← 色诺芬

希腊史

§7.1.40-7.1.46

出兵阿开亚与西库翁欧夫龙的崛起

底比斯企图利用波斯国王诏令确立霸权的计划因各城邦拒绝宣誓而告吹。伊巴密浓达出兵阿开亚并达成温和同盟,但底比斯国内派出的干预势力迫使显贵联合反扑并倒向斯巴达;与此同时,在西库翁,欧夫龙借助民主派力量夺取政权建立僭主统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1.40

ὡς δʼ ἐν Θήβαις οὐκ ἠθέλησαν οἱ συνελθόντες ὀμόσαι, ἔπεμπον οἱ Θηβαῖοι πρέσβεις ἐπὶ τὰς πόλεις, ὀμνύναι κελεύοντες ποιήσειν κατὰ τὰ βασιλέως γράμματα, νομίζοντες ὀκνήσειν μίαν ἑκάστην τῶν πόλεων ἀπεχθάνεσθαι ἅμα ἑαυτοῖς τε καὶ βασιλεῖ. ἐπεὶ μέντοι εἰς Κόρινθον πρῶτον αὐτῶν ἀφικομένων ὑπέστησαν οἱ Κορίνθιοι, καὶ ἀπεκρίναντο ὅτι οὐδὲν δέοιντο πρὸς βασιλέα κοινῶν ὅρκων, ἐπηκολούθησαν καὶ ἄλλαι πόλεις κατὰ ταὐτὰ ἀποκρινόμεναι. καὶ αὕτη μὲν ἡ Πελοπίδου καὶ τῶν Θηβαίων τῆς ἀρχῆς περιβολὴ1 οὕτω διελύθη.

当在底比斯集会的人们拒绝宣誓时,底比斯人便向各城邦派遣使节,命令他们起誓按照国王的诏书行事,因为他们认为各个城邦单独面对底比斯与波斯王双方时,会畏惧同时与二者结怨。然而,当使节们首先到达科林斯,科林斯人表示抵制,并回答说他们根本不需要与国王订立共同的誓约,其他城邦也随之作出了相同的答复。珀罗皮达斯与底比斯人图谋霸权的这一企图,就这样落空了。

§7.1.41

αὖθις δʼ Ἐπαμεινώνδας, βουληθεὶς τοὺς Ἀχαιοὺς προσαγαγέσθαι, ὅπως μᾶλλον σφίσι καὶ οἱ Ἀρκάδες καὶ οἱ ἄλλοι σύμμαχοι προσέχοιεν τὸν νοῦν, ἔγνω ἐκστρατευτέον εἶναι ἐπὶ τὴν Ἀχαΐαν. Πεισίαν οὖν τὸν Ἀργεῖον στρατηγοῦντα ἐν τῷ Ἄργει πείθει προκαταλαβεῖν τὸ Ὄνειον. καὶ ὁ Πεισίας μέντοι καταμαθὼν ἀμελουμένην τὴν τοῦ Ὀνείου φυλακὴν ὑπό τε Ναυκλέους, ὃς ἦρχε τοῦ ξενικοῦ τῶν Λακεδαιμονίων, καὶ ὑπὸ Τιμομάχου τοῦ Ἀθηναίου, καταλαμβάνει νύκτωρ μετὰ δισχιλίων ὁπλιτῶν τὸν ὑπὲρ Κεγχρειῶν λόφον, ἔχων ἑπτὰ ἡμερῶν τὰ ἐπιτήδεια.

此后,伊巴密浓达为了让阿卡迪亚人和其他盟友更加重视自己一方,希望把阿开亚人争取过来,认定必须对阿开亚进军。于是他劝说在阿尔戈斯任将领的阿尔戈斯人佩西亚斯,命其预先占领奥内昂山。佩西亚斯得知统率拉刻代蒙雇佣军的瑙克勒斯与雅典人蒂莫马库斯疏于防守奥内昂,便率领两千名重装步兵,携带七天的口粮,在夜间占领了肯克莱亚上方的山丘。

§7.1.42

ἐν δὲ ταύταις ταῖς ἡμέραις ἐλθόντες οἱ Θηβαῖοι ὑπερβαίνουσι τὸ Ὄνειον, καὶ στρατεύουσι πάντες οἱ σύμμαχοι ἐπʼ Ἀχαΐαν, ἡγουμένου Ἐπαμεινώνδου. προσπεσόντων δʼ αὐτῷ τῶν βελτίστων ἐκ τῆς Ἀχαΐας, ἐνδυναστεύει ὁ Ἐπαμεινώνδας ὥστε μὴ φυγαδεῦσαι2 τοὺς κρατίστους μηδὲ πολιτείαν μεταστῆσαι, ἀλλὰ πιστὰ λαβὼν παρὰ τῶν Ἀχαιῶν ἦ μὴν συμμάχους ἔσεσθαι καὶ ἀκολουθήσειν ὅποι ἂν Θηβαῖοι ἡγῶνται, οὕτως ἀπῆλθεν οἴκαδε.

在这些日子里,底比斯人赶到并越过了奥内昂山,全军盟友在伊巴密浓达的统领下向阿开亚进军。阿开亚的上层显贵向他俯伏求情,伊巴密浓达运用其威势,使得显贵们既未被流放,政体也未被更迭,而是在阿开亚人那里取得了他们必定结为同盟、凡底比斯人所引之地必随同出征的保证后,便班师回国。

§7.1.43

κατηγορούντων δὲ αὐτοῦ τῶν τε Ἀρκάδων καὶ τῶν ἀντιστασιωτῶν ὡς Λακεδαιμονίοις κατεσκευακὼς τὴν Ἀχαΐαν ἀπέλθοι, ἔδοξε Θηβαίοις πέμψαι ἁρμοστὰς εἰς τὰς Ἀχαΐδας πόλεις. οἱ δʼ ἐλθόντες τοὺς μὲν βελτίστους σὺν τῷ πλήθει ἐξέβαλον, δημοκρατίας δὲ ἐν τῇ Ἀχαΐᾳ κατέστησαν. οἱ μέντοι ἐκπεσόντες συστάντες ταχύ, ἐπὶ μίαν ἑκάστην τῶν πόλεων πορευόμενοι, ὄντες οὐκ ὀλίγοι, κατῆλθόν τε καὶ κατέσχον τὰς πόλεις. ἐπεὶ δὲ κατελθόντες οὐκέτι ἐμέσευον, ἀλλὰ προθύμως συνεμάχουν τοῖς Λακεδαιμονίοις, ἐπιέζοντο οἱ Ἀρκάδες ἔνθεν μὲν ὑπὸ Λακεδαιμονίων, ἔνθεν δὲ ὑπὸ Ἀχαιῶν.

然而,由于阿卡迪亚人和他的政敌指责他是为拉刻代蒙人的利益安置了阿开亚而后撤军,底比斯人遂决定向阿开亚各城邦派遣驻军长官。这些人抵达后,在民众的支持下驱逐了显贵,并在阿开亚建立了民主政体。但是,被逐出的流亡者迅速联合起来,由于人数众多,他们逐一进攻各城邦,成功返国并占领了各城。重夺政权后,他们不再保持中立,而是极力与拉刻代蒙人结盟,使得阿卡迪亚人一边受拉刻代蒙人压迫,另一边又受阿开亚人夹击。

§7.1.44

ἐν δὲ τῷ Σικυῶνι τὸ μὲν μέχρι τούτου κατὰ τοὺς ἀρχαίους νόμους ἡ πολιτεία ἦν. ἐκ δὲ τούτου βουλόμενος ὁ Εὔφρων, ὥσπερ παρὰ τοῖς Λακεδαιμονίοις μέγιστος ἦν τῶν πολιτῶν, οὕτω καὶ παρὰ τοῖς ἐναντίοις αὐτῶν πρωτεύειν, λέγει πρὸς τοὺς Ἀργείους καὶ πρὸς τοὺς Ἀρκάδας ὡς εἰ μὲν οἱ πλουσιώτατοι ἐγκρατεῖς ἔσοιντο τοῦ Σικυῶνος, σαφῶς, ὅταν τύχῃ, πάλιν λακωνιεῖ ἡ πόλις· ἐὰν δὲ δημοκρατία γένηται, εὖ ἴστε, ἔφη, ὅτι διαμενεῖ ὑμῖν ἡ πόλις. ἐὰν οὖν μοι παραγένησθε, ἐγὼ ἔσομαι ὁ συγκαλῶν τὸν δῆμον, καὶ ἅμα ἐγὼ ὑμῖν ταύτην πίστιν ἐμαυτοῦ δώσω καὶ τὴν πόλιν βέβαιον ἐν τῇ συμμαχίᾳ παρέξω. ταῦτα δʼ, ἔφη, ἐγὼ πράττω εὖ ἴστε ὅτι πάλαι μὲν χαλεπῶς φέρων, ὥσπερ ὑμεῖς, τὸ φρόνημα τῶν Λακεδαιμονίων, ἄσμενος δʼ ἂν τὴν δουλείαν ἀποφυγών.3

在西库翁,直到此时政体仍是依照古法维持。但此后欧夫龙希望自己在拉刻代蒙人的敌人中独占鳌头,正如同他过去在拉刻代蒙人眼中是地位最高的公民一样,便对阿尔戈斯人和阿卡迪亚人说,如果让最富有的人掌控西库翁,一旦有机会,该城显然会再次倒向斯巴达;但若建立民主政体,他保证该城必将长久归附于他们。“因此,如果你们前来助我,”他说,“我将出面召集民众大会,同时我将向你们献出我个人的忠诚,并确保该城在同盟中保持坚定。你们须知,我之所以这样做,是因为我同你们一样,早就对拉刻代蒙人的傲慢愤恨不平,并渴望摆脱这种奴役。”

§7.1.45

οἱ οὖν Ἀρκάδες καὶ οἱ Ἀργεῖοι ἡδέως ταῦτʼ ἀκούσαντες παρεγένοντο αὐτῷ. ὁ δʼ εὐθὺς ἐν τῇ ἀγορᾷ παρόντων τῶν Ἀργείων καὶ τῶν Ἀρκάδων συνεκάλει τὸν δῆμον, ὡς τῆς πολιτείας ἐσομένης ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις.4 ἐπεὶ δὲ συνῆλθον, στρατηγοὺς ἐκέλευσεν ἑλέσθαι οὕστινας αὐτοῖς δοκοίη· οἱ δʼ αἱροῦνται αὐτόν τε τὸν Εὔφρονα καὶ Ἱππόδαμον καὶ Κλέανδρον καὶ Ἀκρίσιον καὶ Λύσανδρον. ὡς δὲ ταῦτα ἐπέπρακτο, καὶ ἐπὶ τὸ ξενικὸν καθίστησιν Ἀδέαν τὸν αὑτοῦ υἱόν, Λυσιμένην τὸν πρόσθεν ἄρχοντα ἀποστήσας.

阿卡迪亚人和阿尔戈斯人欣然听取了这番话并赶来助他。他在阿尔戈斯人和阿卡迪亚人在场的情况下,立即在广场上召集民众大会,声称政体将在人人平等的原则下建立。民众集会之后,他命他们选举任何中意的将领,众人便选出了欧夫龙自己、希波达莫斯、克勒安德罗斯、阿克里西奥斯和吕桑德罗斯。此事办妥后,他又罢免了原先指挥雇佣军的吕西墨涅斯,任用自己的儿子阿得阿斯统领雇佣兵。

§7.1.46

καὶ εὐθὺς μὲν τούτων τῶν ξένων ὁ Εὔφρων πιστούς τινας εὖ ποιῶν ἐποιήσατο, καὶ ἄλλους προσελάμβανεν, οὔτε τῶν δημοσίων οὔτε τῶν ἱερῶν χρημάτων φειδόμενος. καὶ ὅσους δʼ ἐξέβαλεν ἐπὶ λακωνισμῷ, καὶ τοῖς τούτων χρήμασιν ἐχρῆτο. καὶ τῶν συναρχόντων δὲ τοὺς μὲν δόλῳ ἀπέκτεινε, τοὺς δʼ ἐξέβαλεν· ὥστε πάντα ὑφʼ ἑαυτῷ ἐποιήσατο καὶ σαφῶς τύραννος ἦν. ὅπως δὲ ταῦτα ἐπιτρέποιεν αὐτῷ οἱ σύμμαχοι, τὰ μέν τι καὶ χρήμασι διεπράττετο, τὰ δὲ καί, εἴ που στρατεύοιντο, προθύμως ἔχων τὸ ξενικὸν συνηκολούθει.

欧夫龙随即通过施以恩惠,使这些雇佣兵中的一部分对他死心塌地,同时既不惜动用公款也不惜动用神庙财宝去招募更多士兵。凡是他以亲斯巴达罪名驱逐的人,他也占有了他们的财产。至于同僚的将领们,他有的用诡计杀害,有的予以驱逐;由此他将一切权力集于一身,俨然成为独裁僭主。为了让盟友容忍他的这些作为,他一方面靠金钱打点,另一方面,每逢盟友在某处出征,他便率领雇佣军竭诚随行。

语法注4 条
  1. 7.1.40τῆς ἀρχῆς περιβολὴ

    双重属格结构。Πελοπίδου καὶ τῶν Θηβαίων 作主格性属格,表示图谋的主体;τῆς ἀρχῆς 则作为依附于名词 περιβολή(动词 περιβάλλω 的名词形式,意为“包围、攫取”)的宾格性属格,表示攫取统治权的目标。

  2. 7.1.42ἐνδυναστεύει ὁ Ἐπαμεινώνδας ὥστε μὴ φυγαδεῦσαι

    动词 ἐνδυναστεύω 意为“行使权力/施加影响”。与表结果或意图的 ὥστε 句连用,表示“施加影响使得……不至于流放”。不定式 φυγαδεῦσαι 的逻辑主语上下文指伊巴密浓达本人或底比斯统帅方。

  3. 7.1.44ἄσμενος δʼ ἂν τὴν δουλείαν ἀποφυγών

    分词 ἀποφυγών 与小词 ἄν 连用,构成潜在或非现实虚拟结构。在由 εὖ ἴστε ὅτι 引导的间接引语中,它相当于直接引语主句中的 ἄσμενος δʼ ἂν ἀποφύγοιμι(或 ἀπέφυγον),意为“(如果有机会)定会欣然摆脱奴役”。

  4. 7.1.45ὡς τῆς πολιτείας ἐσομένης ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις

    带有连词 ὡς 的独立属格结构,表示主体的宣称、主张或借口:“在政体将建立在平等同等原则之下的名义/借口下”。介词短语 ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις 是表示“在平等同等条件之下”的固定搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.1.40-7.1.46