- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.4.1-7.4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
因奥罗普斯被占,雅典与阿卡迪亚缔结同盟,但主导此事的阿卡迪亚领袖吕科墨得斯在归途中离奇丧生。与此同时,警惕雅典意图的科林斯驱逐了境内的雅典驻军,并着手劝说斯巴达及其盟邦,以寻求与底比斯单独媾和。
καὶ τὰ μὲν περὶ Εὔφρονος εἴρηται· ἐγὼ δὲ ἔνθεν εἰς ταῦτα ἐξέβην ἐπάνειμι. ἔτι γὰρ τειχιζόντων τῶν Φλειασίων τὴν Θυαμίαν καὶ τοῦ Χάρητος ἔτι παρόντος Ὠρωπὸς ὑπὸ τῶν φευγόντων κατελήφθη. στρατευσαμένων δὲ πάντων Ἀθηναίων ἐπʼ αὐτὸν καὶ τὸν Χάρητα μεταπεμψαμένων ἐκ τῆς Θυαμίας, ὁ μὲν λιμὴν αὖ ὁ τῶν Σικυωνίων πάλιν ὑπʼ αὐτῶν τε τῶν πολιτῶν καὶ τῶν Ἀρκάδων ἁλίσκεται· τοῖς δʼ Ἀθηναίοις οὐδεὶς τῶν συμμάχων ἐβοήθησεν, ἀλλʼ ἀνεχώρησαν Θηβαίοις παρακαταθέμενοι τὸν Ὠρωπὸν μέχρι δίκης.
关于欧弗隆的诸事至此已叙述完毕;我将回到当初岔入此事的地方。当弗利乌斯人仍在修筑梯亚米亚要塞、且卡瑞斯尚在彼处之际,奥罗普斯被流亡者夺占。当雅典人全军出动讨伐奥罗普斯,并从梯亚米亚召回卡瑞斯时,西库翁人的港口反过来又被其公民自身与阿卡迪亚人重新夺回;而雅典人的盟友无一人前来驰援,雅典人遂将奥罗普斯托付给底比斯人直至裁决,随后撤军。
καταμαθὼν δὲ ὁ Λυκομήδης μεμφομένους τοὺς Ἀθηναίους τοῖς συμμάχοις, ὅτι αὐτοὶ μὲν πολλὰ πράγματα εἶχον διʼ ἐκείνους, ἀντεβοήθησε δʼ αὐτοῖς οὐδείς, πείθει τοὺς μυρίους πράττειν περὶ συμμαχίας πρὸς αὐτούς. τὸ μὲν οὖν πρῶτον ἐδυσχέραινόν τινες τῶν Ἀθηναίων τὸ Λακεδαιμονίοις ὄντας φίλους γενέσθαι τοῖς ἐναντίοις αὐτῶν συμμάχους·1 ἐπειδὴ δὲ λογιζόμενοι ηὕρισκον οὐδὲν μεῖον Λακεδαιμονίοις ἢ σφίσιν ἀγαθὸν τὸ Ἀρκάδας μὴ προσδεῖσθαι Θηβαίων, οὕτω δὴ προσεδέχοντο τὴν τῶν Ἀρκάδων συμμαχίαν.
吕科墨得斯察觉到雅典人对盟友心怀怨尤,因为雅典人自身为了他们承担了诸多麻烦,却无一人反过来予以援助,于是他说服万人大会与雅典人商议结盟之事。起初,雅典人中有人对在身为拉刻代蒙人之友的同时却与其敌人结盟感到不快;但经权衡考量后,他们发现阿卡迪亚人不再仰赖底比斯人,对拉刻代蒙人的益处绝不亚于对雅典人自身,于是他们便接纳了与阿卡迪亚人的同盟。
καὶ Λυκομήδης ταῦτα πράττων, ἀπιὼν Ἀθήνηθεν δαιμονιώτατα ἀποθνῄσκει. ὄντων γὰρ παμπόλλων πλοίων, ἐκλεξάμενος τούτων ὃ ἐβούλετο, καὶ συνθέμενος τοίνυν ἀποβιβάσαι ὅποι αὐτὸς κελεύοι, εἵλετο ἐνταῦθα ἐκβῆναι ἔνθα οἱ φυγάδες ἐτύγχανον ὄντες. κἀκεῖνος μὲν οὕτως ἀποθνῄσκει, ἡ μέντοι συμμαχία ὄντως ἐπεραίνετο.
正当办理这桩事务之际,吕科墨得斯在离开雅典的归途中极其离奇地丧了命。因为当时船只极多,他从中随意挑选了一艘中意的船,并约定在由他本人指定的地点让他下船,不料他却偏偏选择在流亡者恰好聚集之处登陆。他就这样送了命,然而这项同盟确实达成了。
εἰπόντος δὲ Δημοτίωνος ἐν τῷ δήμῳ τῶν Ἀθηναίων ὡς ἡ μὲν πρὸς τοὺς Ἀρκάδας φιλία καλῶς αὐτῷ δοκοίη πράττεσθαι, τοῖς μέντοι στρατηγοῖς προστάξαι ἔφη χρῆναι ὅπως καὶ Κόρινθος σῴα ᾖ τῷ δήμῳ τῶν Ἀθηναίων· ἀκούσαντες δὲ ταῦτα οἱ Κορίνθιοι, ταχὺ πέμψαντες ἱκανοὺς φρουροὺς ἑαυτῶν πάντοσε ὅπου Ἀθηναῖοι ἐφρούρουν εἶπαν αὐτοῖς ἀπιέναι, ὡς οὐδὲν ἔτι δεόμενοι φρουρῶν. οἱ δʼ ἐπείθοντο. ὡς δὲ συνῆλθον οἱ ἐκ τῶν φρουρίων Ἀθηναῖοι εἰς τὴν πόλιν, ἐκήρυξαν οἱ Κορίνθιοι, εἴ τις ἀδικοῖτο Ἀθηναίων, ἀπογράφεσθαι, ὡς ληψομένους τὰ δίκαια.2
当德莫提翁在雅典人公民大会上声称,与阿卡迪亚人修好在他看来处置得当,但又说应当指示将军们确保科林斯也为雅典人民保持安全时,科林斯人闻听此言,迅速派遣充足的本部驻军前往雅典人戍守的各处,并令雅典人离去,声称自己已不再需要防军。雅典人依令而行。及至要塞各处的雅典人集结至城内,科林斯人发出宣告:雅典人中若有人受到不公对待,当予登记,以便获得公道补偿。
οὕτω δὲ τούτων ἐχόντων Χάρης ἀφικνεῖται μετὰ ναυτικοῦ πρὸς Κεγχρειάς. ἐπεὶ δὲ ἔγνω τὰ πεπραγμένα, ἔλεξεν ὅτι ἀκούσας ἐπιβουλεύεσθαι τῇ πόλει βοηθῶν παρείη. οἱ δʼ ἐπαινέσαντες αὐτὸν οὐδέν τι μᾶλλον ἐδέχοντο τὰς ναῦς εἰς τὸν λιμένα, ἀλλʼ ἀποπλεῖν ἐκέλευον· καὶ τοὺς ὁπλίτας δὲ τὰ δίκαια ποιήσαντες ἀπέπεμψαν. ἐκ μὲν οὖν τῆς Κορίνθου οἱ Ἀθηναῖοι οὕτως ἀπηλλάγησαν.
局势正处于此种境况时,卡瑞斯率领舰队抵达肯克瑞埃。当他得知所发生的一切后,声称自己听闻城中有人图谋不轨,特来相助。但科林斯人向他表示谢意之后,丝毫没有将船只迎入港口的意图,反而命其起航离开;在向重装步兵如数清偿其应得之权益后,便遣送他们离境。雅典人便是这样脱离了科林斯的。
τοῖς μέντοι Ἀρκάσι πέμπειν ἠναγκάζοντο τοὺς ἱππέας ἐπικούρους διὰ τὴν συμμαχίαν, εἴ τις στρατεύοιτο ἐπὶ τὴν Ἀρκαδίαν· τῆς δὲ Λακωνικῆς οὐκ ἐπέβαινον ἐπὶ πολέμῳ. τοῖς δὲ Κορινθίοις ἐνθυμουμένοις ὡς χαλεπῶς ἔχοι αὐτοὺς σωθῆναι, κρατουμένους μὲν καὶ πρόσθεν κατὰ γῆν, προσγεγενημένων δὲ αὐτοῖς Ἀθηναίων ἀνεπιτηδείων, ἔδοξεν ἁθροίζειν καὶ πεζοὺς καὶ ἱππέας μισθοφόρους. ἡγούμενοι δὲ τούτων, ἅμα μὲν τὴν πόλιν ἐφύλαττον, ἅμα δὲ πολλὰ τοὺς πλησίον πολεμίους κακῶς ἐποίουν· εἰς μέντοι Θήβας ἔπεμψαν ἐπερησομένους εἰ τύχοιεν ἂν ἐλθόντες εἰρήνης.
然而雅典人因结盟之故,若有人进犯阿卡迪亚,便不得不派遣骑兵前往驰援阿卡迪亚人;但他们并不为了交战而踏入拉科尼亚的土地。科林斯人考虑到此前在陆上已然受制,如今雅典人又变得不睦,自身要图生存极为艰难,遂决意招募步兵与骑兵雇佣军。科林斯人统领这支军队,既防守城邦,又对邻近的敌人屡予打击;与此同时,他们遣使到底比斯,探询若前去议和能否达成和平。
ἐπεὶ δὲ οἱ Θηβαῖοι ἰέναι ἐκέλευον, ὡς ἐσομένης,3 ἐδεήθησαν οἱ Κορίνθιοι ἐᾶσαι σφᾶς ἐλθεῖν καὶ ἐπὶ τοὺς συμμάχους, ὡς μετὰ μὲν τῶν βουλομένων ποιησόμενοι τὴν εἰρήνην, τοὺς δὲ πόλεμον αἱρουμένους ἐάσοντες πολεμεῖν. ἐφέντων δὲ καὶ ταῦτα πράττειν τῶν Θηβαίων, ἐλθόντες εἰς Λακεδαίμονα οἱ Κορίνθιοι εἶπον·
当底比斯人答复只要前去即可缔约时,科林斯人请求底比斯人允许他们也前往盟友处游说,以便与愿意者共同媾和,而任由选择战争者继续作战。底比斯人准允其依此办理,科林斯人遂前往拉刻代蒙,陈述如下:
- 7.4.2τὸ Λακεδαιμονίοις ὄντας φίλους γενέσθαι τοῖς ἐναντίοις αὐτῶν συμμάχους
带冠词不定式短语 τὸ ... γενέσθαι 充当动词 ἐδυσχέραινον 的直接宾语(宾格)。不定式隐含的逻辑主语(雅典人自身)为宾格,因此表语分词 ὄντας(让步状语:‘虽为……之身’)和表语名词 συμμάχους 均与其一致,采用宾格复数形式。
- 7.4.4ἀπογράφεσθαι, ὡς ληψομένους τὰ δίκαια
在由 ἐκήρυξαν 引导的间接引语中,公告中的祈使内容转化为现在不定式 ἀπογράφεσθαι。随后的 ὡς ληψομένους 表示目的或主观意图(‘以便/本着将获得应有补偿的意图’),其未来分词采用了与不定式逻辑主语一致的宾格复数形式。
- 7.4.7ὡς ἐσομένης
带有连词 ὡς 的独立属格结构,其分词 ἐσομένης 的逻辑主语名词 εἰρήνης(和平)因承接上下文而被省略。该结构表达了发出邀请的主观依据或预期,即‘在和平有望达成的前提下’。
