσθαι ὡς διὰ Λακεδαίμονος βοηθήσοντας τοῖς Ἀρκάσιν, οὕτω δὴ ἀφορμήσας ἐκ τῆς Νεμέας ἀφικνεῖται εἰς τὴν Τεγέαν.

在他滞留期间,凡意见一致者均在曼提尼亚集结。然而,埃帕米农达获悉雅典人已放弃陆路进军,正筹备走海路经由拉刻代蒙去支援阿卡迪亚人,于是他便离开涅墨亚,抵达了忒格亚。

§7.5.8

εὐτυχῆ μὲν οὖν οὐκ ἂν ἔγωγε φήσαιμι τὴν στρατηγίαν αὐτῷ γενέσθαι· ὅσα μέντοι προνοίας ἔργα καὶ τόλμης ἐστίν, οὐδέν μοι δοκεῖ ἁνὴρ ἐλλιπεῖν. πρῶτον μὲν γὰρ ἔγωγε ἐπαινῶ αὐτοῦ ὅτι τὸ στρατόπεδον ἐν τῷ τείχει τῶν Τεγεατῶν ἐποιήσατο, ἔνθʼ ἐν ἀσφαλεστέρῳ τε ἦν ἢ εἰ ἔξω ἐστρατοπεδεύετο καὶ τοῖς πολεμίοις ἐν ἀδηλοτέρῳ ὅ τι πράττοιτο. καὶ παρασκευάζεσθαι δέ, εἴ του ἐδεῖτο, ἐν τῇ πόλει ὄντι εὐπορώτερον ἦν. τῶν δʼ ἑτέρων ἔξω στρατευομένων ἐξῆν ὁρᾶν, εἴτε τι ὀρθῶς ἐπράττετο εἴτε τι ἡμάρτανον. καὶ μὴν οἰόμενος κρείττων τῶν ἀντιπάλων εἶναι, ὁπότε ὁρῴη χωρίοις πλεονεκτοῦντας αὐτούς, οὐκ ἐξήγετο ἐπιτίθεσθαι.

固然,我绝不会说他的这次统兵是幸运的;然而在凡关乎远见与胆识之举上,依我看此人未曾有丝毫懈怠。因为首先,我称赞他将营寨扎在忒格亚人的城墙之内,在那里不仅比露宿城外更为安全,且己方所为对敌人而言更难探知。此外,若有所需,身处城内筹措给养亦更为便利。反观敌方由于在城外扎营,其行动是否妥当、抑或是否有失误,皆可一览无余。再者,尽管深信自己强于对手,但每当见敌方占据地利之时,他决不贸然被诱出交锋。

§7.5.9

ὁρῶν δὲ οὔτε πόλιν αὑτῷ προσχωροῦσαν οὐδεμίαν τόν τε χρόνον προβαίνοντα, ἐνόμισε πρακτέον τι εἶναι· εἰ δὲ μή, ἀντὶ τῆς πρόσθεν εὐκλείας πολλὴν ἀδοξίαν προσεδέχετο. ἐπεὶ οὖν κατεμάνθανε περὶ μὲν τὴν Μαντίνειαν τοὺς ἀντιπάλους πεφυλαγμένους, μεταπεμπομένους δὲ Ἀγησίλαόν τε καὶ πάντας τοὺς Λακεδαιμονίους, καὶ ᾔσθετο ἐξεστρατευμένον τὸν Ἀγησίλαον καὶ ὄντα ἤδη ἐν τῇ Πελλήνῃ, δειπνοποιησάμενος καὶ παραγγείλας ἡγεῖτο τῷ στρατεύματι εὐθὺς ἐπὶ Σπάρτην.

然而,看到没有任何城邦归附自己,且时间不断推移,他认为必须采取行动;否则,他预料取代昔日声名的将是巨大的耻辱。因此,当他探知对手正严守曼提尼亚一带,并遣召阿格西劳斯及全体拉刻代蒙人,又得知阿格西劳斯已经出征且已进抵佩勒涅时,他让士兵用毕晚餐并下达命令,率领全军径直杀向斯巴达。

§7.5.10

καὶ εἰ μὴ Κρὴς θείᾳ τινὶ μοίρᾳ προσελθὼν ἐξήγγειλε τῷ Ἀγησιλάῳ προσιὸν τὸ στράτευμα, ἔλαβεν ἂν τὴν πόλιν3 ὥσπερ νεοττιὰν παντάπασιν ἔρημον τῶν ἀμυνομένων. ἐπεὶ μέντοι προπυθόμενος ταῦτα Ἀγησίλαος ἔφθη εἰς τὴν πόλιν ἀπελθών,4 διαταξάμενοι οἱ Σπαρτιᾶται ἐφύλαττον, καὶ μάλα ὀλίγοι ὄντες· οἵ τε γὰρ ἱππεῖς αὐτοῖς πάντες ἐν Ἀρκαδίᾳ ἀπῆσαν καὶ τὸ ξενικὸν καὶ τῶν λόχων δώδεκα ὄντων οἱ τρεῖς.

若非一名克里特人因某种神的意旨赶来向阿格西劳斯告发敌军正逼近,他本会像掏取一座完全空虚无守御之鸟巢一般夺取该城。然而,阿格西劳斯预先获悉此事,抢先返回城中,斯巴达人遂列阵戒备,尽管他们人数极其稀少;因为他们全数骑兵、雇佣军以及十二支步兵队中的三支,当时全都在阿卡迪亚而不在城内。

语法注4 条
  1. 7.5.1δῆλοι εἶεν βουλόμενοι

    形容词 δῆλος 与系动词(祈愿语气 εἶεν)连用,并支配主格分词 βουλόμενοι 的人称结构(personal construction),语义上相当于无人称结构(δῆλον εἴη τοὺς Θηβαίους βούλεσθαι,即“底比斯人企图……是显而易见的”)。祈愿语气 εἶεν 乃因处于历史时态动词 ἀνελογίζοντο 之后的间接引语中。

  2. 7.5.6πᾶν ἀγαθὸν εἶναι Θηβαίοις ὅτι ἐλαττοῖντο Ἀθηναῖοι

    由分词 λογιζόμενος 统辖的宾格加不定式结构的一部分。不定式 εἶναι 的主语是 ὅτι 从句(“雅典人受到削弱”),πᾶν ἀγαθόν 为表语(“完全的好处/全盘的利益”)。ὅτι 从句中的祈愿语气 ἐλαττοῖντο 是间接引语中从属于过去时叙述的斜格祈愿语气。

  3. 7.5.10ἔλαβεν ἂν τὴν πόλιν

    过去与事实相反的条件句之归结分句(不定过去时直陈语气 + ἄν),与前文的条件从句 εἰ μὴ ... ἐξήγγειλε(“若非……赶来报告”)相呼应,表示“他(埃帕米农达)本已攻克了该城”。

  4. 7.5.10ἔφθη εἰς τὴν πόλιν ἀπελθών

    动词 φθάνω 与补充性分词(ἀπελθών)连用的习惯构式,意为“先于……做某事”或“抢先返回”。此处指阿格西劳斯抢在埃帕米农达的大军抵达之前先一步返回了斯巴达城内。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.5.1-7.5.10