← 色诺芬

希腊史

§7.3.7-7.3.12

刺客的自辩与欧弗隆的葬礼

刺杀欧弗隆的一名凶手主动认罪并展开自辩,历数欧弗隆洗劫神庙、背信弃义及建立僭政之恶行,主张处死他是正义之举。底比斯人裁定欧弗隆罪有应得,而西库翁人则将欧弗隆归葬广场并尊奉为建城先祖。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3.7

οἱ μὲν ἄρχοντες τοιαῦτα εἶπον· τῶν δὲ ἀποκτεινάντων οἱ μὲν ἄλλοι ἠρνοῦντο μὴ αὐτόχειρες γεγενῆσθαι· εἷς δὲ ὡμολογήκει, καὶ τῆς ἀπολογίας ὧδέ πως ἤρχετο. ἀλλʼ ὑπερορᾶν μέν, ὦ Θηβαῖοι, οὐ δυνατὸν ὑμῶν ἀνδρὶ ὃς εἰδείη1 κυρίους μὲν ὄντας ὅ τι βούλεσθε αὐτῷ χρῆσθαι· τίνι μὴν πιστεύων ἐνθάδε ἀπέκτεινα τὸν ἄνδρα; εὖ ἴστε ὅτι πρῶτον μὲν τῷ νομίζειν δίκαιον ποιεῖν, ἔπειτα δὲ τῷ ὑμᾶς ὀρθῶς γνώσεσθαι.2 ᾔδειν γὰρ ὅτι καὶ ὑμεῖς τοὺς περὶ Ἀρχίαν καὶ Ὑπάτην, οὓς ἐλάβετε ὅμοια Εὔφρονι πεποιηκότας, οὐ ψῆφον ἀνεμείνατε, ἀλλὰ ὁπότε πρῶτον ἐδυνάσθητε ἐτιμωρήσασθε, νομίζοντες τῶν τε περιφανῶς ἀνοσίων καὶ τῶν φανερῶς προδοτῶν καὶ τυραννεῖν ἐπιχειρούντων3 ὑπὸ πάντων ἀνθρώπων θάνατον κατεγνῶσθαι.

长官们陈述了这番话;而在行凶者当中,其他人皆否认系亲自动手,唯有一人认罪,并大约以如下方式开始了他的辩护: “底比斯人啊,凡是知道诸位掌握着对他予取予求之大权的人,绝不可能藐视诸位。那么,我究竟是凭仗着什么在这里杀害此人的呢?请诸位深知,首先是因为我认为自己行事正义,其次是因为我相信诸位会作出公正的判决。因为我知道,诸位也一样,在抓获作下了与欧弗隆相似行径的阿尔基亚斯与许帕忒斯一党时,并未等待表决,而是在一旦能够下手之时便处决了他们,因为诸位认定,对于公然不敬神祇者、显见的叛徒以及企图僭权统治者,全人类早已一致对其判处了死刑。

§7.3.8

οὐκοῦν καὶ Εὔφρων πᾶσι τούτοις ἔνοχος ἦν. παραλαβὼν μὲν γὰρ τὰ ἱερὰ μεστὰ καὶ ἀργυρῶν καὶ χρυσῶν ἀναθημάτων κενὰ πάντων τούτων ἀπέδειξε. προδότης γε μὴν τίς ἂν περιφανέστερος Εὔφρονος εἴη, ὃς φιλαίτατος μὲν ὢν Λακεδαιμονίοις ὑμᾶς ἀντʼ ἐκείνων εἵλετο· πιστὰ δὲ δοὺς καὶ λαβὼν παρʼ ὑμῶν πάλιν προύδωκεν ὑμᾶς καὶ παρέδωκε τοῖς ἐναντίοις τὸν λιμένα; καὶ μὴν πῶς οὐκ ἀπροφασίστως τύραννος ἦν, ὃς δούλους μὲν οὐ μόνον ἐλευθέρους ἀλλὰ καὶ πολίτας ἐποίει, ἀπεκτίννυε δὲ καὶ ἐφυγάδευε καὶ χρήματα ἀφῃρεῖτο οὐ τοὺς ἀδικοῦντας, ἀλλʼ οὓς αὐτῷ ἐδόκει; οὗτοι δὲ ἦσαν οἱ βέλτιστοι.

欧弗隆无疑也犯有所有这些罪行。因为他接管神庙时,其中满是金银奉纳,而他却将其悉数洗劫一空。此外,又岂能有比欧弗隆更为昭彰的叛徒呢?他原是拉刻代蒙人极亲密的密友,却舍弃他们而选择了诸位;在与诸位互换信誓之后,又再度背叛诸位,并将港口移交给了敌方。再者,他公然作为僭主行事,岂容置疑?他不仅将奴隶变为自由人,更使其成为公民;而他处决、流放并夺取其财产的,并非作恶之人,而是任何他所随意指定的人,而这些人恰恰是最优秀之士。

§7.3.9

αὖθις δὲ μετὰ τῶν ἐναντιωτάτων ὑμῖν Ἀθηναίων κατελθὼν εἰς τὴν πόλιν ἐναντία μὲν ἔθετο τὰ ὅπλα τῷ παρʼ ὑμῶν ἁρμοστῇ· ἐπεὶ δʼ ἐκεῖνον οὐκ ἐδυνάσθη ἐκ τῆς ἀκροπόλεως ἐκβαλεῖν, συσκευασάμενος χρήματα δεῦρο ἀφίκετο. καὶ εἰ μὲν ὅπλα ἡθροικὼς ἐφάνη ἐφʼ ὑμᾶς, καὶ χάριν ἄν μοι εἴχετε, εἰ ἀπέκτεινα αὐτόν· ὃς δὲ χρήματα ἦλθε παρασκευασάμενος, ὡς τούτοις ὑμᾶς διαφθερῶν καὶ πείσων πάλιν κύριον αὐτὸν ποιῆσαι τῆς πόλεως, τούτῳ ἐγὼ τὴν δίκην ἐπιθεὶς4 πῶς ἂν δικαίως ὑφʼ ὑμῶν ἀποθάνοιμι; καὶ γὰρ οἱ μὲν ὅπλοις βιασθέντες βλάπτονται μέν, οὐ μέντοι ἄδικοί γε ἀναφαίνονται· οἱ δὲ χρήμασι παρὰ τὸ βέλτιστον διαφθαρέντες ἅμα μὲν βλάπτονται, ἅμα δὲ αἰσχύνῃ περιπίπτουσιν.

及至后来,他同与诸位最为敌对的雅典人一起返回该城,甚至拿起武器公然对抗诸位派遣的总督;由于无法将他逐出卫城,他便搜刮钱财来到此地。倘若他公然纠集武装来进攻诸位,我杀了他,诸位甚至会向我道谢;但他带着钱财而来,企图以此腐蚀诸位并说服诸位再度让他执掌城邦,我向这等人施以刑罚,又怎会理当由诸位处以死罪?因为受武力胁迫之人虽遭损害,却并不显现为不义;但受钱财腐蚀而背弃最佳之道者,在遭受损害的同时,亦陷入了耻辱。

§7.3.10

εἰ μὲν τοίνυν ἐμοὶ μὲν πολέμιος ἦν, ὑμῖν δὲ φίλος, κἀγὼ ὁμολογῶ μὴ καλῶς ἄν μοι ἔχειν παρʼ ὑμῖν τοῦτον ἀποκτεῖναι· ὁ δὲ ὑμᾶς προδιδοὺς τί ἐμοὶ πολεμιώτερος ἦν ἢ ὑμῖν; ἀλλὰ νὴ Δία, εἴποι ἄν τις, ἑκὼν ἦλθε. κᾆτα εἰ μὲν ἀπεχόμενον τῆς ἡμετέρας πόλεως ἀπέκτεινέ τις αὐτόν, ἐπαίνου ἂν ἐτύγχανε· νῦν δὲ ὅτι πάλιν ἦλθεν ἄλλα πρὸς τοῖς πρόσθεν κακὰ ποιήσων, οὐ δικαίως φησί τις αὐτὸν τεθνάναι; ποῦ ἔχων Ἕλλησι σπονδὰς ἀποδεῖξαι5 ἢ προδόταις ἢ παλιναυτομόλοις ἢ τυράννοις;

假使他于我而言是敌人,而于诸位是朋友,我也承认自己在诸位面前杀害他是不当的;但他既然背叛了诸位,又何尝是我个人的敌人甚于诸位的敌人呢?然而,凭宙斯起誓,或许有人会说:‘他是自愿前来的。’那么,若有人在他远离我们城邦时将其杀害,本会赢得赞誉;而如今他再度前来,要在以往的恶行之上增添新的灾祸,难道还有人说他不应当死吗?在希腊人中,何处能指出针对叛徒、反复变节者或僭主的停战休约?

§7.3.11

πρὸς δὲ τούτοις ἀναμνήσθητε ὅτι καὶ ἐψηφίσασθε δήπου τοὺς φυγάδας ἀγωγίμους εἶναι ἐκ πασῶν τῶν συμμαχίδων. ὅστις δὲ ἄνευ κοινοῦ τῶν συμμάχων δόγματος κατέρχεται φυγάς, τοῦτον ἔχοι τις ἂν εἰπεῖν ὅπως οὐ δίκαιόν ἐστιν ἀποθνῄσκειν; ἐγώ φημι, ὦ ἄνδρες, ἀποκτείναντας μὲν ὑμᾶς ἐμὲ τετιμωρηκότας ἔσεσθαι ἀνδρὶ τῷ πάντων ὑμῖν πολεμιωτάτῳ, γνόντας δὲ δίκαια πεποιηκέναι αὐτοὺς τετιμωρηκότας φανεῖσθαι ὑπέρ τε ὑμῶν αὐτῶν καὶ ὑπὲρ τῶν συμμάχων ἁπάντων.

除此以外,诸位请回想一下,诸位无疑曾通过决议,流亡者可从一切同盟城邦中被引渡拿办。而对于未经盟友共同决议便径自返回的流亡者,有谁能说处死他不是正义的呢?同胞们,我断言:诸位若是杀了我,便是替全天下对诸位最为敌对的人复了仇;若是判定我行事合乎正义,便表明诸位正是为了自身以及为了全体盟友而亲自报了仇。”

§7.3.12

οἱ μὲν οὖν Θηβαῖοι ταῦτα ἀκούσαντες ἔγνωσαν δίκαια τὸν Εὔφρονα πεπονθέναι· οἱ μέντοι πολῖται αὐτοῦ ὡς ἄνδρα ἀγαθὸν κομισάμενοι ἔθαψάν τε ἐν τῇ ἀγορᾷ καὶ ὡς ἀρχηγέτην τῆς πόλεως σέβονται. οὕτως, ὡς ἔοικεν, οἱ πλεῖστοι ὁρίζονται τοὺς εὐεργέτας ἑαυτῶν ἄνδρας ἀγαθοὺς εἶναι.

底比斯人听了这番辩白,遂判定欧弗隆是罪有应得。然而,他的同胞公民却将他的遗体视为义士予以运回,安葬在广场上,并尊奉他为城邦的肇造之主。看来,大多数人便是如此将施惠于己者界定为善人。

语法注5 条
  1. 7.3.7ἀνδρὶ ὃς εἰδείη

    关系从句中的希求法 εἰδείη 表示假设性的特征界定(“对于一个明知……之人而言”)。先行词 ἀνδρί 为与格,作无人称表语 οὐ δυνατόν 的补足语。

  2. 7.3.7τῷ νομίζειν δίκαιον ποιεῖν, ἔπειτα δὲ τῷ ὑμᾶς ὀρθῶς γνώσεσθαι

    带冠词不定词的与格并列结构,表示原因或凭借,直接回应前句的疑问代词 τίνι(“凭仗着什么?”):τῷ νομίζειν(“因自认为……”)与 τῷ ... γνώσεσθαι(“因[确信]诸位会作出公正判决”)。

  3. 7.3.7τῶν τε περιφανῶς ἀνοσίων καὶ τῶν φανερῶς προδοτῶν καὶ τυραννεῖν ἐπιχειρούντων

    复合动词 κατεγνῶσθαι(καταγιγνώσκω 的完成时被动态)所要求的属格,指被判决的对象(καταγιγνώσκω τινός τι 意为“对某人判处某罪/刑”)。此处主语 θάνατον 为判处的刑罚,所修饰的一系列属格成分即受刑的对象类别。

  4. 7.3.9ὃς δὲ χρήματα ἦλθε παρασκευασάμενος... τούτῳ ἐγὼ τὴν δίκην ἐπιθεὶς

    前置主题化结构:以关系代词 ὃς 引出的从句置于句首,后由指示代词与格 τούτῳ 复指并充当 ἐπιθείς 的间接宾语。分词 ἐπιθείς 与主语 ἐγώ 一致(“对这等人施加了惩罚的我”)。

  5. 7.3.10ποῦ ἔχων Ἕλλησι σπονδὰς ἀποδεῖξαι

    修辞疑问句,使用 ἔχω + 不定词(“何处能有人指出……”)。Ἕλλησι 为关涉与格(“在希腊人之中/对希腊人而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.3.7-7.3.12