← 色诺芬

希腊史

§7.1.33-7.1.39

珀罗皮达斯出使波斯与诸邦的抗命

底比斯派遣珀罗皮达斯出使波斯国王并取得了承认墨塞涅独立等极为有利的诏令,但遭到了雅典和阿卡迪亚的强烈不满。回国后,底比斯召集希腊各邦代表要求其对该诏令宣誓服从,却遭到阿卡迪亚等同盟各邦的坚决抵制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1.33

συνεχῶς δὲ βουλευόμενοι Θηβαῖοι ὅπως ἂν τὴν ἡγεμονίαν λάβοιεν τῆς Ἑλλάδος, ἐνόμισαν, εἰ πέμψειαν πρὸς τὸν Περσῶν βασιλέα, πλεονεκτῆσαι ἄν τι ἐν ἐκείνῳ.1 καὶ ἐκ τούτου παρακαλέσαντες ἤδη τοὺς συμμάχους ἐπὶ προφάσει ὅτι καὶ Εὐθυκλῆς ὁ Λακεδαιμόνιος εἴη παρὰ βασιλεῖ, ἀναβαίνουσι Θηβαίων μὲν Πελοπίδας, Ἀρκάδων δὲ Ἀντίοχος ὁ παγκρατιαστής, Ἠλείων δὲ Ἀρχίδαμος· ἠκολούθει δὲ καὶ Ἀργεῖος. καὶ οἱ Ἀθηναῖοι ἀκούσαντες ταῦτα ἀνέπεμψαν Τιμαγόραν τε καὶ Λέοντα.

底比斯人不断商议如何取得希腊的霸权,他们认为,如果遣使前往波斯国王那里,便能在国王跟前取得某种优势。于是,他们立即以拉刻代蒙人欧堤克勒斯也在国王处为由召集盟友;前往内地朝觐的,底比斯人中有珀罗皮达斯,阿卡迪亚人中有潘克拉辛搏击手安提奥库斯,厄利斯人中有阿基达莫斯;还有一名阿尔戈斯人随行。雅典人听到这些消息后,也派遣了蒂玛戈拉斯和莱翁出使。

§7.1.34

ἐπεὶ δὲ ἐκεῖ ἐγένοντο, πολὺ ἐπλεονέκτει ὁ Πελοπίδας παρὰ τῷ Πέρσῃ. εἶχε γὰρ λέγειν καὶ ὅτι μόνοι τῶν Ἑλλήνων βασιλεῖ συνεμάχοντο ἐν Πλαταιαῖς, καὶ ὅτι ὕστερον οὐδεπώποτε στρατεύσαιντο ἐπὶ βασιλέα, καὶ ὡς Λακεδαιμόνιοι διὰ τοῦτο πολεμήσειαν αὐτοῖς, ὅτι οὐκ ἐθελήσαιεν μετʼ Ἀγησιλάου ἐλθεῖν ἐπʼ αὐτὸν οὐδὲ θῦσαι ἐάσαιεν αὐτὸν ἐν Αὐλίδι τῇ Ἀρτέμιδι, ἔνθαπερ ὅτε Ἀγαμέμνων εἰς τὴν Ἀσίαν ἐξέπλει θύσας εἷλε Τροίαν.

当他们到达那里时,珀罗皮达斯在波斯王面前占了极大的优势。因为他能够指出,在希腊人中唯有底比斯人在普拉提亚曾与国王并肩作战,此后也从未进犯过国王,而拉刻代蒙人之所以对他们开战,就是因为他们不愿跟随阿格西劳斯进犯国王,并且不允许阿格西劳斯在奥利斯向阿耳忒弥斯献祭——当年阿伽门农正是在该处献祭后才扬帆起航前往亚洲攻取特洛伊的。

§7.1.35

μέγα δὲ συνεβάλλετο τῷ Πελοπίδᾳ εἰς τὸ τιμᾶσθαι καὶ ὅτι ἐνενικήκεσαν οἱ Θηβαῖοι μάχῃ ἐν Λεύκτροις καὶ ὅτι πεπορθηκότες τὴν χώραν τῶν Λακεδαιμονίων ἐφαίνοντο. ἔλεγε δὲ ὁ Πελοπίδας ὅτι οἱ Ἀργεῖοι καὶ οἱ Ἀρκάδες μάχῃ ἡττημένοι εἶεν ὑπὸ Λακεδαιμονίων, ἐπεὶ αὐτοὶ οὐ παρεγένοντο. συνεμαρτύρει δʼ αὐτῷ ταῦτα πάντα ὡς ἀληθῆ λέγοι ὁ Ἀθηναῖος Τιμαγόρας, καὶ ἐτιμᾶτο δεύτερος μετὰ τὸν Πελοπίδαν.

此外,底比斯人在留克特拉战役中获胜,并且显然曾蹂躏拉刻代蒙人的国土,这也极大地促成了珀罗皮达斯受到尊崇。珀罗皮达斯还声称,阿尔戈斯人和阿卡迪亚人之所以在战斗中被拉刻代蒙人击败,是因为底比斯人不在场。雅典人蒂玛戈拉斯为他作证,称他所说的一切皆属实,因而受到的尊崇仅次于珀罗皮达斯。

§7.1.36

ἐκ δὲ τούτου ἐρωτώμενος ὑπὸ βασιλέως ὁ Πελοπίδας τί βούλοιτο ἑαυτῷ γραφῆναι εἶπεν ὅτι Μεσσήνην τε αὐτόνομον εἶναι ἀπὸ Λακεδαιμονίων καὶ Ἀθηναίους ἀνέλκειν τὰς ναῦς· εἰ δὲ ταῦτα μὴ πείθοιντο, στρατεύειν ἐπʼ αὐτούς· εἴ τις δὲ πόλις μὴ ἐθέλοι ἀκολουθεῖν, ἐπὶ ταύτην πρῶτον ἰέναι.

此后,波斯王询问珀罗皮达斯希望为自己起草怎样的诏令,珀罗皮达斯说:墨塞涅应当从拉刻代蒙人手中获得自治;雅典人应当将战船拖拽上岸;如果他们不服从这些条款,便对他们出兵;如果有任何城邦拒绝随军出征,便首先进击该邦。

§7.1.37

γραφέντων δὲ τούτων καὶ ἀναγνωσθέντων τοῖς πρέσβεσιν, εἶπεν ὁ Λέων ἀκούοντος τοῦ βασιλέως· νὴ Δία, ὦ Ἀθηναῖοι, ὥρα γε ὑμῖν, ὡς ἔοικεν, ἄλλον τινὰ φίλον ἀντὶ βασιλέως ζητεῖν. ἐπεὶ δὲ ἀπήγγειλεν ὁ γραμματεὺς ἃ εἶπεν ὁ Ἀθηναῖος, πάλιν ἐξήνεγκε προσγεγραμμένα· εἰ δέ τι δικαιότερον τούτων γιγνώσκουσιν οἱ Ἀθηναῖοι, ἰόντας πρὸς βασιλέα διδάσκειν.

这些条款起草完毕并向使节们宣读之后,莱翁在国王听得见的地方说道:“凭宙斯起誓,雅典同胞们,看来正是你们寻找另一位朋友来取代国王的时候了。”当书记官向国王报告了这位雅典人的话后,又拿出了追加的诏条:“若雅典人知悉任何比这更公正的方案,可前往谒见国王并予以告知。”

§7.1.38

ἐπεὶ δὲ ἀφίκοντο οἱ πρέσβεις οἴκαδε ἕκαστοι, τὸν μὲν Τιμαγόραν ἀπέκτειναν οἱ Ἀθηναῖοι, κατηγοροῦντος τοῦ Λέοντος ὡς οὔτε συσκηνοῦν ἑαυτῷ ἐθέλοι μετά τε Πελοπίδου πάντα βουλεύοιτο. τῶν δὲ ἄλλων πρέσβεων ὁ μὲν Ἠλεῖος Ἀρχίδαμος, ὅτι προυτίμησε τὴν Ἦλιν πρὸ τῶν Ἀρκάδων, ἐπῄνει τὰ τοῦ βασιλέως, ὁ δὲ Ἀντίοχος, ὅτι ἠλαττοῦτο τὸ Ἀρκαδικόν, οὔτε τὰ δῶρα ἐδέξατο ἀπήγγειλέ τε πρὸς τοὺς μυρίους ὡς βασιλεὺς ἀρτοκόπους μὲν καὶ ὀψοποιοὺς καὶ οἰνοχόους καὶ θυρωροὺς παμπληθεῖς ἔχοι, ἄνδρας δὲ οἳ μάχοιντʼ ἂν Ἕλλησι πάνυ ζητῶν οὐκ ἔφη δύνασθαι ἰδεῖν. πρὸς δὲ τούτοις καὶ τὸ τῶν χρημάτων πλῆθος ἀλαζονείαν οἷ γε δοκεῖν2 ἔφη εἶναι, ἐπεὶ καὶ τὴν ὑμνουμένην ἂν χρυσῆν πλάτανον3 οὐχ ἱκανὴν ἔφη εἶναι τέττιγι σκιὰν παρέχειν.

使节们各自回国后,雅典人处死了蒂玛戈拉斯,因为莱翁控告他不仅不愿与自己同住,反而与珀罗皮达斯共同密谋了一切。在其他使节中,厄利斯人阿基达莫斯因波斯王对厄利斯的看重甚于阿卡迪亚而称赞国王的处置;但安提奥库斯因阿卡迪亚的利益遭到贬抑,不仅拒绝接受礼物,还向万人议事会报告说,国王手下的面包师、厨师、斟酒人和看门人虽然极多,但他极力寻找,也看不出有能够与希腊人交战的人。此外他还说,在他看来那浩瀚的财富不过是虚张声势,因为就连那棵被传唱赞美的黄金梧桐树,也根本不足以给一只蝉遮阴。

§7.1.39

ὡς δὲ οἱ Θηβαῖοι συνεκάλεσαν ἀπὸ τῶν πόλεων ἁπασῶν ἀκουσομένους τῆς παρὰ βασιλέως ἐπιστολῆς, καὶ ὁ Πέρσης ὁ φέρων τὰ γράμματα δείξας τὴν βασιλέως σφραγῖδα ἀνέγνω τὰ γεγραμμένα, οἱ μὲν Θηβαῖοι ὀμνύναι ταῦτα ἐκέλευον βασιλεῖ καὶ ἑαυτοῖς τοὺς βουλομένους φίλους εἶναι, οἱ δὲ ἀπὸ τῶν πόλεων ἀπεκρίναντο ὅτι οὐκ ὀμούμενοι ἀλλʼ ἀκουσόμενοι πεμφθείησαν· εἰ δέ τι ὅρκων δέοιντο, πρὸς τὰς πόλεις πέμπειν ἐκέλευον. ὁ μέντοι Ἀρκὰς Λυκομήδης καὶ τοῦτο ἔλεγεν, ὅτι οὐδὲ τὸν σύλλογον ἐν Θήβαις δέοι εἶναι, ἀλλʼ ἔνθα ἂν ᾖ ὁ πόλεμος. χαλεπαινόντων δʼ αὐτῷ τῶν Θηβαίων καὶ λεγόντων ὡς διαφθείροι τὸ συμμαχικόν, οὐδʼ εἰς τὸ συνέδριον ἤθελε καθίζειν, ἀλλʼ ἀπιὼν ᾤχετο, καὶ μετʼ αὐτοῦ πάντες οἱ ἐξ Ἀρκαδίας πρέσβεις.

当底比斯人召集各城邦的代表前来听取国王的来信,送信的波斯人展示了国王的印章并宣读了信中所写的内容时,底比斯人命令那些希望保持友好的人向国王及他们自己起誓遵从这些条款。但来自各邦的代表回答说,他们被派来是为了听取信件而不是为了起誓;如果需要发誓,底比斯人应当遣使前往各邦。阿卡迪亚人吕科墨得斯甚至声称,会议根本不应当在底比斯举行,而应当在战事所在之处举行。底比斯人对他大为恼怒,指责他在破坏同盟,吕科墨得斯甚至不肯在会议中就座,径自离去,来自阿卡迪亚的所有使节也随他一同离席而去。

语法注3 条
  1. 7.1.33πλεονεκτῆσαι ἄν τι ἐν ἐκείνῳ

    带 ἄν 的不定式 πλεονεκτῆσαι 隶属于主句动词 ἐνόμισαν,是间接引语中潜在或虚拟条件句归结从句(原为希求法+ἄν)转化为不定式的结构。介词短语 ἐν ἐκείνῳ 意为“在国王那里”或“在与波斯王的关系中”。

  2. 7.1.38οἷ γε δοκεῖν

    绝对不定式构成的限制性惯用表达,带有第三人称单数与格代词 οἷ(相当于 αὐτῷ),结构类似于 ὡς ἐμοὶ δοκεῖν,意为“依他看来”、“就他的判断而言”。

  3. 7.1.38τὴν ὑμνουμένην ἂν χρυσῆν πλάτανον

    小词 ἄν 位于被动分词 ὑμνουμένην 旁边。在逻辑上,它既可能是后文间接引语中不定式表语(οὐχ ἱκανὴν [ἂν] εἶναι)所带的潜在 ἄν 的前置(先取),也可看作赋予分词以假定或传闻色彩(“那棵为人如此颂扬的黄金梧桐”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.1.33-7.1.39