← 色诺芬

希腊史

§7.4.35-7.4.40

忒格亚的拘捕事件与埃帕米农达宣示出兵

阿卡迪亚与厄利斯议和后,底比斯指挥官与部分官长在忒格亚拘捕显贵,但在曼提尼亚的抗议下被迫放人;埃帕米农达获悉后斥责单方面媾和为背叛,宣称将进军阿卡迪亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.4.35

καὶ οἱ μὲν παρεσκευάζοντο ὡς στρατευσόμενοι· οἱ δὲ τὰ κράτιστα τῇ Πελοποννήσῳ βουλευόμενοι ἔπεισαν τὸ κοινὸν τῶν Ἀρκάδων πέμψαντας πρέσβεις εἰπεῖν τοῖς Θηβαίοις μὴ ἰέναι σὺν ὅπλοις εἰς τὴν Ἀρκαδίαν, εἰ μή τι καλοῖεν. καὶ ἅμα μὲν ταῦτα πρὸς τοὺς Θηβαίους ἔλεγον, ἅμα δὲ ἐλογίζοντο ὅτι πολέμου οὐδὲν δέοιντο. τοῦ τε γὰρ ἱεροῦ τοῦ Διὸς προεστάναι οὐδὲν προσδεῖσθαι ἐνόμιζον, ἀλλʼ ἀποδιδόντες ἂν καὶ δικαιότερα καὶ ὁσιώτερα ποιεῖν,1 καὶ τῷ θεῷ οἴεσθαι μᾶλλον ἂν οὕτω χαρίζεσθαι. βουλομένων δὲ ταῦτα καὶ τῶν Ἠλείων, ἔδοξεν ἀμφοτέροις εἰρήνην ποιήσασθαι· καὶ ἐγένοντο σπονδαί.

于是底比斯人便整军备战,准备出兵;但那些为伯罗奔尼撒谋求最大福祉的人说服了阿卡迪亚联邦派遣使节,告知底比斯人除非接到召唤,否则不得携兵器进入阿卡迪亚。他们一边对底比斯人如此陈说,一边亦考虑到自己完全不需要战争。因为他们认为,自己毫无必要主持宙斯圣所,若是归还反倒更为公正虔敬,且深信这样更能取悦神明。由于厄利斯人亦有此愿,双方遂决定讲和,并缔结了停战协定。

§7.4.36

γενομένων δὲ τῶν ὅρκων, καὶ ὀμοσάντων τῶν τε ἄλλων ἁπάντων καὶ Τεγεατῶν καὶ αὐτοῦ τοῦ Θηβαίου, ὃς ἐτύγχανεν ἐν Τεγέᾳ ἔχων τριακοσίους ὁπλίτας τῶν Βοιωτῶν, οἱ μὲν ἄλλοι Ἀρκάδες ἐν τῇ Τεγέᾳ αὐτοῦ ἐπικαταμείναντες ἐδειπνοποιοῦντό τε καὶ ηὐθυμοῦντο καὶ σπονδὰς καὶ παιᾶνας ὡς εἰρήνης γεγενημένης ἐποιοῦντο, ὁ δὲ Θηβαῖος καὶ τῶν ἀρχόντων οἱ φοβούμενοι τὰς εὐθύνας σύν τε τοῖς Βοιωτοῖς καὶ τοῖς ὁμογνώμοσι τῶν ἐπαρίτων κλείσαντες τὰς πύλας τοῦ τῶν Τεγεατῶν τείχους, πέμποντες ἐπὶ τοὺς σκηνοῦντας συνελάμβανον τοὺς βελτίστους. ἅτε δὲ ἐκ πασῶν τῶν πόλεων παρόντων τῶν Ἀρκάδων, καὶ πάντων εἰρήνην βουλομένων ἔχειν, πολλοὺς ἔδει τοὺς συλλαμβανομένους εἶναι· ὥστε ταχὺ μὲν αὐτοῖς τὸ δεσμωτήριον μεστὸν ἦν, ταχὺ δὲ ἡ δημοσία οἰκία.

誓言立定之后,不仅其他所有人,包括忒格亚人以及恰好率领三百名维奥蒂亚重装步兵驻在忒格亚的底比斯指挥官本人亦宣了誓。其余的阿卡迪亚人便留在忒格亚当地设宴欢饮,行奠酒礼并唱起凯歌,仿佛和平已经降临;然而那位底比斯人以及畏惧交账审查的官长们,却与维奥蒂亚士兵以及志同道合的精锐部队成员一道,关闭了忒格亚的城门,派兵前往驻留营帐者处,逮捕那些上层显贵。由于来自各邦的阿卡迪亚人均在此处,且人人都希望享有和平,被捕者必然极多;以致对于他们而言,牢房很快便人满为患,公馆亦迅速填满。

§7.4.37

ὡς δὲ πολλοὶ οἱ εἰργμένοι ἦσαν, πολλοὶ δὲ κατὰ τοῦ τείχους ἐκπεπηδηκότες, ἦσαν δʼ οἳ καὶ διὰ τῶν πυλῶν ἀφεῖντο· οὐδεὶς γὰρ οὐδενὶ ὠργίζετο, ὅστις μὴ ᾤετο ἀπολεῖσθαι· ἀπορῆσαι δὴ μάλιστα ἐποίησε τόν τε Θηβαῖον καὶ τοὺς μετʼ αὐτοῦ ταῦτα πράττοντας ὅτι2 Μαντινέας, οὓς μάλιστα ἐβούλοντο λαβεῖν, ὀλίγους τινὰς πάνυ εἶχον· διὰ γὰρ τὸ ἐγγὺς τὴν πόλιν εἶναι σχεδὸν πάντες ᾤχοντο οἴκαδε.

关押者固然众多,但自城墙跳下逃脱者亦复不少,甚至亦有人从城门被放走;因为凡不认为自己会丧命之人,对旁人皆无怨恨。然而,令那底比斯人及其同谋最为困顿者,乃是他们最想捕获的曼提尼亚人只抓到了极少数;因为由于其城邑临近,曼提尼亚人几乎全部已经返回家中。

§7.4.38

ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τὰ πεπραγμένα ἐπύθοντο οἱ Μαντινεῖς, εὐθὺς πέμποντες εἴς τε τὰς ἄλλας Ἀρκαδικὰς πόλεις προηγόρευον ἐν τοῖς ὅπλοις εἶναι καὶ φυλάττειν τὰς παρόδους. καὶ αὐτοὶ δὲ οὕτως ἐποίουν, καὶ ἅμα πέμψαντες εἰς τὴν Τεγέαν ἀπῄτουν ὅσους ἔχοιεν ἄνδρας Μαντινέων· καὶ τῶν ἄλλων δὲ Ἀρκάδων οὐδένα ἀξιοῦν ἔφασαν οὔτε δεδέσθαι οὔτε ἀποθνῄσκειν πρὸ δίκης. εἰ δὲ καί τινες ἐπαιτιῷντο, ἔλεγον ἐπαγγέλλοντες ὅτι ἡ τῶν Μαντινέων πόλις ἐγγυῷτο ἦ μὴν παρέξειν εἰς τὸ κοινὸν τῶν Ἀρκάδων3 ὁπόσους τις προσκαλοῖτο.

天明之后,曼提尼亚人获悉所发生之事,便立即遣使前往其他阿卡迪亚各城,宣告全副武装并把守各处要道。他们自己亦如此行事,同时遣使前往忒格亚,索要所扣押的一切曼提尼亚男子;他们并声称,认为其他阿卡迪亚人中亦无一人应当在审判前被拘禁或处死。如果有人提出指控,他们公开宣告称:曼提尼亚城保证必定将受传唤者送交阿卡迪亚联邦。

§7.4.39

ἀκούων οὖν ὁ Θηβαῖος ἠπόρει τε ὅ τι χρήσαιτο τῷ πράγματι καὶ ἀφίησι πάντας τοὺς ἄνδρας. καὶ τῇ ὑστεραίᾳ συγκαλέσας τῶν Ἀρκάδων ὁπόσοι γε δὴ συνελθεῖν ἠθέλησαν, ἀπελογεῖτο ὡς ἐξαπατηθείη. ἀκοῦσαι γὰρ ἔφη ὡς Λακεδαιμόνιοί τε εἶεν σὺν τοῖς ὅπλοις ἐπὶ τοῖς ὁρίοις προδιδόναι τε μέλλοιεν αὐτοῖς τὴν Τεγέαν τῶν Ἀρκάδων τινές. οἱ δὲ ἀκούσαντες ἐκεῖνον μέν, καίπερ γιγνώσκοντες ὅτι ἐψεύδετο περὶ σφῶν, ἀφίεσαν· πέμψαντες δʼ εἰς Θήβας πρέσβεις κατηγόρουν αὐτοῦ ὡς δεῖν ἀποθανεῖν.

底比斯人闻讯不知如何处置这一局面,便释放了所有人。次日,他召集愿前来的阿卡迪亚人,为自己辩解称受了欺骗。因为他声称听闻拉刻代蒙人正全副武装聚集在边境,且有部分阿卡迪亚人企图向敌军出卖忒格亚。阿卡迪亚人听罢,虽明知他在针对己方之事上撒谎,却仍将他放行;随后他们遣使前往底比斯,控告其罪当诛。

§7.4.40

τὸν δʼ Ἐπαμεινώνδαν ἔφασαν, καὶ γὰρ στρατηγῶν τότε ἐτύγχανε, λέγειν ὡς πολὺ ὀρθότερον ποιήσειεν, ὅτε συνελάμβανε τοὺς ἄνδρας ἢ ὅτε ἀφῆκε. τὸ γὰρ ἡμῶν διʼ ὑμᾶς εἰς πόλεμον καταστάντων ὑμᾶς ἄνευ τῆς ἡμετέρας γνώμης εἰρήνην ποιεῖσθαι4 πῶς οὐκ ἂν δικαίως προδοσίαν τις ὑμῶν τοῦτο κατηγοροίη; εὖ δʼ ἴστε, ἔφη, ὅτι ἡμεῖς καὶ στρατευσόμεθα εἰς τὴν Ἀρκαδίαν καὶ σὺν τοῖς τὰ ἡμέτερα φρονοῦσι πολεμήσομεν.

然而据说埃帕米农达——当时恰好由他担任统帅——却宣称,〔那底比斯人〕在逮捕那些人时所做的,远比释放他们时更为正当。“因为在我们为了你们而卷入战争之后,你们却未经我们同意擅自媾和,对此谁能不名正言顺地控告你们背叛呢?你们务必明了,”他说道,“我们定将出兵阿卡迪亚,并与同心者并肩作战。”

语法注4 条
  1. 7.4.35ἀποδιδόντες ἂν καὶ δικαιότερα καὶ ὁσιώτερα ποιεῖν

    伴随分词 ἀποδιδόντες 的小辞 ἄν 在句法上修饰其后的不定式 ποιεῖν,在间接引语(主述动词 ἐνόμιζον)中表示潜在结论(直接引语中相当于希求法加 ἄν),分词自身则充当条件从句(“若将圣所归还”)。

  2. 7.4.37ἀπορῆσαι δὴ μάλιστα ἐποίησε τόν τε Θηβαῖον καὶ τοὺς μετʼ αὐτοῦ ταῦτα πράττοντας ὅτι

    动词 ἐποίησε 的主语是后置的 ὅτι 引导的从句(“所捕获的曼提尼亚人极少”),该动词支配宾格加不定式结构(ἀπορῆσαι... τόν τε Θηβαῖον...),构成“ὅτι 从句的事实使底比斯人陷入困惑”的使役倒装句式。

  3. 7.4.38ἦ μὴν παρέξειν εἰς τὸ κοινὸν τῶν Ἀρκάδων

    小辞组合 ἦ μήν 是引导誓言或庄重承诺的固定套语,在此作为表示担保的动词 ἐγγυῷτο 的补语,搭配将来时不定式 παρέξειν,表示“必定保证带到/出庭”的确定承诺。

  4. 7.4.40τὸ γὰρ ἡμῶν διʼ ὑμᾶς εἰς πόλεμον καταστάντων ὑμᾶς ἄνευ τῆς ἡμετέρας γνώμης εἰρήνην ποιεῖσθαι

    带冠词的不定式短语 τὸ... ὑμᾶς... εἰρήνην ποιεῖσθαι(“你们擅自媾和”)被名词化并置于句首,作为下文反问句(πῶς οὐκ ἄν... κατηγοροίη;)中由 τοῦτο 所指代复指的谴责主题;其间嵌套了属格独立结构 ἡμῶν... καταστάντων(“在我们卷入战争的情况下”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.4.35-7.4.40