- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.4.15-7.4.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
厄利斯国内爆发民主派与寡头派的内讧,流亡的民主派引来阿卡迪亚军介入,斯巴达随后参战并占领克罗姆诺斯,却遭到阿卡迪亚军的坚固围困。
ἦν μὲν οὖν καὶ πρότερον διαφορὰ ἐν τῇ Ἤλιδι. οἱ μὲν γὰρ περὶ Χάροπόν τε καὶ Θρασωνίδαν καὶ Ἀργεῖον εἰς δημοκρατίαν ἦγον τὴν πόλιν, οἱ δὲ περὶ Στάλκαν τε καὶ Ἱππίαν καὶ Στρατόλαν εἰς ὀλιγαρχίαν. ἐπεὶ δʼ οἱ Ἀρκάδες μεγάλην δύναμιν ἔχοντες σύμμαχοι ἐδόκουν εἶναι τοῖς δημοκρατεῖσθαι βουλομένοις, ἐκ τούτου δὴ θρασύτεροι οἱ περὶ τὸν Χάροπον ἦσαν, καὶ συνθέμενοι τοῖς Ἀρκάσιν ἐπιβοηθεῖν1 καταλαμβάνουσι τὴν ἀκρόπολιν.
此前厄利斯国内便已存在内讧。卡罗普斯、特拉索尼达斯和阿尔盖奥斯一派企图引导城邦走向民主,而斯塔尔卡斯、希庇亚斯和斯特拉托拉斯一派则意欲实行寡头制。随着拥有强大实力的阿卡迪亚人被视为希望实行民主制者的同盟,卡罗普斯一派因此变得更加大胆,并与阿卡迪亚人约定提供援助,随即占领了卫城。
οἱ δʼ ἱππεῖς καὶ οἱ τριακόσιοι οὐκ ἐμέλλησαν, ἀλλʼ εὐθὺς ἐχώρουν ἄνω, καὶ ἐκκρούουσιν αὐτούς· ὥστʼ ἔφυγον σὺν τῷ Ἀργείῳ καὶ Χαρόπῳ τῶν πολιτῶν περὶ τριακοσίους. οὐ πολὺ δʼ ὕστερον οὗτοι παραλαβόντες τῶν Ἀρκάδων τινὰς καταλαμβάνουσι Πύλον. καὶ πολλοὶ μέντοι πρὸς αὐτοὺς ἐκ τῆς πόλεως ἀπῇσαν τοῦ δήμου, ἅτε χωρίον τε καλὸν καὶ μεγάλην ῥώμην τὴν τῶν Ἀρκάδων σύμμαχον ἔχοντας. ἐνέβαλον δὲ καὶ ὕστερον εἰς τὴν χώραν τὴν τῶν Ἠλείων οἱ Ἀρκάδες, ὑπὸ τῶν φευγόντων ἀναπειθόμενοι ὡς ἡ πόλις προσχωρήσοιτο.
然而,骑兵和三百人精兵毫不迟疑,立即冲上卫城将他们逐出;结果约有三百名公民随同阿尔盖奥斯和卡罗普斯流亡。不久之后,这些人带领部分阿卡迪亚人占领了皮洛斯。城中有许多平民也前往投奔他们,因为他们占据了优良的据点,又有强大的阿卡迪亚军队作为后盾。随后,流亡者说服阿卡迪亚人相信厄利斯城邦将会投降,阿卡迪亚人遂入侵厄利斯领地。
ἀλλὰ τότε μὲν οἱ Ἀχαιοὶ φίλοι γεγενημένοι τοῖς Ἠλείοις τὴν πόλιν αὐτῶν διεφύλαξαν· ὥστε οἱ Ἀρκάδες οὐδὲν ἄλλο πράξαντες ἢ δῃώσαντες αὐτῶν τὴν χώραν ἀπῆλθον. εὐθὺς μέντοι ἐκ τῆς Ἠλείας ἐξιόντες, αἰσθόμενοι τοὺς Πελληνέας ἐν Ἤλιδι ὄντας, νυκτὸς μακροτάτην ὁδὸν ἐλθόντες καταλαμβάνουσιν αὐτῶν Ὄλουρον· ἤδη γὰρ πάλιν προσεκεχωρήκεσαν οἱ Πελληνεῖς εἰς τὴν τῶν Λακεδαιμονίων συμμαχίαν.
但当时已与厄利斯人结为盟友的亚该亚人保卫了他们的城邦;因此阿卡迪亚人除了蹂躏其土地外一无所获,随即撤离。然而,他们一撤出厄利斯领地,获悉佩莱涅人在厄利斯境内,便在夜间行进极长距离,夺取了佩莱涅人的要塞奥鲁罗斯;因为佩莱涅人当时已经重新倒向了拉刻代蒙人的同盟。
ἐπεὶ δʼ ᾔσθοντο τὰ περὶ Ὀλούρου, περιελθόντες αὖ καὶ οὗτοι ὅπῃ ἐδύναντο εἰς τὴν αὑτῶν πόλιν Πελλήνην εἰσῆλθον. καὶ ἐκ τούτου δὴ ἐπολέμουν τοῖς ἐν Ὀλούρῳ Ἀρκάσι τε καὶ τῷ ἑαυτῶν παντὶ δήμῳ μάλα ὀλίγοι ὄντες· ὅμως δὲ οὐ πρόσθεν ἐπαύσαντο πρὶν ἐξεπολιόρκησαν τὸν Ὄλουρον.
佩莱涅人得知奥鲁罗斯的变故后,尽其所能迂回绕行,进入了他们自己的城邦佩莱涅。此后,他们虽然人数极少,却同时向驻守奥鲁罗斯的阿卡迪亚人以及他们本国的所有平民开战;然而,直到围攻攻克奥鲁罗斯之前,他们始终没有停战。
οἱ δʼ αὖ Ἀρκάδες πάλιν ποιοῦνται ἄλλην στρατείαν εἰς τὴν Ἦλιν. μεταξὺ δὲ Κυλλήνης καὶ τῆς πόλεως στρατοπεδευομένοις αὐτοῖς ἐπιτίθενται οἱ Ἠλεῖοι, ὑποστάντες δὲ οἱ Ἀρκάδες ἐνίκησαν αὐτούς. καὶ Ἀνδρόμαχος μὲν ὁ Ἠλεῖος ἵππαρχος, ὅσπερ αἴτιος ἐδόκει εἶναι τὴν μάχην συνάψαι, αὐτὸς αὑτὸν διέφθειρεν· οἱ δʼ ἄλλοι εἰς τὴν πόλιν ἀπεχώρησαν. ἀπέθανε δὲ ἐν ταύτῃ τῇ μάχῃ παραγενόμενος καὶ Σωκλείδης ὁ Σπαρτιάτης· ἤδη γὰρ τότε οἱ Λακεδαιμόνιοι σύμμαχοι τοῖς Ἠλείοις ἦσαν.
阿卡迪亚人随后再次向厄利斯发起远征。当他们扎营于库勒涅与城邦本体之间时,厄利斯人向他们发起进攻,但阿卡迪亚人坚守阵地并击溃了他们。被认为挑起这场交战的厄利斯骑兵指挥官安德罗马科斯自尽身亡;其余人则撤回城内。斯巴达人索克莱达斯当时在场,亦在这场战斗中阵亡;因为那时拉刻代蒙人已是厄利斯人的同盟。
πιεζόμενοι δὲ οἱ Ἠλεῖοι ἐν τῇ ἑαυτῶν, ἠξίουν καὶ τοὺς Λακεδαιμονίους πέμποντες πρέσβεις ἐπιστρατεύειν τοῖς Ἀρκάσι, νομίζοντες οὕτως ἂν μάλιστα ἀπολαβεῖν τοὺς Ἀρκάδας,2 εἰ ἀμφοτέρωθεν πολεμοῖντο. καὶ ἐκ τούτου δὴ Ἀρχίδαμος στρατεύεται μετὰ τῶν πολιτῶν, καὶ καταλαμβάνει Κρῶμνον. καταλιπὼν δʼ ἐν αὐτῷ φρουρὰν τῶν δώδεκα λόχων τρεῖς, οὕτως ἐπʼ οἴκου ἀνεχώρησεν.
在本土遭受重压的厄利斯人派遣使节,请求拉刻代蒙人亦向阿卡迪亚人出兵,认为阿卡迪亚人若遭到两面夹击,便最容易受到牵制。于是阿基达莫斯率领公民出征,占领了克罗姆诺斯。他在城中留下十二个连队中的三个作为守备部队,随后班师回国。
οἱ μέντοι Ἀρκάδες, ὥσπερ ἔτυχον ἐκ τῆς εἰς Ἦλιν στρατείας συνειλεγμένοι,3 βοηθήσαντες περιεσταύρωσαν τὸν Κρῶμνον διπλῷ σταυρώματι, καὶ ἐν ἀσφαλεῖ ὄντες ἐπολιόρκουν τοὺς ἐν τῷ Κρώμνῳ. χαλεπῶς δὲ ἡ τῶν Λακεδαιμονίων πόλις φέρουσα ἐπὶ τῇ πολιορκίᾳ τῶν πολιτῶν, ἐκπέμπει στρατιάν· ἡγεῖτο δὲ καὶ τότε Ἀρχίδαμος. ἐλθὼν δὲ ἐδῄου καὶ τῆς Ἀρκαδίας ὅσα ἐδύνατο καὶ τῆς Σκιρίτιδος, καὶ πάντα ἐποίει ὅπως, εἰ δύναιτο, ἀπαγάγοι τοὺς πολιορκοῦντας. οἱ δὲ Ἀρκάδες οὐδέν τι μᾶλλον ἐκινοῦντο, ἀλλὰ ταῦτα πάντα παρεώρων.
然而,阿卡迪亚人恰逢因远征厄利斯而聚集在一起,便前往救援,用双重栅栏将克罗姆诺斯围困起来,在确保自身安全的情况下围攻克罗姆诺斯城内的守军。拉刻代蒙城邦因公民被围而深感焦虑,派出一支军队;此时亦由阿基达莫斯统领。他率军进发,尽可能地蹂躏阿卡迪亚和斯基利蒂斯的土地,想方设法试图引开围城者。但阿卡迪亚人毫不动摇,对这一切完全置之不理。
- 7.4.15συνθέμενοι τοῖς Ἀρκάσιν ἐπιβοηθεῖν
中动分词 συνθέμενοι 支配与格对象 τοῖς Ἀρκάσιν 及不定式 ἐπιβοηθεῖν,意为“与阿卡迪亚人约定前来相助”。不定式的逻辑主语即为与格所指的阿卡迪亚人。
- 7.4.20ἀπολαβεῖν τοὺς Ἀρκάδας
动词 ἀπολαμβάνω 在此表示“切断”、“孤立”或“牵制/阻截”。配合随后的条件从句 εἰ ἀμφοτέρωθεν πολεμοῖντο(如果遭到两面夹击),体现了通过两线作战限制阿卡迪亚军行动自由、将其牵制孤立的战术意图。
- 7.4.21ὥσπερ ἔτυχον ἐκ τῆς εἰς Ἦλιν στρατείας συνειλεγμένοι
连词 ὥσπερ 结合 τυγχάνω 及其补足分词结构(ἔτυχον συνειλεγμένοι),意为“正如他们恰好因远征厄利斯而依然集结着那样”。这一结构解释了阿卡迪亚人为何无需重新征召便能迅速回援。
