- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.2.15-7.2.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弗利乌斯人庆祝胜利并宽大释放战俘,在物资匮乏中借助沙勒斯之力成功护送补给。随后他们说服沙勒斯一同突袭在边境筑垒的西库翁人,击溃敌军并夺取其据点与粮草。
τούτων δὲ γενομένων οἱ μὲν Φλειάσιοι τροπαῖον ἵσταντο λαμπρὸν παιανίζοντες, ὥσπερ εἰκός· οἱ δὲ περὶ τὸν Θηβαῖον καὶ τὸν Εὔφρονα περιεώρων ταῦτα, ὥσπερ ἐπὶ θέαν περιδεδραμηκότες. τούτων δὲ πραχθέντων, οἱ μὲν ἐπὶ Σικυῶνος ἀπῆλθον, οἱ δʼ εἰς τὸ ἄστυ ἀπεχώρησαν.
战事平息后,弗利乌斯人高唱着凯歌立起了战功碑,这是理所当然的;而底比斯长官和欧弗隆的部下则在旁看着这一切,仿佛他们四处奔波只是为了看一场戏似的。这些事办完后,一方退往西库翁,另一方则撤回了城内。
καλὸν δὲ καὶ τοῦτο διεπράξαντο οἱ Φλειάσιοι· τὸν γὰρ Πελληνέα πρόξενον ζῶντα λαβόντες, καίπερ πάντων σπανιζόμενοι, ἀφῆκαν ἄνευ λύτρων. γενναίους μὲν δὴ καὶ ἀλκίμους πῶς οὐκ ἄν τις φαίη εἶναι τοὺς τοιαῦτα διαπραττομένους;
弗利乌斯人还做了一件堪称美德之举:他们生擒了身为珀勒涅人的城邦公使,尽管自身各项物资极度匮乏,却未收赎金便将其释放。对于能做出这等事迹的人,谁能不说他们既高尚又英勇呢?
ὥς γε μὴν καὶ διὰ καρτερίας τὴν πίστιν τοῖς φίλοις διέσῳζον περιφανές·1 οἳ ἐπεὶ εἴργοντο τῶν ἐκ τῆς γῆς καρπῶν, ἔζων τὰ μὲν ἐκ τῆς πολεμίας λαμβάνοντες, τὰ δὲ ἐκ Κορίνθου ὠνούμενοι, διὰ πολλῶν κινδύνων ἐπὶ τὴν ἀγορὰν ἰόντες, χαλεπῶς μὲν τιμὴν πορίζοντες, χαλεπῶς δὲ τοὺς πορίζοντας διαπραττόμενοι,2 γλίσχρως δʼ ἐγγυητὰς καθιστάντες τῶν ἀξόντων ὑποζυγίων.
再者,他们如何以坚忍维护对盟友的信义,也是显而易见的。由于无法获得本国土地上的产物,他们赖以维生的物资,一部分取自敌境,一部分则从科林斯购买;他们冒着重重危险前往集市,筹措价款固然不易,打动供应者前去运送同样艰难,勉强为拉货的驮畜找来担保人更是费尽周折。
ἤδη δὲ παντάπασιν ἀποροῦντες Χάρητα διεπράξαντο σφίσι παραπέμψαι τὴν παραπομπήν. ἐπεὶ δὲ ἐν Φλειοῦντι ἐγένοντο, ἐδεήθησαν αὐτοῦ καὶ τοὺς ἀχρείους συνεκπέμψαι εἰς τὴν Πελλήνην. κἀκείνους μὲν ἐκεῖ κατέλιπον, ἀγοράσαντες δὲ καὶ ἐπισκευασάμενοι ὁπόσα ἐδύναντο ὑποζύγια νυκτὸς ἀπῇσαν, οὐκ ἀγνοοῦντες ὅτι ἐνεδρεύσοιντο ὑπὸ τῶν πολεμίων, ἀλλὰ νομίζοντες χαλεπώτερον εἶναι τοῦ μάχεσθαι τὸ μὴ ἔχειν τἀπιτήδεια.
待到陷入彻底穷困之际,他们设法促成了沙勒斯为他们护送运输队。当他们抵达弗利乌斯后,又请求沙勒斯协助将城中无战斗力的人口一同护送往珀勒涅。他们将这些人留在那里,采购物资并给尽可能多的驮畜装上货物,乘夜启程返回;他们并非不知道敌军会设伏,而是认为缺乏口粮比上阵交战更为痛苦艰难。
καὶ προῇσαν μὲν οἱ Φλειάσιοι μετὰ Χάρητος· ἐπεὶ δὲ ἐνέτυχον τοῖς πολεμίοις, εὐθὺς ἔργου τε εἴχοντο καὶ παρακελευσάμενοι ἀλλήλοις ἐνέκειντο, καὶ ἅμα Χάρητα ἐπιβοηθεῖν ἐβόων. νίκης δὲ γενομένης καὶ ἐκβληθέντων ἐκ τῆς ὁδοῦ τῶν πολεμίων, οὕτω δὴ οἴκαδε καὶ ἑαυτοὺς καὶ ἃ ἦγον ἀπέσωσαν. ὡς δὲ τὴν νύκτα ἠγρύπνησαν, ἐκάθευδον μέχρι πόρρω τῆς ἡμέρας.
弗利乌斯人便与沙勒斯一同进发。一旦与敌军遭遇,他们立即投入战斗,彼此激励猛扑上去,同时大声呼唤沙勒斯前来策应。在取得胜利并将敌军赶出要道后,他们就这样将自身与运送的物资安然带回城中。由于通宵未眠,他们一直睡到了翌日日上三竿。
ἐπεὶ δὲ ἀνέστη ὁ Χάρης, προσελθόντες οἵ τε ἱππεῖς καὶ οἱ χρησιμώτατοι τῶν ὁπλιτῶν ἔλεγον· ὦ Χάρης, ἔξεστί σοι τήμερον κάλλιστον ἔργον διαπράξασθαι. χωρίον γὰρ ἐπὶ τοῖς ὅροις ἡμῖν οἱ Σικυώνιοι τειχίζουσιν, οἰκοδόμους μὲν πολλοὺς ἔχοντες, ὁπλίτας δὲ οὐ πάνυ πολλούς. ἡγησόμεθα μὲν οὖν ἡμεῖς οἱ ἱππεῖς καὶ τῶν ὁπλιτῶν οἱ ἐρρωμενέστατοι· σὺ δὲ τὸ ξενικὸν ἔχων ἐὰν ἀκολουθῇς, ἴσως μὲν διαπεπραγμένα σοι καταλήψῃ,3 ἴσως δὲ ἐπιφανεὶς σὺ τροπήν, ὥσπερ ἐν Πελλήνῃ, ποιήσεις. εἰ δέ τι δυσχερές σοί ἐστιν ὧν λέγομεν, ἀνακοίνωσαι τοῖς θεοῖς θυόμενος· οἰόμεθα γὰρ ἔτι σε μᾶλλον ἡμῶν τοὺς θεοὺς ταῦτα πράττειν κελεύσειν. τοῦτο δὲ χρή, ὦ Χάρης, εὖ εἰδέναι, ὅτι ἐὰν ταῦτα πράξῃς, τοῖς μὲν πολεμίοις ἐπιτετειχικὼς ἔσει,4 φιλίαν δὲ πόλιν διασεσωκώς, εὐκλεέστατος δὲ ἐν τῇ πατρίδι ἔσει, ὀνομαστότατος δὲ καὶ ἐν τοῖς συμμάχοις καὶ πολεμίοις.
当沙勒斯起身时,骑兵和重装步兵中最精干的人上前对他说:“沙勒斯啊,你今日有机会建树一番最辉煌的伟业。西库翁人正在我们边界上修筑据点,他们工匠很多,重装步兵却并不多。我们将由骑兵和重装步兵中最强健的人打头阵;你若率领外邦佣兵随后跟进,或许等你赶到时会发现事情已被我们办妥,又或许你一现身,便能像在珀勒涅那样使敌军溃逃。如果你对我们所言尚有疑虑,不妨献祭请示神明;因为我们相信神明会比我们更竭力催促你采取行动。而且沙勒斯啊,你应当深知:你若做成此事,便是给敌人筑起了威胁他们的堡垒,拯救了一座友邦城池,你在祖国将赢得无上荣耀,在盟友与敌人中亦将名扬四海。”
ὁ μὲν δὴ Χάρης πεισθεὶς ἐθύετο, τῶν δὲ Φλειασίων εὐθὺς οἱ μὲν ἱππεῖς τοὺς θώρακας ἐνεδύοντο καὶ τοὺς ἵππους ἐχαλίνουν, οἱ δὲ ὁπλῖται ὅσα εἰς πεζὸν παρεσκευάζοντο. ἐπεὶ δὲ ἀναλαβόντες τὰ ὅπλα ἐπορεύοντο ἔνθα ἐθύετο, ἀπήντα αὐτοῖς ὁ Χάρης καὶ ὁ μάντις, καὶ ἔλεγον ὅτι καλὰ τὰ ἱερά. ἀλλὰ περιμένετε, ἔφασαν· ἤδη γὰρ καὶ ἡμεῖς ἔξιμεν. ὡς δὲ τάχιστα ἐκηρύχθη, θείᾳ τινὶ προθυμίᾳ καὶ οἱ μισθοφόροι ταχὺ ἐξέδραμον.
沙勒斯被说服后便举行献祭;弗利乌斯人方面,骑兵立即披上胸甲、备好马辔,重装步兵也做好了步战所需的各项准备。当他们拿起武器走向献祭地点时,沙勒斯与预言者迎上前来,告诉他们祭兆大吉。“不过请稍等片刻,”他们说,“因为我们也马上出发。”号令刚一传达,佣兵们也带着某种如有神助的热忱迅速奔涌而出。
ἐπεὶ δὲ Χάρης ἤρξατο πορεύεσθαι, προῇσαν αὐτοῦ οἱ τῶν Φλειασίων ἱππεῖς καὶ πεζοί· καὶ τὸ μὲν πρῶτον ταχέως ἡγοῦντο, ἔπειτα δὲ ἐτρόχαζον· τέλος δὲ οἱ μὲν ἱππεῖς κατὰ κράτος ἤλαυνον, οἱ δὲ πεζοὶ κατὰ κράτος ἔθεον ὡς δυνατὸν ἐν τάξει, οἷς καὶ ὁ Χάρης σπουδῇ ἐπηκολούθει. ἦν μὲν οὖν τῆς ὥρας μικρὸν πρὸ δύντος ἡλίου· κατελάμβανον δὲ τοὺς ἐν τῷ τείχει πολεμίους τοὺς μὲν λουομένους, τοὺς δʼ ὀψοποιουμένους, τοὺς δὲ φυρῶντας, τοὺς δὲ στιβάδας ποιουμένους.
沙勒斯启程后,弗利乌斯的骑兵与步兵走在他前面。起初他们急速领路,继而小跑前进,最后骑兵全力奔驰,步兵也在保持队形的前提下全速飞奔,沙勒斯亦率部紧追其后。当时天色已近夕阳西下;他们突袭了据点内的敌军,只见有的在沐浴,有的在做饭,有的在揉面,有的在铺设草垫。
ὡς δʼ εἶδον τὴν σφοδρότητα τῆς ἐφόδου, εὐθὺς ἐκπλαγέντες ἔφυγον, καταλιπόντες τοῖς ἀγαθοῖς ἀνδράσι πάντα τἀπιτήδεια. κἀκεῖνοι μὲν ταῦτα δειπνήσαντες καὶ οἴκοθεν ἄλλα ἐλθόντα, ὡς ἐπʼ εὐτυχίᾳ σπείσαντες καὶ παιανίσαντες καὶ φυλακὰς κατασκευασάμενοι, κατέδαρθον. οἱ δὲ Κορίνθιοι, ἀφικομένου τῆς νυκτὸς ἀγγέλου περὶ τῆς Θυαμίας, μάλα φιλικῶς κηρύξαντες τὰ ζεύγη καὶ τὰ ὑποζύγια πάντα καὶ σίτου γεμίσαντες εἰς τὸν Φλειοῦντα παρήγαγον· καὶ ἕωσπερ ἐτειχίζετο τὸ τεῖχος, ἑκάστης ἡμέρας παραπομπαὶ ἐγίγνοντο.
敌人一见冲锋势头如此迅猛,顿时惊恐溃逃,将所有物资丢弃给那些勇士。弗利乌斯人饱餐了这些缴获以及城中运来的其他食物,为庆贺好运而奠酒、高唱凯歌并布置哨卡之后,便沉沉睡去。而科林斯人当夜获悉有关蒂阿米亚的消息后,极其友好地征集了所有驮车和驮畜,装满粮食送往弗利乌斯;只要该堡垒还在修筑,每天都有运输队往来输送。
- 7.2.17ὥς γε μὴν καὶ διὰ καρτερίας τὴν πίστιν τοῖς φίλοις διέσῳζον περιφανές·
此处省略了系动词 ἐστί(即 περιφανές [ἐστι]),由 ὡς 引出的从句充当主语分句(“他们如何坚守……也是显而易见的”)。接下来的关系代词 οἵ 则承接 διέσῳζον 的隐含主语(弗利乌斯人),展开后续叙述。
- 7.2.17χαλεπῶς δὲ τοὺς πορίζοντας διαπραττόμενοι
中动相动词 διαπράττομαι 带人物宾语时意为“说服”、“打通关节”或“物色延请”。此处与前文的 τιμὴν πορίζοντες(筹措价款)相对照,指难以物色并说服愿意冒危险运送货物的供应者或承运人。
- 7.2.20διαπεπραγμένα σοι καταλήψῃ
διαπεπραγμένα 为中性复数完成时被动分词,用作谓语性补足语,表示事情“已然办妥”的状态。与格代词 σοι 作利害关系与格(“对你而言”),整句意为“你或许会发现事情已为你办妥”。
- 7.2.20τοῖς μὲν πολεμίοις ἐπιτετειχικὼς ἔσει
由完成时主动分词 ἐπιτετειχικώς 与将来时 ἔσει 构成的迂回将来完成时结构(periphrastic future perfect),强调行动完成后带来的持续结果(“你将已对敌人修筑起威慑堡垒”)。τοῖς πολεμίοις 为不利与格。
