← 色诺芬

希腊史

§7.2.1-7.2.7

弗利乌斯的忠诚与击退阿耳戈斯军

作者赞颂小邦弗利乌斯在受围困与物资匮乏之际依然坚定效忠斯巴达,并记述了弗利乌斯骑兵奇袭阿耳戈斯后卫的战果,以及流亡者勾结外敌夜袭其卫城的经过与初期的激战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.2.1

οὕτω δὲ τούτων προκεχωρηκότων, καὶ τῶν τε Ἀργείων ἐπιτετειχικότων τῷ Φλειοῦντι τὸ ὑπὲρ τοῦ Ἡραίου Τρικάρανον, καὶ τῶν Σικυωνίων ἐπὶ τοῖς ὁρίοις αὐτῶν τειχιζόντων τὴν Θυαμίαν, μάλα ἐπιέζοντο οἱ Φλειάσιοι καὶ ἐσπάνιζον τῶν ἐπιτηδείων· ὅμως δὲ διεκαρτέρουν ἐν τῇ συμμαχίᾳ. ἀλλὰ γὰρ τῶν μὲν μεγάλων πόλεων, εἴ τι καλὸν ἔπραξαν, ἅπαντες οἱ συγγραφεῖς μέμνηνται· ἐμοὶ δὲ δοκεῖ, καὶ εἴ τις μικρὰ πόλις οὖσα πολλὰ καὶ καλὰ ἔργα διαπέπρακται, ἔτι μᾶλλον ἄξιον εἶναι ἀποφαίνειν.1

局势既已如此发展,阿耳戈斯人在赫拉神庙上方的特里卡拉农修筑了针对弗利乌斯的堡垒,西库翁人又在边境上将蒂阿米亚筑为堡垒,弗利乌斯人因此受到极大的压迫,日用物资也极为匮乏;然而,他们依然在盟约中坚守到底。诚然,对于大邦而言,若是立下了什么光辉业绩,所有的历史家都会加以记载;但在我看来,一个城邦纵然弱小,若成就了诸多辉煌的事迹,反而更加值得彰显。

§7.2.2

Φλειάσιοι τοίνυν φίλοι μὲν ἐγένοντο Λακεδαιμονίοις, ὅτʼ ἐκεῖνοι μέγιστοι ἦσαν· σφαλέντων δʼ αὐτῶν ἐν τῇ ἐν Λεύκτροις μάχῃ, καὶ ἀποστάντων μὲν πολλῶν περιοίκων, ἀποστάντων δὲ πάντων τῶν Εἱλώτων, ἔτι δὲ τῶν συμμάχων πλὴν πάνυ ὀλίγων, ἐπιστρατευόντων δʼ αὐτοῖς ὡς εἰπεῖν πάντων τῶν Ἑλλήνων, πιστοὶ διέμειναν, καὶ ἔχοντες πολεμίους τοὺς δυνατωτάτους τῶν ἐν Πελοποννήσῳ Ἀρκάδας καὶ Ἀργείους ὅμως ἐβοήθησαν αὐτοῖς, καὶ διαβαίνειν τελευταῖοι λαχόντες εἰς Πρασιὰς τῶν συμβοηθησάντων,2 ἦσαν δʼ οὗτοι Κορίνθιοι, Ἐπιδαύριοι, Τροιζήνιοι, Ἑρμιονεῖς, Ἁλιεῖς, Σικυώνιοι καὶ Πελληνεῖς·

弗利乌斯人是在拉刻代蒙人处于全盛时期成为其盟友的;而当拉刻代蒙人在留克特拉战役中败北,众多的边民反叛,所有的黑劳士反叛,而且除极少数外的盟邦全都反叛,甚至可以说是全体希腊人都起兵进攻他们之时,弗利乌斯人依然保持忠诚;即便以伯罗奔尼撒最强大的阿卡迪亚人和阿耳戈斯人为敌,他们仍然前往救援拉刻代蒙人。在共同前往救援的各方中——这些人包括科林斯人、埃皮达鲁斯人、特罗曾人、赫耳弥奥涅人、哈利埃斯人、西库翁人和珀勒涅人,因为彼时他们尚未叛变——弗利乌斯人抽签恰好排在最后渡海前往普拉西亚埃。

§7.2.3

οὐ γάρ πω τότε ἀφέστασαν—ἀλλʼ οὐδʼ ἐπεὶ ὁ ξεναγὸς τοὺς προδιαβεβῶτας λαβὼν ἀπολιπὼν αὐτοὺς ᾤχετο, οὐδʼ ὣς ἀπεστράφησαν, ἀλλʼ ἡγεμόνα μισθωσάμενοι ἐκ Πρασιῶν, ὄντων τῶν πολεμίων περὶ Ἀμύκλας, ὅπως ἐδύναντο διαδύντες εἰς Σπάρτην ἀφίκοντο. καὶ μὴν οἱ Λακεδαιμόνιοι ἄλλως τε ἐτίμων αὐτοὺς καὶ βοῦν ξένια ἔπεμψαν.

然而,即便带领先行渡海者的带队将领抛弃他们径自离去,他们也绝未因此掉头折返,反而从普拉西亚埃雇了一名向导,在敌人盘踞在阿米克莱周围的情况下,想方设法穿插过去,最终抵达了斯巴达。拉刻代蒙人不仅以各种方式礼遇他们,还赠送了一头公牛作为款待客人的礼物。

§7.2.4

ἐπεὶ δʼ ἀναχωρησάντων τῶν πολεμίων ἐκ τῆς Λακεδαίμονος οἱ Ἀργεῖοι ὀργιζόμενοι τῇ τῶν Φλειασίων περὶ τοὺς Λακεδαιμονίους προθυμίᾳ ἐνέβαλον πανδημεὶ εἰς τὸν Φλειοῦντα καὶ τὴν χώραν αὐτῶν ἐδῄουν, οὐδʼ ὣς ὑφίεντο, ἀλλὰ καὶ ἐπεὶ ἀπεχώρουν φθείραντες ὅσα ἐδύναντο, ἐπεξελθόντες οἱ τῶν Φλειασίων ἱππεῖς ἐπηκολούθουν αὐτοῖς, καὶ ὀπισθοφυλακούντων τοῖς Ἀργείοις τῶν ἱππέων ἁπάντων καὶ λόχων τῶν μετʼ αὐτοὺς τεταγμένων, ἐπιθέμενοι τούτοις ἑξήκοντα ὄντες ἐτρέψαντο πάντας τοὺς ὀπισθοφύλακας· καὶ ἀπέκτειναν μὲν ὀλίγους αὐτῶν, τροπαῖον μέντοι ἐστήσαντο ὁρώντων τῶν Ἀργείων οὐδὲν διαφέρον ἢ εἰ πάντας ἀπεκτόνεσαν αὐτούς.3

此外,当敌人从拉刻代蒙境内撤退后,阿耳戈斯人因恼恨弗利乌斯人对拉刻代蒙人的热诚,倾全邦之兵侵入弗利乌斯并践踏其国土,他们也决不妥协;相反,当敌人尽其所能破坏而撤走时,弗利乌斯的骑兵杀出并尾随追击。虽然阿耳戈斯的全军骑兵及紧随其后的步兵连队承担后卫,弗利乌斯人虽仅有六十骑,却向他们发起进攻,击溃了全部后卫部队;尽管他们只杀死了少数敌人,但却当着阿耳戈斯人的面树立了战功碑,其情形俨然如同全歼了敌军一样。

§7.2.5

αὖθις δὲ Λακεδαιμόνιοι μὲν καὶ οἱ σύμμαχοι ἐφρούρουν τὸ Ὄνειον, Θηβαῖοι δὲ προσῇσαν ὡς ὑπερβησόμενοι. πορευομένων δὲ διὰ Νεμέας τῶν Ἀρκάδων καὶ Ἠλείων, ὅπως συμμείξαιεν τοῖς Θηβαίοις, προσήνεγκαν μὲν λόγον τῶν Φλειασίων φυγάδες ὡς εἰ ἐθελήσειαν ἐπιφανῆναι μόνον σφίσι, λάβοιεν ἂν Φλειοῦντα· ἐπεὶ δὲ ταῦτα συνωμολογήθη, τῆς νυκτὸς ὑπεκαθίζοντο ὑπʼ αὐτῷ τῷ τείχει κλίμακας ἔχοντες οἵ τε φυγάδες καὶ ἄλλοι μετʼ αὐτῶν ὡς ἑξακόσιοι. ἐπεὶ δὲ οἱ μὲν σκοποὶ ἐσήμαινον ἀπὸ τοῦ Τρικαράνου ὡς πολεμίων ἐπιόντων, ἡ δὲ πόλις πρὸς τούτους τὸν νοῦν εἶχεν, ἐν δὴ τούτῳ οἱ προδιδόντες ἐσήμαινον τοῖς ὑποκαθημένοις ἀναβαίνειν.

后来,当拉刻代蒙人及其盟友把守奥内昂山、底比斯人进军准备翻越之际,阿卡迪亚人和厄利斯人为了与底比斯人会合而途经涅墨亚,弗利乌斯的流亡者便向他们进言说,只要他们肯为他们露一下面,他们便能拿下弗利乌斯。达成协议后,在夜间,这些流亡者和同行的约六百名其他人携带着云梯埋伏在城墙正下方。当哨兵从特里卡拉农发出敌人进犯的信号,全城注意力都被吸引过去之时,内应们便向潜伏者发出登城的信号。

§7.2.6

οἱ δʼ ἀναβάντες καὶ λαβόντες τῶν φρουρῶν τὰ ὅπλα ἔρημα, ἐδίωκον τοὺς ἡμεροφύλακας ὄντας δέκα· ἀφʼ ἑκάστης δὲ τῆς πεμπάδος εἷς ἡμεροφύλαξ κατελείπετο·4 καὶ ἕνα μὲν ἔτι καθεύδοντα ἀπέκτειναν, ἄλλον δὲ καταφυγόντα πρὸς τὸ Ἥραιον. φυγῇ δʼ ἐξαλλομένων κατὰ τοῦ τείχους τοῦ εἰς τὸ ἄστυ ὁρῶντος τῶν ἡμεροφυλάκων, ἀναμφισβητήτως εἶχον οἱ ἀναβάντες τὴν ἀκρόπολιν.

登城者夺取了守军无人看管的武器,追赶仅有十人的白昼守卫——因为每支五人小队留下一名白昼守卫。他们杀死了其中一名仍在熟睡的守卫,又杀死了逃往赫拉神庙的另一人。随着白昼守卫们从面朝下城的城墙跳下逃命,登城者毫无争议地占领了卫城。

§7.2.7

ἐπεὶ δὲ κραυγῆς εἰς τὴν πόλιν ἀφικομένης ἐβοήθουν οἱ πολῖται, τὸ μὲν πρῶτον ἐπεξελθόντες ἐκ τῆς ἀκροπόλεως οἱ πολέμιοι ἐμάχοντο ἐν τῷ πρόσθεν τῶν εἰς τὴν πόλιν φερουσῶν πυλῶν· ἔπειτα πολιορκούμενοι ὑπὸ τῶν προσβοηθούντων ἐχώρουν πάλιν πρὸς τὴν ἀκρόπολιν· οἱ δὲ πολῖται συνεισπίπτουσιν αὐτοῖς. τὸ μὲν οὖν μέσον τῆς ἀκροπόλεως εὐθὺς ἔρημον ἐγένετο· ἐπὶ δὲ τὸ τεῖχος καὶ τοὺς πύργους ἀναβάντες οἱ πολέμιοι ἔπαιον καὶ ἔβαλλον τοὺς ἔνδον· οἱ δὲ χαμόθεν ἠμύνοντο καὶ κατὰ τὰς ἐπὶ τὸ τεῖχος φερούσας κλίμακας προσεμάχοντο.

然而,呼救声传到城中,市民们纷纷赶来支援,敌人起初从卫城杀出,在通往城内的城门前方交战;随后由于被赶来的援军紧逼,他们再次退回卫城,市民们也紧随其后冲了进去。卫城的中央空地随即被空了出来;敌人登上城墙和塔楼,击打并投掷武器攻击内部的市民,而市民们则从地面还击,并沿着通往城墙的阶梯向上迎战。

语法注4 条
  1. 7.2.1ἐμοὶ δὲ δοκεῖ, καὶ εἴ τις μικρὰ πόλις οὖσα πολλὰ καὶ καλὰ ἔργα διαπέπρακται, ἔτι μᾶλλον ἄξιον εἶναι ἀποφαίνειν

    不定式 ἄξιον εἶναι 依赖非人称动词 δοκεῖ 构成间接引语结构;不定式的意义主语未以独立的名词短语明确标出,而是指代“将此类事迹(或城邦)公之于众”这一行为(或承前省略的 ταῦτα/ταύτην)。在条件从句中,τις 修饰 μικρὰ πόλις,表“即使有某座城邦虽小而成就了……”。

  2. 7.2.2διαβαίνειν τελευταῖοι λαχόντες εἰς Πρασιὰς τῶν συμβοηθησάντων

    分词短语 τελευταῖοι λαχόντες 意为“抽签位列最后”,动词 λαγχάνω 带不定式 διαβαίνειν 作为补充(“抽中……渡海”)。属格 τῶν συμβοηθησάντων 为部分属格,作 τελευταῖοι 的限定语。

  3. 7.2.4οὐδὲν διαφέρον ἢ εἰ πάντας ἀπεκτόνεσαν αὐτούς

    中性分词短语 οὐδὲν διαφέρον 为非人称的绝对宾格(accusative absolute),起副词作用,意为“毫无区别,宛如……一样”。连词 ἢ εἰ 引导比较条件从句(“宛如杀尽了他们所有人一样”)。

  4. 7.2.6ἀφʼ ἑκάστης δὲ τῆς πεμπάδος εἷς ἡμεροφύλαξ κατελείπετο

    介词短语 ἀφʼ ἑκάστης... τῆς πεμπάδος 表示分配(“从每支五人小队中”)。鉴于上文指明有十名白昼守卫(ὄντες δέκα),这表明守军编制共有十组五人队,每组各自留出一人充当白昼哨兵。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.2.1-7.2.7