- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.4.8-7.4.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
科林斯在斯巴达允许下与底比斯缔结维持现状的单独和平,但阿尔戈斯趁机非法占据特里卡拉农;与此同时,厄利斯夺取拉西昂引发了与阿卡迪亚的大规模冲突,导致阿卡迪亚军深入厄利斯境内。
ἡμεῖς, ὦ ἄνδρες Λακεδαιμόνιοι, πρὸς ὑμᾶς πάρεσμεν ὑμέτεροι φίλοι, καὶ ἀξιοῦμεν, εἰ μέν τινα ὁρᾶτε σωτηρίαν ἡμῖν, ἐὰν διακαρτερῶμεν πολεμοῦντες, διδάξαι καὶ ἡμᾶς· εἰ δὲ ἀπόρως γιγνώσκετε ἔχοντα τὰ ἡμέτερα, εἰ μὲν καὶ ὑμῖν συμφέρει, ποιήσασθαι μεθʼ ἡμῶν τὴν εἰρήνην· ὡς οὐδὲ μετʼ οὐδένων ἂν ἥδιον ἢ μεθʼ ὑμῶν σωθείημεν· εἰ μέντοι ὑμεῖς λογίζεσθε συμφέρειν ὑμῖν πολεμεῖν, δεόμεθα ὑμῶν ἐᾶσαι ἡμᾶς εἰρήνην ποιήσασθαι. σωθέντες μὲν γὰρ ἴσως ἂν αὖθις ἔτι ποτὲ ἐν καιρῷ ὑμῖν γενοίμεθα· ἐὰν δὲ νῦν ἀπολώμεθα, δῆλον ὅτι οὐδέποτε χρήσιμοι ἔτι ἐσόμεθα.
“拉刻代蒙人啊,我们作为你们的朋友来到你们面前;我们请求,如果你们认为我们在继续坚守作战的情况下尚有生存的希望,便请也指示我们;但如果你们判定我们的处境已陷于绝境,那么,倘若对你们也有利,就请与我们一同媾和;因为与任何其他人一同获救,都绝不会比与你们一同获救更令我们欣喜;然而,如果你们认为继续交战对你们自己有利,我们请求你们允许我们自行缔和。因为我们若能保全下来,日后或许尚能在紧要关头再次效力于你们;但若我们如今灭亡,显而易见今后就再也无用了。”
ἀκούσαντες δὲ ταῦτα οἱ Λακεδαιμόνιοι τοῖς τε Κορινθίοις συνεβούλευον τὴν εἰρήνην ποιήσασθαι καὶ τῶν ἄλλων συμμάχων ἐπέτρεψαν τοῖς μὴ βουλομένοις σὺν ἑαυτοῖς πολεμεῖν ἀναπαύεσθαι· αὐτοὶ δʼ ἔφασαν πολεμοῦντες πράξειν ὅ τι ἂν τῷ θεῷ φίλον ᾖ· ὑφήσεσθαι δὲ οὐδέποτε, ἣν παρὰ τῶν πατέρων παρέλαβον Μεσσήνην, ταύτης στερηθῆναι.1
拉刻代蒙人闻听此言,劝告科林斯人缔结和平,并准许其他盟友中不愿再与他们一同作战者休战。但他们自己声称将继续作战,行神明所悦纳之事;并且绝不退让以致丧失从先祖手中继承的麦塞内。
οἱ οὖν Κορίνθιοι ἀκούσαντες ταῦτα ἐπορεύοντο εἰς τὰς Θήβας ἐπὶ τὴν εἰρήνην. οἱ μέντοι Θηβαῖοι ἠξίουν αὐτοὺς καὶ συμμαχίαν ὀμνύναι· οἱ δὲ ἀπεκρίναντο ὅτι ἡ μὲν συμμαχία οὐκ εἰρήνη, ἀλλὰ πολέμου μεταλλαγὴ εἴη· εἰ δὲ βούλοιντο, παρεῖναι ἔφασαν τὴν δικαίαν εἰρήνην ποιησόμενοι. ἀγασθέντες δὲ αὐτοὺς οἱ Θηβαῖοι, ὅτι καίπερ ἐν κινδύνῳ ὄντες οὐκ ἤθελον τοῖς εὐεργέταις εἰς πόλεμον καθίστασθαι, συνεχώρησαν αὐτοῖς καὶ Φλειασίοις καὶ τοῖς ἐλθοῦσι μετʼ αὐτῶν εἰς Θήβας τὴν εἰρήνην ἐφʼ ᾧτε ἔχειν τὴν ἑαυτῶν ἑκάστους.2
科林斯人听闻此意,便前往底比斯谋求和平。然而底比斯人要求他们同时宣誓结盟;科林斯人则回答道,结盟并非和平,而只是更换交战对象;并表示只要底比斯人愿意,他们已做好准备缔结一项公正的和平。底比斯人赞赏他们虽身处险境,却不愿陷入与恩人为敌的战争,遂准予他们、弗利乌斯人以及随同他们前往底比斯的人缔结和平,条件是各方保有各自的原有领地。
καὶ ἐπὶ τούτοις ὠμόσθησαν οἱ ὅρκοι. οἱ μὲν δὴ Φλειάσιοι, ἐπεὶ οὕτως ἡ σύμβασις ἐγένετο, εὐθὺς ἀπῆλθον ἐκ τῆς Θυαμίας· οἱ δὲ Ἀργεῖοι ὀμόσαντες ἐπὶ τοῖς αὐτοῖς τούτοις εἰρήνην ποιήσεσθαι, ἐπεὶ οὐκ ἐδύναντο καταπρᾶξαι ὥστε τοὺς τῶν Φλειασίων φυγάδας μένειν ἐν τῷ Τρικαράνῳ ὡς ἐν τῇ ἑαυτῶν πόλει ἔχοντας, παραλαβόντες ἐφρούρουν, φάσκοντες σφετέραν τὴν γῆν ταύτην εἶναι, ἣν ὀλίγῳ πρότερον ὡς πολεμίαν οὖσαν ἐδῄουν, καὶ δίκας τῶν Φλειασίων προκαλουμένων οὐκ ἐδίδοσαν.
誓约遂按这些条件订立。协议达成后,弗利乌斯人随即撤离了梯亚米亚;而阿尔戈斯人虽然在相同的这些条件下宣誓媾和,但在未能促成让弗利乌斯流亡者如在自己城邦般继续据守特里卡拉农之后,便亲自接管并驻守该地,声称这块不久前他们还当作敌地加以蹂躏的土地本属自己所有;当弗利乌斯人提出进行法律仲裁时,阿尔戈斯人却拒绝接受。
σχεδὸν δὲ περὶ τοῦτον τὸν χρόνον τετελευτηκότος ἤδη τοῦ πρόσθεν Διονυσίου ὁ υἱὸς αὐτοῦ πέμπει βοήθειαν τοῖς Λακεδαιμονίοις δώδεκα τριήρεις καὶ ἄρχοντα αὐτῶν Τιμοκράτην. οὗτος οὖν ἀφικόμενος συνεξαιρεῖ αὐτοῖς Σελλασίαν· καὶ τοῦτο πράξας ἀπέπλευσεν οἴκαδε. μετὰ δὲ τοῦτο οὐ πολλῷ ὕστερον καταλαμβάνουσιν οἱ Ἠλεῖοι Λασιῶνα, τὸ μὲν παλαιὸν ἑαυτῶν ὄντα, ἐν δὲ τῷ παρόντι συντελοῦντα εἰς τὸ Ἀρκαδικόν.
约莫在此前后,老狄奥尼修斯已经去世,其子向拉刻代蒙人派遣了援助,包括十二艘三列桨座战船及其指挥官蒂莫克拉特斯。此人抵达后,协助他们攻克了塞拉西亚;办妥此事后,便启航返国。此后不久,厄利斯人夺占了拉西昂;该地在古时属于他们,但当时已归入阿卡迪亚同盟。
οἱ μέντοι Ἀρκάδες οὐ παρωλιγώρησαν, ἀλλʼ εὐθὺς παραγγείλαντες ἐβοήθουν. ἀντεβοήθησαν δὲ καὶ τῶν Ἠλείων οἱ τριακόσιοι, καὶ ἔτι τετρακόσιοι. ἀντεστρατοπεδευμένων δὲ τὴν ἡμέραν ἐν ἐπιπεδεστέρῳ χωρίῳ τῶν Ἠλείων τῆς νυκτὸς οἱ Ἀρκάδες ἀναβαίνουσιν ἐπὶ τὴν τοῦ ὑπὲρ τῶν Ἠλείων ὄρους κορυφήν· ἅμα δὲ τῇ ἡμέρᾳ κατέβαινον ἐπὶ τοὺς Ἠλείους. οἱ δὲ ἰδόντες ἅμα μὲν ἐξ ὑπερδεξίου προσιόντας, ἅμα δὲ πολλαπλασίους, ἐκ πολλοῦ μὲν ἀπελθεῖν ᾐσχύνθησαν, ὁμόσε δʼ ἦλθον καὶ εἰς χεῖρας δεξάμενοι ἔφυγον·3 καὶ πολλοὺς μὲν ἄνδρας, πολλὰ δὲ ὅπλα ἀπώλεσαν, κατὰ δυσχωρίας ἀποχωροῦντες.
阿卡迪亚人对此并未等闲视之,而是立即下达动员令前往救援。厄利斯人的三百精兵与另外四百人亦出兵迎击。白天厄利斯人在较为平坦之处扎营与敌相对,夜间阿卡迪亚人登上了位于厄利斯人上方的高山山顶;天明时分,他们向厄利斯人俯冲而下。厄利斯人见敌人居高临下逼近,同时人数又处于绝对优势,耻于在远距离即行退避,遂上前交锋,并在短兵相接之后溃逃;他们在经由崎岖险要之地撤退时,损失了众多人马与大量兵器。
οἱ δὲ Ἀρκάδες διαπραξάμενοι ταῦτα ἐπορεύοντο ἐπὶ τὰς τῶν Ἀκρωρείων πόλεις. λαβόντες δὲ ταύτας πλὴν Θραύστου ἀφικνοῦνται εἰς Ὀλυμπίαν, καὶ περισταυρώσαντες τὸ Κρόνιον ἐνταῦθα ἐφρούρουν καὶ ἐκράτουν τοῦ Ὀλυμπιακοῦ ὄρους· ἔλαβον δὲ καὶ Μαργανέας ἐνδόντων τινῶν. οὕτω δὲ προκεχωρηκότων οἱ μὲν Ἠλεῖοι αὖ παντάπασιν ἠθύμησαν, οἱ δὲ Ἀρκάδες ἔρχονται ἐπὶ τὴν πόλιν. καὶ μέχρι μὲν τῆς ἀγορᾶς ἦλθον· ἐκεῖ μέντοι ὑποστάντες οἵ τε ἱππεῖς καὶ οἱ ἄλλοι αὐτῶν ἐκβάλλουσί τε αὐτοὺς καὶ ἀπέκτεινάν τινας καὶ τροπαῖον ἐστήσαντο.
阿卡迪亚人取得这一战果后,便进军阿克洛瑞亚各城镇。除特劳斯托斯外将这些城镇悉数攻陷后,他们抵达奥林匹亚,在克罗尼翁山上修筑栅栏设立防哨,控制了奥林匹亚山;并在有人献城的情况下夺取了玛尔伽纳。战局发展至此,厄利斯人彻底丧失了斗志,阿卡迪亚人则向城邦本体挺进。他们一路冲至广场;然而厄利斯骑兵与其余守军在此坚决抵抗,将他们击退,斩杀数人,并树立了战功纪念碑。
- 7.4.9ἣν παρὰ τῶν πατέρων παρέλαβον Μεσσήνην, ταύτης στερηθῆναι
先行词 Μεσσήνην 被吸收入关系从句 ἣν ... παρέλαβον 之中(同化为关系代词的宾格),随后在主句结构中由属格指示代词 ταύτης 承接(由支配分离属格的动词 στερηθῆναι 决定)。整句作为不定式短语作 ὑφήσεσθαι(屈服、让步)的宾语。
- 7.4.10ἐφʼ ᾧτε ἔχειν τὴν ἑαυτῶν ἑκάστους
ἐφʼ ᾧτε 接不定式 ἔχειν 表示条约的限定条件(“条件是……”)。宾格 ἑκάστους 用作不定式的逻辑主语,与反身代词属格短语 τὴν ἑαυτῶν(“各自的领地”)相对应。
- 7.4.13εἰς χεῖρας δεξάμενοι ἔφυγον
短语 εἰς χεῖρας δέχεσθαι 意为“短兵相接”或“肉搏迎敌”,为军事惯用语。这表明厄利斯军并非在远距离就望风而逃,而是正面接战肉搏之后方才溃败逃跑。
