← 色诺芬

希腊史

§7.3.1-7.3.6

欧弗隆企图夺权与在底比斯遇刺

在阿卡迪亚将领艾涅阿斯介入西库翁后,欧弗隆出逃并将港口献给斯巴达以图自保,随后又借雅典雇佣兵重夺下城;为谋求底比斯支持,他携重金赴底比斯行贿,却在卫城遭流亡政敌刺杀,底比斯长官遂在议事会上对刺客提起公诉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3.1

περὶ μὲν δὴ Φλειασίων, ὡς καὶ πιστοὶ τοῖς φίλοις ἐγένοντο καὶ ἄλκιμοι ἐν τῷ πολέμῳ διετέλεσαν, καὶ ὡς πάντων σπανίζοντες διέμενον ἐν τῇ συμμαχίᾳ, εἴρηται. σχεδὸν δὲ περὶ τοῦτον τὸν χρόνον Αἰνέας Στυμφάλιος, στρατηγὸς τῶν Ἀρκάδων γεγενημένος, νομίσας οὐκ ἀνεκτῶς ἔχειν τὰ ἐν τῷ Σικυῶνι, ἀναβὰς σὺν τῷ ἑαυτοῦ στρατεύματι εἰς τὴν ἀκρόπολιν συγκαλεῖ τῶν Σικυωνίων τῶν τε ἔνδον ὄντων τοὺς κρατίστους καὶ τοὺς ἄνευ δόγματος ἐκπεπτωκότας μετεπέμπετο.

关于弗利乌斯人如何忠于盟友、在战事中始终英勇坚毅,以及在万物匮乏中仍坚守联盟的情况,已经述说完毕。大约就在这时,已成为阿卡迪亚人将领的斯廷法罗斯人艾涅阿斯,认为西库翁的局势令人无法容忍,遂率其军队登上卫城,召集城内西库翁人中的最优秀阶层,并召回了那些未经合法决议便被逐出的人。

§7.3.2

φοβηθεὶς δὲ ταῦτα ὁ Εὔφρων καταφεύγει εἰς τὸν λιμένα τῶν Σικυωνίων, καὶ μεταπεμψάμενος Πασίμηλον ἐκ Κορίνθου, διὰ τούτου παραδίδωσι τὸν λιμένα τοῖς Λακεδαιμονίοις καὶ ἐν ταύτῃ αὖ τῇ συμμαχίᾳ ἀνεστρέφετο, λέγων ὡς Λακεδαιμονίοις διατελοίη πιστὸς ὤν. ὅτε γὰρ ψῆφος ἐδίδοτο ἐν τῇ πόλει, εἰ δοκοίη ἀφίστασθαι, μετʼ ὀλίγων ἀποψηφίσασθαι ἔφη· ἔπειτα δὲ τοὺς προδόντας ἑαυτὸν βουλόμενος τιμωρήσασθαι δῆμον καταστῆσαι. καὶ νῦν, ἔφη, φεύγουσιν ὑπʼ ἐμοῦ πάντες οἱ ὑμᾶς προδιδόντες. εἰ μὲν οὖν ἐδυνάσθην ἐγώ, ὅλην ἂν ἔχων τὴν πόλιν πρὸς ὑμᾶς ἀπέστην· νῦν δʼ οὗ ἐγκρατὴς ἐγενόμην τὸν λιμένα παραδέδωκα ὑμῖν. ἠκροῶντο μὲν δὴ πολλοὶ αὐτοῦ ταῦτα· ὁπόσοι δὲ ἐπείθοντο οὐ πάνυ κατάδηλον.

欧弗隆见状惊恐万分,逃往西库翁人的港口,并从科林斯召来帕西墨洛斯,通过他将港口移交给了拉刻代蒙人;他又重新转回那一方联盟,声称自己始终忠于拉刻代蒙人。因为他说,当初在城邦表决是否背叛脱离时,他是与少数几人一同投了反对票的;他说,后来为了向背叛自己的人复仇,他才建立了民主政制。“而如今,”他说,“背叛你们的人都已被我流放。因此,倘若我有能力,我本会控制整个城邦来归附你们;但现在,我已将所掌控的港口交给了你们。”确实有许多人听取了他的这番话,但有多少人相信,却并不十分清楚。

§7.3.4

ἀλλὰ γὰρ ἐπείπερ ἠρξάμην, διατελέσαι βούλομαι τὰ περὶ Εὔφρονος. στασιασάντων γὰρ ἐν τῷ Σικυῶνι τῶν τε βελτίστων καὶ τοῦ δήμου, λαβὼν ὁ Εὔφρων Ἀθήνηθεν ξενικὸν πάλιν κατέρχεται. καὶ τοῦ μὲν ἄστεως ἐκράτει σὺν τῷ δήμῳ· Θηβαίου δὲ ἁρμοστοῦ τὴν ἀκρόπολιν ἔχοντος, ἐπεὶ ἔγνω οὐκ ἂν δυνάμενος τῶν Θηβαίων ἐχόντων τὴν ἀκρόπολιν τῆς πόλεως κρατεῖν,1 συσκευασάμενος χρήματα ᾤχετο, ὡς τούτοις πείσων Θηβαίους ἐκβάλλειν μὲν τοὺς κρατίστους, παραδοῦναι δʼ αὐτῷ πάλιν τὴν πόλιν.

然而,既然已经开篇,我便打算将关于欧弗隆的事讲完。西库翁的显贵与民众爆发内讧后,欧弗隆从雅典获得了一支雇佣军,再度返回。他依靠民众控制了下城;但由于一位底比斯长官占据着卫城,当他发觉底比斯人占据卫城的情况下自己不可能掌控该城邦时,便搜刮钱财离开,打算以此贿赂底比斯人,促使其驱逐显贵阶层并将城邦重新交由他掌控。

§7.3.5

αἰσθόμενοι δὲ οἱ πρόσθεν φυγάδες τὴν ὁδὸν αὐτοῦ καὶ τὴν παρασκευήν, ἀντεπορεύοντο εἰς τὰς Θήβας. ὡς δʼ ἑώρων αὐτὸν οἰκείως τοῖς ἄρχουσι συνόντα, φοβηθέντες μὴ διαπράξαιτο ἃ βούλεται, παρεκινδύνευσάν τινες καὶ ἀποσφάττουσιν ἐν τῇ ἀκροπόλει τὸν Εὔφρονα, τῶν τε ἀρχόντων καὶ τῆς βουλῆς συγκαθημένων. οἱ μέντοι ἄρχοντες τοὺς ποιήσαντας εἰσήγαγον εἰς τὴν βουλήν, καὶ ἔλεγον τάδε.

从前的流亡者察觉了他的行踪与企图,便赶赴底比斯以与他对抗。当他们看到他与长官们过从甚密,唯恐他如愿以偿,其中几人便铤而走险,趁长官与议事会同座公断之时,在卫城上将欧弗隆刺杀。然而,长官们将凶手押至议事会,发表了如下讲话:

§7.3.6

ὦ ἄνδρες πολῖται, ἡμεῖς τουτουσὶ τοὺς ἀποκτείναντας Εὔφρονα διώκομεν περὶ θανάτου, ὁρῶντες ὅτι οἱ μὲν σώφρονες οὐδὲν δήπου ἄδικον οὐδὲ ἀνόσιον ποιοῦσιν, οἱ δὲ πονηροὶ ποιοῦσι μέν, λανθάνειν δὲ πειρῶνται, οὗτοι δὲ τοσοῦτον πάντας ἀνθρώπους ὑπερβεβλήκασι τόλμῃ τε καὶ μιαρίᾳ ὥστε παρʼ αὐτάς τε τὰς ἀρχὰς καὶ παρʼ αὐτοὺς ὑμᾶς τοὺς κυρίους οὕστινας δεῖ ἀποθνῄσκειν καὶ οὕστινας μή, αὐτογνωμονήσαντες ἀπέκτειναν τὸν ἄνδρα.2 εἰ οὖν οὗτοι μὴ δώσουσι τὴν ἐσχάτην δίκην, τίς ποτε πρὸς τὴν πόλιν θαρρῶν πορεύσεται; τί δὲ πείσεται ἡ πόλις, εἰ ἐξέσται τῷ βουλομένῳ ἀποκτεῖναι πρὶν δηλῶσαι ὅτου ἕνεκα ἥκει ἕκαστος; ἡμεῖς μὲν δὴ τούτους διώκομεν ὡς ἀνοσιωτάτους καὶ ἀδικωτάτους καὶ ἀνομωτάτους καὶ πλεῖστον δὴ ὑπεριδόντας τῆς πόλεως· ὑμεῖς δὲ ἀκηκοότες, ὁποίας τινὸς ὑμῖν δοκοῦσιν ἄξιοι εἶναι δίκης, ταύτην αὐτοῖς ἐπίθετε.3

“公民同胞们,我们以死罪起诉这些杀害欧弗隆的人,因为我们看到,明理之士固然决不做任何不义或不敬之事,恶人虽作恶却极力隐瞒,但这伙人却在胆大妄为与凶残邪恶上超越了所有人,竟敢公然在长官面前,在掌握决定何人当死、何人不当死的最高权威的诸位面前,擅自做主杀害了此人。因此,若不让这些人受到极刑惩处,今后谁还敢安心前来本城?如果任由任何人随心所欲,在各人陈明来意之前就将其杀害,城邦又将遭受何等后果?我们以极不敬、极不义、极不法以及极度藐视本城之罪起诉他们;诸位听审之后,认为他们应当承受何种惩罚,便请施加于他们。”

语法注3 条
  1. 7.3.4οὐκ ἂν δυνάμενος τῶν Θηβαίων ἐχόντων τὴν ἀκρόπολιν τῆς πόλεως κρατεῖν

    分词 δυνάμενος 带有 ἄν,在间接引语中(作为动词 ἔγνω 的补充从属分词)表示潜在或非现实条件的结果(相当于直陈式过去时或祈愿式加 ἄν),意为“意识到他将无法掌控城邦”。属格独立结构 τῶν Θηβαίων ἐχόντων τὴν ἀκρόπολιν 在此充当条件状语(“如果/在底比斯人把守卫城的情况下”)。

  2. 7.3.6παρʼ αὐτὰς... ἀπέκτειναν τὸν ἄνδρα

    长句结构:前置词 παρά 接宾格在此表示空间上的邻近与当面(“在……面前”)。名词短语 τοὺς κυρίους 与 ὑμᾶς 同位,其后引出间接疑问从句 οὕστινας δεῖ ἀποθνῄσκειν καὶ οὕστινας μή(“谁该死,谁不该死”),用以说明 κυρίους 所主管的内容。主句谓语为末尾的 ἀπέκτειναν,伴随分词 αὐτογνωμονήσαντες 表示方式或态度(“擅自决断、独断专行”)。

  3. 7.3.6ὁποίας τινὸς ὑμῖν δοκοῦσιν ἄξιοι εἶναι δίκης, ταύτην αὐτοῖς ἐπίθετε

    关系从句先行前置的倒装结构:包含先行词 δίκης 的关系从句(ὁποίας τινὸς ... δίκης)置于主句指示词 ταύτην 之前。δίκης 是形容词 ἄξιοι 所要求的价值属格。主句动词 ἐπίθετε 是 ἐπιτίθημι 的第二不定过去式主动语态二人称复数祈使语气(“施加、处以”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.3.1-7.3.6