← 色诺芬

希腊史

§7.4.29-7.4.34

奥林匹亚之战与阿卡迪亚同盟内讧

在奥林匹克竞技会举行期间,厄利斯人全副武装发起突袭,在圣域内与联军展开激战后各自撤退。此后,阿卡迪亚同盟内部因挪用神庙圣资供养常备军一事引发曼提尼亚与盟邦长官的激烈对立,导致内部阶层重组并向忒拜求援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.4.29

οἱ δὲ Ἀρκάδες ἐκείνους μὲν οὐκ ἄν ποτε ᾤοντο ἐλθεῖν ἐπὶ σφᾶς, αὐτοὶ δὲ σὺν Πισάταις διετίθεσαν τὴν πανήγυριν. καὶ τὴν μὲν ἱπποδρομίαν ἤδη ἐπεποιήκεσαν καὶ τὰ δρομικὰ τοῦ πεντάθλου· οἱ δʼ εἰς πάλην ἀφικόμενοι οὐκέτι ἐν τῷ δρόμῳ, ἀλλὰ μεταξὺ τοῦ δρόμου καὶ τοῦ βωμοῦ ἐπάλαιον. οἱ γὰρ Ἠλεῖοι σὺν τοῖς ὅπλοις παρῆσαν ἤδη εἰς τὸ τέμενος. οἱ δὲ Ἀρκάδες πορρωτέρω μὲν οὐκ ἀπήντησαν, ἐπὶ δὲ τοῦ Κλαδάου ποταμοῦ παρετάξαντο, ὃς παρὰ τὴν Ἄλτιν καταρρέων εἰς τὸν Ἀλφειὸν ἐμβάλλει. καὶ σύμμαχοι δὲ παρῆσαν αὐτοῖς, ὁπλῖται μὲν Ἀργείων εἰς δισχιλίους, Ἀθηναίων δὲ ἱππεῖς περὶ τετρακοσίους.

阿卡迪亚人根本未曾料到敌军会向自己进军,当时正与皮萨人一同主持节日庆典。他们已经完成了赛马以及五项竞技中的径赛项目;而进入摔跤项目的选手们已不在赛跑场内摔跤,而是在赛场与祭坛之间进行。因为厄利斯人已经全副武装冲入了圣域。阿卡迪亚人并未向更远处迎击,而是在克拉达奥斯河畔列阵,该河自阿尔提斯之侧流下,汇入阿尔斐奥斯河。他们的盟友亦在场协助,计有约两千名阿尔盖奥斯重装步兵以及约四百名雅典骑兵。

§7.4.30

καὶ μὴν οἱ Ἠλεῖοι τἀπὶ θάτερα τοῦ ποταμοῦ παρετάξαντο, σφαγιασάμενοι δὲ εὐθὺς ἐχώρουν. καὶ τὸν πρόσθεν χρόνον εἰς τὰ πολεμικὰ καταφρονούμενοι μὲν ὑπʼ Ἀρκάδων καὶ Ἀργείων, καταφρονούμενοι δὲ ὑπʼ Ἀχαιῶν καὶ Ἀθηναίων, ὅμως ἐκείνῃ τῇ ἡμέρᾳ τῶν μὲν συμμάχων ὡς ἀλκιμώτατοι ὄντες ἡγοῦντο, τοὺς δʼ Ἀρκάδας, τούτοις γὰρ πρώτοις συνέβαλον, καὶ εὐθὺς ἐτρέψαντο, καὶ ἐπιβοηθήσαντας δὲ τοὺς Ἀργείους δεξάμενοι καὶ τούτων ἐκράτησαν.

厄利斯人在河流的对岸列阵,献祭完毕后便立即推进。在此之前的一段时期内,他们在战事上一直受到阿卡迪亚人与阿尔盖奥斯人的轻视,亦受到亚该亚人与雅典人的轻视,然而在那一天,他们却如同盟军中最勇武者一般一马当先,并且立即击溃了率先交锋的阿卡迪亚人;在迎战赶来增援的阿尔盖奥斯人后,他们亦将后者击败。

§7.4.31

ἐπεὶ μέντοι κατεδίωξαν εἰς τὸ μεταξὺ τοῦ βουλευτηρίου καὶ τοῦ τῆς Ἑστίας ἱεροῦ καὶ τοῦ πρὸς ταῦτα προσήκοντος θεάτρου, ἐμάχοντο μὲν οὐδὲν ἧττον καὶ ἐώθουν πρὸς τὸν βωμόν, ἀπὸ μέντοι τῶν στοῶν τε καὶ τοῦ βουλευτηρίου καὶ τοῦ μεγάλου ναοῦ βαλλόμενοι καὶ ἐν τῷ ἰσοπέδῳ μαχόμενοι, ἀποθνῄσκουσιν ἄλλοι τε τῶν Ἠλείων καὶ αὐτὸς ὁ τῶν τριακοσίων ἄρχων Στρατόλας. τούτων δὲ πραχθέντων ἀπεχώρησαν εἰς τὸ αὑτῶν στρατόπεδον.

然而,当他们将敌军追杀至议事厅、赫斯提亚圣所及与二者相接的剧场之间的地方时,他们虽仍在奋力拼杀并把敌人推向祭坛,但由于受到来自柱廊、议事厅和大神庙的投掷物攻击,且在平地上作战,除其他厄利斯人外,三百人卫队指挥官斯特拉托拉斯本人也阵亡了。在此情形下,他们便撤回了自己的营地。

§7.4.32

οἱ μέντοι Ἀρκάδες καὶ οἱ μετʼ αὐτῶν οὕτως ἐπεφόβηντο τὴν ἐπιοῦσαν ἡμέραν ὥστε οὐδʼ ἀνεπαύσαντο τῆς νυκτός, ἐκκόπτοντες τὰ διαπεπονημένα σκηνώματα καὶ ἀποσταυροῦντες. οἱ δʼ αὖ Ἠλεῖοι ἐπεὶ τῇ ὑστεραίᾳ προσιόντες εἶδον καρτερὸν τὸ τεῖχος καὶ ἐπὶ τῶν ναῶν πολλοὺς ἀναβεβηκότας, ἀπῆλθον εἰς τὸ ἄστυ, τοιοῦτοι γενόμενοι οἵους τὴν ἀρετὴν θεὸς μὲν ἂν ἐμπνεύσας δύναιτο καὶ ἐν ἡμέρᾳ ἀποδεῖξαι, ἄνθρωποι δὲ οὐδʼ ἂν ἐν πολλῷ χρόνῳ τοὺς μὴ ὄντας ἀλκίμους ποιήσειαν.1

然而,阿卡迪亚人及其同盟极其畏惧次日的战局,以致在夜间亦未曾歇息,拆除精心搭建的棚阁以筑起栅栏。另一方面,厄利斯人在次日逼近时,望见壁垒坚固,且有许多人登上了神庙屋顶,遂撤回城中;他们所展现出的英勇,唯有神明若赐予灵感方能在一日之内彰显,而凡人即使耗费漫长岁月,也绝无法使本不勇武之人变得如此英勇。

§7.4.33

χρωμένων δὲ τοῖς ἱεροῖς χρήμασι τῶν ἐν τοῖς Ἀρκάσιν ἀρχόντων, καὶ ἀπὸ τούτων τοὺς ἐπαρίτους τρεφόντων, πρῶτοι Μαντινεῖς ἀπεψηφίσαντο μὴ χρῆσθαι τοῖς ἱεροῖς χρήμασι. καὶ αὐτοὶ τὸ γιγνόμενον μέρος εἰς τοὺς ἐπαρίτους ἐκ τῆς πόλεως ἐκπορίσαντες ἀπέπεμψαν τοῖς ἄρχουσιν. οἱ δὲ ἄρχοντες φάσκοντες αὐτοὺς λυμαίνεσθαι τὸ Ἀρκαδικόν, ἀνεκαλοῦντο εἰς τοὺς μυρίους τοὺς προστάτας αὐτῶν· καὶ ἐπεὶ οὐχ ὑπήκουον, κατεδίκασαν αὐτῶν, καὶ τοὺς ἐπαρίτους ἔπεμπον ὡς ἄξοντας τοὺς κατακεκριμένους. οἱ μὲν οὖν Μαντινεῖς κλείσαντες τὰς πύλας οὐκ ἐδέχοντο αὐτοὺς εἴσω.

由于阿卡迪亚人的官长动用圣资并以此供养精锐部队,曼提尼亚人最先表决通过不得动用圣资。他们自己从城内筹集出分摊给精锐部队的份额,并送交官长。但官长们声称他们破坏了阿卡迪亚联邦,遂将他们的领袖传唤至万人大会;在对方拒不听从后,官长便宣判他们有罪,并派遣精锐部队前往押解被定罪者。曼提尼亚人则紧闭城门,不放他们入内。

§7.4.34

ἐκ δὲ τούτου τάχα δὴ καὶ ἄλλοι τινὲς ἔλεγον ἐν τοῖς μυρίοις ὡς οὐ χρὴ τοῖς ἱεροῖς χρήμασι χρῆσθαι οὐδὲ καταλιπεῖν εἰς τὸν ἀεὶ χρόνον τοῖς παισὶν ἔγκλημα τοῦτο πρὸς τοὺς θεούς. ὡς δὲ καὶ ἐν τῷ κοινῷ ἀπέδοξε μηκέτι χρῆσθαι τοῖς ἱεροῖς χρήμασι, ταχὺ δὴ οἱ μὲν οὐκ ἂν δυνάμενοι ἄνευ μισθοῦ τῶν ἐπαρίτων εἶναι2 διεχέοντο, οἱ δὲ δυνάμενοι παρακελευσάμενοι αὑτοῖς καθίσταντο εἰς τοὺς ἐπαρίτους, ὅπως μὴ αὐτοὶ ἐπʼ ἐκείνοις, ἀλλʼ ἐκεῖνοι ἐπὶ σφίσιν εἶεν. γνόντες δὲ τῶν ἀρχόντων οἱ διακεχειρικότες τὰ ἱερὰ χρήματα ὅτι εἰ δώσοιεν εὐθύνας, κινδυνεύσοιεν ἀπολέσθαι,3 πέμπουσιν εἰς Θήβας, καὶ διδάσκουσι τοὺς Θηβαίους ὡς εἰ μὴ στρατεύσειαν, κινδυνεύσοιεν οἱ Ἀρκάδες πάλιν λακωνίσαι.

由此,万人大会中很快亦有其他人主张不应动用圣资,亦不可给子孙万代留下对神明犯下此种罪戾的罪名。而当全体公会亦决议不再使用圣资时,精锐部队中凡是无薪俸便无法维持服役者很快便解散了,而有财力者则互相勉励,加入精锐部队,以求不被前者支配,而使前者听命于自己。但官长中经手圣资者深知一旦交账核算,自身将有丧命之虞,遂遣使前往忒拜,告知忒拜人若不出兵,阿卡迪亚人恐将再次倒向斯巴达一方。

语法注3 条
  1. 7.4.32τοιοῦτοι γενόμενοι οἵους τὴν ἀρετὴν θεὸς μὲν ἂν ἐμπνεύσας δύναιτο καὶ ἐν ἡμέρᾳ ἀποδεῖξαι, ἄνθρωποι δὲ οὐδʼ ἂν ἐν πολλῷ χρόνῳ τοὺς μὴ ὄντας ἀλκίμους ποιήσειαν

    由相关代词 τοιοῦτοι ... οἵους 构成的关联句式。在关系从句中,τὴν ἀρετήν 为限制宾格(“在英勇/德性方面”),统辖后续两个带 ἄν 的潜能希求法动词(δύναιτο 与 ποιήσειαν)所表达的对比。后半句中的 τοὺς μὴ ὄντας ἀλκίμους 为 ποιήσειαν 的直接宾语(“本不勇敢者”)。整句话表达了色诺芬的议论:神灵若启示激励,一日之内便可彰显其勇,但凡人即便历经长久岁月,也无法使生来不勇武之人变得英勇。

  2. 7.4.34οἱ μὲν οὐκ ἂν δυνάμενοι ἄνευ μισθοῦ τῶν ἐπαρίτων εἶναι

    分词 δυνάμενοι 搭配 ἄν 构成潜能分词,相当于带有潜能语气的定式动词从句(οἳ οὐκ ἂν δύναιντο / ἐδύναντο,“那些无法……的人”)。属格 τῶν ἐπαρίτων 与 εἶναι 连用,作表语性属格或部分属格,意为“属于/留在常备精锐部队之中”。

  3. 7.4.34ὅτι εἰ δώσοιεν εὐθύνας, κινδυνεύσοιεν ἀπολέσθαι

    间接引语(ὅτι 从句)中的条件句。由于受到主句历史时态分词 γνόντες 及历史现在时动词(πέμπουσιν, διδάσκουσι)的统辖,直接引语中原本的未来条件句(εἰ δώσομεν εὐθύνας, κινδυνεύσομεν)在转述中将两个将来时直陈式均转化为将来时希求式(δώσοιεν 与 κινδυνεύσοιεν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.4.29-7.4.34