- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.2.8-7.2.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弗利乌斯人通过火攻和决死突击肃清了夺占卫城的敌军并庆祝重生,随后又击退了联军的再次入侵,并巧用战术重创了珀勒涅军。
ἐπεὶ δὲ τῶν ἔνθεν καὶ ἔνθεν πύργων ἐκράτησάν τινων οἱ πολῖται, ὁμόσε δὴ ἐχώρουν ἀπονενοημένως τοῖς ἀναβεβηκόσιν. οἱ δὲ ὠθούμενοι ὑπʼ αὐτῶν τῇ τόλμῃ τε καὶ μάχῃ εἰς ἔλαττον συνειλοῦντο. ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ μὲν Ἀρκάδες καὶ οἱ Ἀργεῖοι περὶ τὴν πόλιν ἐκυκλοῦντο, καὶ κατὰ κεφαλὴν τὸ τεῖχος τῆς ἀκροπόλεως διώρυττον· τῶν δʼ ἔνδοθεν οἱ μὲν ἐπὶ τὸ τεῖχος, οἱ δὲ καὶ ἔξωθεν ἔτι ἐπαναβαίνοντας, ἐπὶ ταῖς κλίμαξιν ὄντας, ἔπαιον, οἱ δὲ πρὸς τοὺς ἀναβεβηκότας αὐτῶν ἐπὶ τοὺς πύργους ἐμάχοντο, καὶ πῦρ εὑρόντες ἐν ταῖς σκηναῖς ὑφῆπτον αὐτούς, προσφοροῦντες τῶν δραγμάτων1 ἃ ἔτυχεν ἐξ αὐτῆς τῆς ἀκροπόλεως τεθερισμένα. ἐνταῦθα δὴ οἱ μὲν ἀπὸ τῶν πύργων τὴν φλόγα φοβούμενοι ἐξήλλοντο, οἱ δὲ ἐπὶ τῶν τειχῶν ὑπὸ τῶν ἀνδρῶν παιόμενοι ἐξέπιπτον.
当市民们夺取了卫城两侧的部分塔楼后,便抱定必死之心向已经登城的敌人迎头猛扑过去。敌人在他们的勇猛与攻击下步步受压,被挤压进狭小的空间。此时,阿卡迪亚人和阿耳戈斯人正包围着城池,并从上方挖掘卫城的城墙;城内的市民一部分攻击城墙上的敌人,一部分攻击仍在外面云梯上攀登的敌人,另一部分则与登上塔楼的敌人搏杀;他们在营帐中找到了火,便搬来碰巧刚从卫城里收割下的麦捆,放火点燃了塔楼。塔楼上的敌人畏惧烈焰纷纷跳下,城墙上的敌人也被市民们击中跌落下去。
ἐπεὶ δʼ ἅπαξ ἤρξαντο ὑπείκειν, ταχὺ δὴ πᾶσα ἡ ἀκρόπολις ἔρημος τῶν πολεμίων ἐγεγένητο. εὐθὺς δὲ καὶ οἱ ἱππεῖς ἐξήλαυνον· οἱ δὲ πολέμιοι ἰδόντες αὐτοὺς ἀπεχώρουν, καταλιπόντες τάς τε κλίμακας καὶ τοὺς νεκρούς, ἐνίους δὲ καὶ ζῶντας ἀποκεχωλευμένους. ἀπέθανον δὲ τῶν πολεμίων οἵ τε ἔνδον μαχόμενοι καὶ οἱ ἔξω ἁλλόμενοι οὐκ ἐλάττους τῶν ὀγδοήκοντα. ἔνθα δὴ θεάσασθαι παρῆν ἐπὶ τῆς σωτηρίας τοὺς μὲν ἄνδρας δεξιουμένους ἀλλήλους, τὰς δὲ γυναῖκας πιεῖν τε φερούσας καὶ ἅμα χαρᾷ δακρυούσας· πάντας δὲ τοὺς παρόντας τότε γε τῷ ὄντι κλαυσίγελως εἶχεν.
敌人一旦开始退却,整个卫城很快便肃清了敌军。骑兵随即出城追击;敌人见状便仓皇撤退,丢下了云梯和尸体,甚至抛弃了部分生还却致残的人。在卫城内外战死及跳墙摔死的敌军不下八十人。此时,在劫后余生之中,但见男人们彼此握手相贺,女人们端来饮水同时喜极而泣;在场的所有人当时确实都被悲喜交加的热泪与欢笑所笼罩。
ἐνέβαλον δὲ καὶ τῷ ὑστέρῳ ἔτει εἰς τὸν Φλειοῦντα οἵ τε Ἀργεῖοι καὶ οἱ Ἀρκάδες ἅπαντες. αἴτιον δʼ ἦν τοῦ ἐπικεῖσθαι αὐτοὺς ἀεὶ τοῖς Φλειασίοις ὅτι ἅμα μὲν ὠργίζοντο αὐτοῖς, ἅμα δὲ ἐν μέσῳ εἶχον, καὶ ἐν ἐλπίδι ἦσαν ἀεὶ διὰ τὴν ἀπορίαν τῶν ἐπιτηδείων παραστήσεσθαι αὐτούς. οἱ δʼ ἱππεῖς καὶ οἱ ἐπίλεκτοι τῶν Φλειασίων καὶ ἐν ταύτῃ τῇ ἐμβολῇ ἐπὶ τῇ διαβάσει τοῦ ποταμοῦ ἐπιτίθενται σὺν τοῖς παροῦσι τῶν Ἀθηναίων ἱππεῦσι· καὶ κρατήσαντες ἐποίησαν τοὺς πολεμίους τὸ λοιπὸν τῆς ἡμέρας ὑπὸ τὰς ἀκρωρείας ὑποχωρεῖν, ὥσπερ ἀπὸ φιλίου καρποῦ τοῦ ἐν τῷ πεδίῳ φυλαττομένους μὴ καταπατήσειαν.2
次年,阿耳戈斯人与全体阿卡迪亚人再次入侵弗利乌斯。他们之所以不断逼迫弗利乌斯人,一方面是由于恼恨他们,另一方面是因为弗利乌斯地处他们包围之中,他们始终指望因物资匮乏而迫使弗利乌斯人投降。然而弗利乌斯的骑兵与精锐部队在这次入侵中,也与驻扎在当地的雅典骑兵一同在渡河处发起了攻击;他们战胜了敌人,迫使敌人在当天余下的时间里退避到山脚下,敌人小心翼翼地避免践踏平原上的庄稼,仿佛那是友军的收成一般。
αὖθις δέ ποτε ἐστράτευσεν εἰς τὸν Φλειοῦντα ὁ ἐν τῷ Σικυῶνι ἄρχων Θηβαῖος, ἄγων οὕς τε αὐτὸς εἶχε φρουροὺς καὶ Σικυωνίους καὶ Πελληνέας· ἤδη γὰρ τότε ἠκολούθουν τοῖς Θηβαίοις· καὶ Εὔφρων δὲ τοὺς αὑτοῦ ἔχων μισθοφόρους περὶ δισχιλίους συνεστρατεύετο. οἱ μὲν οὖν ἄλλοι αὐτῶν διὰ τοῦ Τρικαράνου κατέβαινον ἐπὶ τὸ Ἥραιον, ὡς τὸ πεδίον φθεροῦντες. κατὰ δὲ τὰς εἰς Κόρινθον φερούσας πύλας ἐπὶ τοῦ ἄκρου κατέλιπε Σικυωνίους τε καὶ Πελληνέας, ὅπως μὴ ταύτῃ περιελθόντες οἱ Φλειάσιοι κατὰ κεφαλὴν αὐτῶν γένοιντο ὑπὲρ τοῦ Ἡραίου.
后来又有一次,驻西库翁的底比斯长官率领自率的卫队以及西库翁人和珀勒涅人出征弗利乌斯——因为那时他们已经臣服于底比斯人了;欧弗隆也率领约两千名自己的雇佣军一同出征。他们的大队人马经由特里卡拉农下山前往赫拉神庙,企图蹂躏平原;但在通往科林斯城门上方的山顶处留下了西库翁人和珀勒涅人,以防弗利乌斯人从那里迂回包抄到赫拉神庙上方的敌军头顶。
ὡς δʼ ἔγνωσαν οἱ ἐκ τῆς πόλεως τοὺς πολεμίους ἐπὶ τὸ πεδίον ὡρμημένους, ἀντεξελθόντες οἵ τε ἱππεῖς καὶ οἱ ἐπίλεκτοι τῶν Φλειασίων ἐμάχοντο καὶ οὐκ ἀνίεσαν εἰς τὸ πεδίον αὐτούς. καὶ τὸ μὲν πλεῖστον τῆς ἡμέρας ἐνταῦθα ἀκροβολιζόμενοι διῆγον, οἱ μὲν περὶ τὸν Εὔφρονα ἐπιδιώκοντες μέχρι τοῦ ἱππασίμου, οἱ δὲ ἔνδοθεν μέχρι τοῦ Ἡραίου.
城内的人得知敌人扑向平原,弗利乌斯的骑兵与精锐部队便迎击出城交战,坚决不放他们进入平原。他们大半天都在那里展开前哨战,欧弗隆的部队追击至利于马匹奔驰的极限,城内出击的部队则追击至赫拉神庙。
ἐπεὶ δὲ καιρὸς ἐδόκει εἶναι, ἀπῇσαν οἱ πολέμιοι κύκλῳ τοῦ Τρικαράνου· ὥστε γὰρ τὴν σύντομον πρὸς τοὺς Πελληνέας ἀφικέσθαι ἡ πρὸ τοῦ τείχους φάραγξ εἶργε. μικρὸν δʼ αὐτοὺς πρὸς τὸ ὄρθιον προπέμψαντες οἱ Φλειάσιοι ἀποτρεπόμενοι ἵεντο τὴν παρὰ τὸ τεῖχος ἐπὶ τοὺς Πελληνέας καὶ τοὺς μετʼ αὐτῶν.
待到时机适宜,敌人开始绕过特里卡拉农撤退;因为城墙前方的深谷阻碍了他们抄近道前往珀勒涅人驻地。弗利乌斯人在稍微追送他们走上陡坡后,折返回来沿着城墙全速冲向珀勒涅人及其同队军士。
καὶ οἱ περὶ τὸν Θηβαῖον δὲ αἰσθόμενοι τὴν σπουδὴν τῶν Φλειασίων ἡμιλλῶντο ὅπως φθάσειαν τοῖς Πελληνεῦσι βοηθήσαντες.3 ἀφικόμενοι δὲ πρότεροι οἱ ἱππεῖς ἐμβάλλουσι τοῖς Πελληνεῦσι. δεξαμένων δὲ τὸ πρῶτον, ἐπαναχωρήσαντες πάλιν σὺν τοῖς παραγεγενημένοις τῶν πεζῶν ἐνέβαλον καὶ ἐκ χειρὸς ἐμάχοντο. καὶ ἐκ τούτου δὴ ἐγκλίνουσιν οἱ πολέμιοι, καὶ ἀποθνῄσκουσι τῶν τε Σικυωνίων τινὲς καὶ τῶν Πελληνέων μάλα πολλοὶ καὶ ἄνδρες ἀγαθοί.
底比斯长官一行察觉到弗利乌斯人的迅疾行动,也竞相疾进,力图抢先救援珀勒涅人。然而弗利乌斯骑兵先一步赶到,向珀勒涅人发起了冲击。珀勒涅人起初顶住了攻击,但骑兵暂时后撤,随即与赶到的步兵再次发起冲锋,展开白刃肉搏。敌人随即溃退,西库翁人阵亡若干,而珀勒涅人中则战死了极多的勇士。
- 7.2.8προσφοροῦντες τῶν δραγμάτων
由分词 προσφοροῦντες(投入、搬来)所支配的部分属格,表示投入了“部分麦捆”而非全部收成。
- 7.2.10ὥσπερ ἀπὸ φιλίου καρποῦ τοῦ ἐν τῷ πεδίῳ φυλαττομένους μὴ καταπατήσειαν
宾格分词 φυλαττομένους 与前文 ἐποίησαν 的宾语 τοὺς πολεμίους 保持一致,作为防范动词引导带有 μή 加希求法(καταπατήσειαν)的预防从句;介词短语 ἀπὸ φιλίου καρποῦ 表示“像避开友军的作物一样避开”,τοῦ ἐν τῷ πεδίῳ 为置于其后的定语成分。
- 7.2.14ὅπως φθάσειαν τοῖς Πελληνεῦσι βοηθήσαντες
动词 φθάνω(抢先、抢先做某事)与补充从属分词(supplementary participle)βοηθήσαντες 连用,字面意为“以便能抢先赶去支援珀勒涅人”。
