- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.4.22-7.4.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿基达莫斯企图攻占克罗姆诺斯附近的丘陵,却被阿卡迪亚军击败并负伤,最终双方停战撤兵。其后厄利斯人收复皮洛斯,而斯巴达军虽发动夜袭救出克罗姆诺斯的部分守军,却有上百人被俘。
κατιδὼν δέ τινα λόφον ὁ Ἀρχίδαμος, διʼ οὗ τὸ ἔξω σταύρωμα περιεβέβληντο οἱ Ἀρκάδες, ἐνόμισεν ἑλεῖν ἂν τοῦτον, καὶ εἰ τούτου κρατήσειεν, οὐκ ἂν δύνασθαι μένειν1 τοὺς ὑπὸ τούτῳ πολιορκοῦντας. κύκλῳ δὲ περιάγοντος αὐτοῦ ἐπὶ τοῦτο τὸ χωρίον, ὡς εἶδον οἱ προθέοντες τοῦ Ἀρχιδάμου πελτασταὶ τοὺς ἐπαρίτους ἔξω τοῦ σταυρώματος, ἐπιτίθενται αὐτοῖς, καὶ οἱ ἱππεῖς συνεμβάλλειν ἐπειρῶντο. οἱ δʼ οὐκ ἐνέκλιναν, ἀλλὰ συντεταγμένοι ἡσυχίαν εἶχον. οἱ δʼ αὖ πάλιν ἐνέβαλον. ἐπεὶ δὲ οὐδὲ τότε ἐνέκλιναν, ἀλλὰ καὶ ἐπῇσαν, ἤδη οὔσης πολλῆς κραυγῆς, ἐβοήθει δὴ καὶ αὐτὸς ὁ Ἀρχίδαμος, ἐκτραπόμενος κατὰ τὴν ἐπὶ Κρῶμνον φέρουσαν ἁμαξιτόν, εἰς δύο ἄγων, ὥσπερ ἐτύγχανεν ἔχων.2
阿基达莫斯望见一座小丘,阿卡迪亚人越过这座小丘设置了外层栅栏;他认为自己能够攻下此地,而且一旦占领此处,在其下方围城的敌军将无法继续坚守。当他领兵沿迂回路线向该据点进发时,奔跑在阿基达莫斯前方的轻盾兵望见栅栏外的精锐护卫队,便向他们发起进攻,骑兵也试图协同冲锋。但守军并未退缩,而是保持整齐队形严阵以待。对方遂再次发起进攻。然而,守军此时不仅没有退缩,反而迎面推进,现场已响起巨大的呐喊声,阿基达莫斯本人亦亲自前往增援,沿着通往克罗姆诺斯的车道转进,按照当时的队形以两路纵队率部前进。
ὡς δʼ ἐπλησίασαν ἀλλήλοις, οἱ μὲν σὺν τῷ Ἀρχιδάμῳ κατὰ κέρας, ἅτε καθʼ ὁδὸν πορευόμενοι, οἱ δʼ Ἀρκάδες ἁθρόοι συνασπιδοῦντες, ἐν τούτῳ οὐκέτι ἐδύναντο οἱ Λακεδαιμόνιοι ἀντέχειν τῷ τῶν Ἀρκάδων πλήθει, ἀλλὰ ταχὺ μὲν ὁ Ἀρχίδαμος ἐτέτρωτο τὸν μηρὸν διαμπάξ, ταχὺ δὲ οἱ μαχόμενοι πρὸ αὐτοῦ ἀπέθνῃσκον, Πολυαινίδας τε καὶ Χίλων ὁ τὴν ἀδελφὴν τοῦ Ἀρχιδάμου ἔχων, καὶ οἱ πάντες δὲ αὐτῶν τότε ἀπέθανον οὐκ ἔλαττον τῶν τριάκοντα.
当双方接近时,阿基达莫斯麾下的人由于沿道路行进而在纵队中,阿卡迪亚人则密集聚拢、联盾并进,在此时拉刻代蒙人再也无法抵挡阿卡迪亚人的优势兵力;阿基达莫斯很快大腿被贯穿击伤,在他前方奋战的部下亦迅速阵亡,其中包括波吕艾尼达斯以及娶了阿基达莫斯姐妹的基隆;他们当中当时战死者总共不少于三十人。
ὡς δὲ κατὰ τὴν ὁδὸν ἀναχωροῦντες εἰς τὴν εὐρυχωρίαν ἐξῆλθον, ἐνταῦθα δὴ Λακεδαιμόνιοι ἀντιπαρετάξαντο. καὶ μὴν οἱ Ἀρκάδες, ὥσπερ εἶχον, συντεταγμένοι ἕστασαν, καὶ πλήθει μὲν ἐλείποντο, εὐθυμότερον δὲ πολὺ εἶχον, ἐπεληλυθότες ἀποχωροῦσι καὶ ἄνδρας ἀπεκτονότες. οἱ δὲ Λακεδαιμόνιοι μάλα ἀθύμως εἶχον, τετρωμένον μὲν ὁρῶντες τὸν Ἀρχίδαμον, ἀκηκοότες δὲ τὰ ὀνόματα τῶν τεθνηκότων, ἀνδρῶν τε ἀγαθῶν καὶ σχεδὸν τῶν ἐπιφανεστάτων.
当他们沿着道路后撤并来到开阔地带时,拉刻代蒙人便在此重新列阵相抗。阿卡迪亚人亦保持原有整齐队形驻足相对;他们虽然人数处于劣势,但士气却高涨得多,因为他们攻击了后撤之敌并斩杀了敌军。相反,拉刻代蒙人则极其沮丧,既看到阿基达莫斯负伤,又听闻阵亡者的姓名皆是勇士、几乎全是最显赫的人物。
ὡς δὲ πλησίον ὄντων ἀναβοήσας τις τῶν πρεσβυτέρων εἶπε· τί δεῖ ἡμᾶς, ὦ ἄνδρες, μάχεσθαι, ἀλλʼ οὐ σπεισαμένους διαλυθῆναι; ἄσμενοι δὴ ἀμφότεροι ἀκούσαντες ἐσπείσαντο. καὶ οἱ μὲν Λακεδαιμόνιοι τοὺς νεκροὺς ἀνελόμενοι ἀπῆλθον, οἱ δʼ Ἀρκάδες ἐπαναχωρήσαντες ἔνθα τὸ πρῶτον ἤρξαντο ἐπιέναι τροπαῖον ἐστήσαντο.
当两军相距很近时,一位年长者高呼道:“勇士们,我们何必交战,难道不该缔结停战协议而后罢兵吗?”双方听闻此言皆欣然赞同,缔结了停火协定。拉刻代蒙人收回阵亡者尸体后撤离;阿卡迪亚人则退回到他们最初发起进攻之处,树立了胜利纪念碑。
ὡς δὲ οἱ Ἀρκάδες περὶ τὸν Κρῶμνον ἦσαν, οἱ ἐκ τῆς πόλεως Ἠλεῖοι πρῶτον μὲν ἰόντες ἐπὶ τὴν Πύλον περιτυγχάνουσι τοῖς Πυλίοις ἀποκεκρουμένοις ἐκ τῶν Θαλαμῶν. καὶ προσελαύνοντες οἱ ἱππεῖς τῶν Ἠλείων ὡς εἶδον αὐτούς, οὐκ ἐμέλλησαν, ἀλλʼ εὐθὺς ἐμβάλλουσι, καὶ τοὺς μὲν ἀποκτιννύουσιν, οἱ δέ τινες αὐτῶν καταφεύγουσιν ἐπὶ γήλοφον. ἐπεὶ μέντοι ἦλθον οἱ πεζοί, ἐκκόπτουσι καὶ τοὺς ἐπὶ τῷ λόφῳ, καὶ τοὺς μὲν αὐτοῦ ἀπέκτειναν, τοὺς δὲ καὶ ζῶντας ἔλαβον ἐγγὺς διακοσίων. καὶ ὅσοι μὲν ξένοι ἦσαν αὐτῶν, ἀπέδοντο, ὅσοι δὲ φυγάδες, ἀπέσφαττον. μετὰ δὲ ταῦτα τούς τε Πυλίους, ὡς οὐδεὶς αὐτοῖς ἐβοήθει, σὺν αὐτῷ τῷ χωρίῳ αἱροῦσι, καὶ τοὺς Μαργανέας ἀναλαμβάνουσι.
当阿卡迪亚人聚集在克罗姆诺斯周围时,城内的厄利斯人首先进军皮洛斯,途遇从塔拉迈被击退的皮洛斯人。厄利斯骑兵疾驰而上,一见敌军便毫不迟疑,立即发起冲击,斩杀了一部分,另有一部分逃上了一处小山丘。待步兵赶到后,他们亦击溃了丘陵上的残兵,一部分当场斩杀,另生俘了近二百人。俘虏中凡是外籍雇佣兵的,他们皆变卖为奴;凡是本国流亡者的,则悉数屠杀。此后,因无人前来救援,他们便连同据点本身攻克了皮洛斯人,并收复了玛尔伽纳。
καὶ μὴν οἱ Λακεδαιμόνιοι ὕστερον αὖ ἐλθόντες νυκτὸς ἐπὶ τὸν Κρῶμνον ἐπικρατοῦσι τοῦ σταυρώματος τοῦ κατὰ τοὺς Ἀργείους καὶ τοὺς πολιορκουμένους τῶν Λακεδαιμονίων εὐθὺς ἐξεκάλουν. ὅσοι μὲν οὖν ἐγγύτατά τε ἐτύγχανον ὄντες καὶ ὠξυλάβησαν, ἐξῆλθον· ὁπόσους δὲ ἔφθασαν πολλοὶ τῶν Ἀρκάδων συμβοηθήσαντες, ἀπεκλείσθησαν ἔνδον3 καὶ ληφθέντες διενεμήθησαν· καὶ ἓν μὲν μέρος ἔλαβον Ἀργεῖοι, ἓν δὲ Θηβαῖοι, ἓν δὲ Ἀρκάδες, ἓν δὲ Μεσσήνιοι. οἱ δὲ σύμπαντες ληφθέντες Σπαρτιατῶν τε καὶ περιοίκων πλείους τῶν ἑκατὸν ἐγένοντο.
后来,拉刻代蒙人再次在夜间进抵克罗姆诺斯,夺取了阿尔盖奥斯人防区对应的栅栏,并立即呼唤被围的拉刻代蒙守军撤出。凡是恰好处于最近位置且行动敏捷者,皆得以脱逃;但凡是被大批赶来救援的阿卡迪亚人抢先截断去路者,皆被闭锁于内,被俘后遭到瓜分:阿尔盖奥斯人分得一份,忒拜人分得一份,阿卡迪亚人分得一份,麦塞尼亚人分得一份。被俘的斯巴达人与皮里奥伊科伊人总数超过了一百人。
ἐπεί γε μὴν οἱ Ἀρκάδες ἐσχόλασαν ἀπὸ τοῦ Κρώμνου, πάλιν δὴ περὶ τοὺς Ἠλείους εἶχον, καὶ τήν τε Ὀλυμπίαν ἐρρωμενέστερον ἐφρούρουν, καὶ ἐπιόντος Ὀλυμπιακοῦ ἔτους παρεσκευάζοντο ποιεῖν τὰ Ὀλύμπια σὺν Πισάταις τοῖς πρώτοις φάσκουσι προστῆναι τοῦ ἱεροῦ. ἐπεὶ δὲ ὅ τε μὴν ἧκεν ἐν ᾧ τὰ Ὀλύμπια γίγνεται αἵ τε ἡμέραι ἐν αἷς ἡ πανήγυρις ἁθροίζεται, ἐνταῦθα δὴ οἱ Ἠλεῖοι ἐκ τοῦ φανεροῦ συσκευασάμενοι καὶ παρακαλέσαντες Ἀχαιοὺς ἐπορεύοντο τὴν Ὀλυμπιακὴν ὁδόν.
阿卡迪亚人从克罗姆诺斯的战事脱身后,便再次专注于对付厄利斯人,更加严密地防守奥林匹亚,并因适逢奥林匹克之年将至,准备与自称最先主管该圣地的皮萨人共同举办奥林匹克竞技会。当举行奥林匹克竞技会的月份以及节日集会汇聚的日子到来时,厄利斯人便公开整装,召集亚该亚人,沿着通往奥林匹亚的大道进发。
- 7.4.22ἐνόμισεν ἑλεῖν ἂν τοῦτον, καὶ εἰ τούτου κρατήσειεν, οὐκ ἂν δύνασθαι μένειν
间接引语中不定式与 ἄν 连用的结构(ἑλεῖν ἄν 与 οὐκ ἂν δύνασθαι),对应直接引语中的潜能希求法(ἕλοιμι ἄν 与 οὐκ ἂν δύναιντο),与条件从句 εἰ κρατήσειεν 相呼应。
- 7.4.22εἰς δύο ἄγων, ὥσπερ ἐτύγχανεν ἔχων
介词短语 εἰς δύο 用于表示军事编队,意为“成双列纵队”,指因沿车道(ἁμαξιτός)行进而无法展开方阵,只能维持狭窄纵队。
- 7.4.27ὁπόσους δὲ ἔφθασαν πολλοὶ τῶν Ἀρκάδων συμβοηθήσαντες, ἀπεκλείσθησαν ἔνδον
关系代词 ὁπόσους 作为分词结构 ἔφθασαν ... συμβοηθήσαντες(“赶来增援的众多阿卡迪亚人抢先截断……”)的宾语前置,在主句中由谓语动词 ἀπεκλείσθησαν(第三人称复数)转为主格主语予以承接。
