- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.1.26-7.1.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阿卡迪亚崛起引发盟友间不和之际,波斯调停和平的努力告吹,阿基达莫斯率领斯巴达与绪拉古援军在“无泪之战”中彻底击溃阿卡迪亚联军。
οἱ μὲν δὴ Θηβαῖοι διὰ ταῦτα ὑποφθόνως καὶ οὐκέτι φιλικῶς εἶχον πρὸς τοὺς Ἀρκάδας. οἵ γε μὴν Ἠλεῖοι ἐπεὶ ἀπαιτοῦντες τὰς πόλεις τοὺς Ἀρκάδας ἃς ὑπὸ Λακεδαιμονίων ἀφῃρέθησαν1 ἔγνωσαν αὐτοὺς τοὺς μὲν ἑαυτῶν λόγους ἐν οὐδενὶ λόγῳ ποιουμένους, τοὺς δὲ Τριφυλίους καὶ τοὺς ἄλλους τοὺς ἀπὸ σφῶν ἀποστάντας περὶ παντὸς ποιουμένους, ὅτι Ἀρκάδες ἔφασαν εἶναι, ἐκ τούτων αὖ καὶ οἱ Ἠλεῖοι δυσμενῶς εἶχον πρὸς αὐτούς.
因此,底比斯人对阿卡迪亚人心怀嫉恨,不再抱有友好态度。至于厄利斯人,当他们向阿卡迪亚人索要被拉刻代蒙人夺走的诸城邦,却发现阿卡迪亚人对自己的说辞不屑一顾,反而因为特里菲利亚人以及从他们那里脱离的其他城邦自称是阿卡迪亚人而对之极其看重;由于这些缘故,厄利斯人反过来也对他们怀有敌意。
οὕτω δʼ ἑκάστων μέγα ἐφʼ ἑαυτοῖς φρονούντων τῶν συμμάχων, ἔρχεται Φιλίσκος Ἀβυδηνὸς παρʼ Ἀριοβαρζάνους χρήματα ἔχων πολλά. καὶ πρῶτα μὲν εἰς Δελφοὺς συνήγαγε περὶ εἰρήνης Θηβαίους καὶ τοὺς συμμάχους καὶ τοὺς Λακεδαιμονίους. ἐκεῖ δὲ ἐλθόντες τῷ μὲν θεῷ οὐδὲν ἀνεκοινώσαντο ὅπως ἂν ἡ εἰρήνη γένοιτο, αὐτοὶ δὲ ἐβουλεύοντο. ἐπεὶ δὲ οὐ συνεχώρουν οἱ Θηβαῖοι Μεσσήνην ὑπὸ Λακεδαιμονίοις εἶναι, ξενικὸν πολὺ συνέλεγεν ὁ Φιλίσκος, ὅπως πολεμοίη μετὰ Λακεδαιμονίων.
就在同盟各方都如此自视甚高之时,阿比多斯人菲利斯科斯携带着大笔金钱从阿里奥巴尔扎内斯那里赶来。起初,他将底比斯人、其盟友以及拉刻代蒙人召集到德尔斐商讨和平事宜。但他们到达那里后,关于如何达成和平一事根本没有求问神明,而是自己进行商议。当底比斯人不同意让墨塞涅归属拉刻代蒙人统治时,菲利斯科斯便招募了一大批雇佣军,以便与拉刻代蒙人并肩作战。
τούτων δὲ πραττομένων ἀφικνεῖται καὶ ἡ παρὰ Διονυσίου δευτέρα βοήθεια. λεγόντων δὲ Ἀθηναίων μὲν ὡς χρεὼν εἴη αὐτοὺς ἰέναι εἰς Θετταλίαν τἀναντία Θηβαίοις, Λακεδαιμονίων δὲ ὡς εἰς τὴν Λακωνικήν, ταῦτα ἐν τοῖς συμμάχοις ἐνίκησεν.2 ἐπεὶ δὲ περιέπλευσαν οἱ παρὰ Διονυσίου εἰς Λακεδαίμονα, λαβὼν αὐτοὺς Ἀρχίδαμος μετὰ τῶν πολιτικῶν ἐστρατεύετο. καὶ Καρύας μὲν ἐξαιρεῖ κατὰ κράτος, καὶ ὅσους ζῶντας ἔλαβεν, ἀπέσφαξεν· ἐκεῖθεν δʼ εὐθὺς στρατευσάμενος εἰς Παρρασίους τῆς Ἀρκαδίας μετʼ αὐτῶν ἐδῄου τὴν χώραν. ἐπεὶ δʼ ἐβοήθησαν οἱ Ἀρκάδες καὶ οἱ Ἀργεῖοι, ἐπαναχωρήσας ἐστρατοπεδεύσατο ἐν τοῖς ὑπὲρ Μηλέας γηλόφοις. ἐνταῦθα δʼ ὄντος αὐτοῦ Κισσίδας ὁ ἄρχων τῆς παρὰ Διονυσίου βοηθείας ἔλεγεν ὅτι ἐξήκοι αὐτῷ ὁ χρόνος ὃς εἰρημένος ἦν παραμένειν. καὶ ἅμα ταῦτʼ ἔλεγε καὶ ἀπῄει τὴν ἐπὶ Σπάρτης.3
正当办理这些事情的时候,来自狄奥尼修斯的第二支援军也赶到了。雅典人主张援军应当开往色萨利以对抗底比斯人,而拉刻代蒙人则主张应当开往拉科尼亚,后一主张在盟军中占了上风。狄奥尼修斯的援军绕航驶抵拉刻代蒙后,阿基达莫斯便接管他们,率领本邦公民军一同出征。他强行攻克了卡律埃,并将所有生擒者尽数屠杀;随后他立即率军进犯阿卡迪亚的帕拉西亚,与援军一同蹂躏其国土。待阿卡迪亚人和阿尔戈斯人出兵救援时,他便撤退并在梅莱亚上方的丘陵上扎营。正当他驻扎在那里时,狄奥尼修斯援军的指挥官基西达斯声称,规定他在该地留驻的期限已经届满。他刚一说完这话,便踏上了前往斯巴达的道路。
ἐπεὶ δὲ ἀποπορευόμενον ὑπετέμνοντο αὐτὸν οἱ Μεσσήνιοι ἐπὶ στενὸν τῆς ὁδοῦ, ἐνταῦθα δὴ ἔπεμπεν ἐπὶ τὸν Ἀρχίδαμον καὶ βοηθεῖν ἐκέλευε· κἀκεῖνος μέντοι ἐβοήθει. ὡς δὲ ἐγένοντο ἐν τῇ ἐπʼ Εὐτρησίους ἐκτροπῇ, οἱ μὲν Ἀρκάδες καὶ Ἀργεῖοι προσέβαινον εἰς τὴν Λάκαιναν, καὶ οὗτοι ὡς ἀποκλείσοντες αὐτὸν τῆς ἐπʼ οἶκον ὁδοῦ. ὁ δέ, οὗπέρ ἐστι χωρίον ἐπίπεδον ἐν ταῖς συμβολαῖς τῆς τε ἐπʼ Εὐτρησίων καὶ τῆς ἐπὶ Μηλέας ὁδοῦ, ἐνταῦθα ἐκβὰς παρετάξατο ὡς μαχούμενος.
然而当他正在退兵之际,墨塞尼亚人在道路狭窄处将其截击,基西达斯于是派人去见阿基达莫斯,请求他发兵救援;阿基达莫斯也确实前去解救。当他们到达通往欧特雷西伊的岔道口时,阿卡迪亚人和阿尔戈斯人正逼近拉科尼亚,他们也是企图切断他的归途。而通往欧特雷西伊与通往梅莱亚的两条道路的交汇处有一片平坦之地,阿基达莫斯便走出来到此处,列开阵势准备迎战。
ἔφασαν δʼ αὐτὸν καὶ πρὸ τῶν λόχων παριόντα τοιάδε παρακελεύσασθαι· ἄνδρες πολῖται, νῦν ἀγαθοὶ γενόμενοι ἀναβλέψωμεν ὀρθοῖς ὄμμασιν· ἀποδῶμεν τοῖς ἐπιγιγνομένοις τὴν πατρίδα οἵανπερ παρὰ τῶν πατέρων παρελάβομεν· παυσώμεθα αἰσχυνόμενοι καὶ παῖδας καὶ γυναῖκας καὶ πρεσβυτέρους καὶ ξένους, ἐν οἷς πρόσθεν γε πάντων τῶν Ἑλλήνων περιβλεπτότατοι ἦμεν.
据说,他在巡视各连队阵前时曾作了如下激励:“公民战友们,如今让我们成为英勇之人,昂首直视前方;让我们把祖辈托付给我们的祖国,原封不动地传给后代;让我们不再在子女、妻子、长辈和异邦人面前感到羞愧——在以往,我们在他们所有人眼中曾是全希腊人中最受瞩目与景仰的。”
τούτων δὲ ῥηθέντων ἐξ αἰθρίας ἀστραπάς τε καὶ βροντὰς λέγουσιν αἰσίους αὐτῷ φανῆναι· συνέβη δὲ καὶ πρὸς τῷ δεξιῷ κέρατι τέμενός τε καὶ ἄγαλμα Ἡρακλέους εἶναι. τοιγαροῦν ἐκ τούτων πάντων οὕτω πολὺ μένος καὶ θάρρος τοῖς στρατιώταις φασὶν ἐμπεσεῖν ὥστʼ ἔργον εἶναι τοῖς ἡγεμόσιν ἀνείργειν τοὺς στρατιώτας ὠθουμένους εἰς τὸ πρόσθεν.4 ἐπεὶ μέντοι ἡγεῖτο ὁ Ἀρχίδαμος, ὀλίγοι μὲν τῶν πολεμίων δεξάμενοι εἰς δόρυ αὐτοὺς ἀπέθανον· οἱ δʼ ἄλλοι φεύγοντες ἔπιπτον, πολλοὶ μὲν ὑπὸ ἱππέων, πολλοὶ δὲ ὑπὸ τῶν Κελτῶν.
据说这番话说完之后,晴空中向他显现了带来吉兆的雷鸣和闪电;恰巧在右翼附近还有一座赫拉克勒斯的圣所和雕像。因此据说从这一切之中,士兵们内心涌起了如此巨大的斗志与勇气,以至于长官们要遏制争先恐后向前冲锋的士兵都成了一桩难事。当阿基达莫斯发起冲锋时,敌军中唯有少数人敢于挺枪迎战并战死;其余人都在溃逃中倒下,许多人死于骑兵之手,许多人死于凯尔特人之手。
ὡς δὲ ληξάσης τῆς μάχης τροπαῖον ἐστήσατο, εὐθὺς ἔπεμψεν οἴκαδε ἀγγελοῦντα Δημοτέλη τὸν κήρυκα τῆς τε νίκης τὸ μέγεθος καὶ ὅτι Λακεδαιμονίων μὲν οὐδὲ εἷς τεθναίη, τῶν δὲ πολεμίων παμπλήθεις. τοὺς μέντοι ἐν Σπάρτῃ ἔφασαν ἀκούσαντας ἀρξαμένους ἀπὸ Ἀγησιλάου καὶ τῶν γερόντων καὶ τῶν ἐφόρων πάντας κλαίειν·5 οὕτω κοινόν τι ἄρα χαρᾷ καὶ λύπῃ δάκρυά ἐστιν. ἐπὶ μέντοι τῇ τῶν Ἀρκάδων τύχῃ οὐ πολύ τι ἧττον Λακεδαιμονίων ἥσθησαν Θηβαῖοί τε καὶ Ἠλεῖοι· οὕτως ἤδη ἤχθοντο ἐπὶ τῷ φρονήματι αὐτῶν.
战斗结束后,他立起了胜利纪念碑,并立即派传令官德莫特勒斯回国报捷,通报胜利的辉煌,并报告说拉刻代蒙人无一人战死,而敌军战死者不计其数。据说斯巴达城内的人听到这个消息,从阿格西劳斯、元老院成员到监察官无不痛哭流涕;可见眼泪确实是喜悦与悲伤所共有的。然而,对于阿卡迪亚人的这一遭遇,底比斯人和厄利斯人的欣喜之情并不比拉刻代蒙人少多少;他们对阿卡迪亚人的傲慢早已厌恶至极。
- 7.1.26ἀπαιτοῦντες τὰς πόλεις τοὺς Ἀρκάδας ἃς ὑπὸ Λακεδαιμονίων ἀφῃρέθησαν
动词 ἀπαιτέω(要求、索要)接双宾格结构,分别表示对象(τοὺς Ἀρκάδας)和索要之物(τὰς πόλεις)。关系从句中的动词 ἀφῃρέθησαν 虽为被动态,但承袭了主动语态接双宾格的用法,保留了表示事物的宾格 ἃς(即被动语态中的保留宾格)。
- 7.1.28ταῦτα ἐν τοῖς συμμάχοις ἐνίκησεν
ταῦτα 作为单数不及物动词 ἐνίκησεν(获胜、占优势)的中性复数主语,意为“这一提议/观点(在盟军中)占了上风(被采纳)”,指代紧接在前文提及的拉刻代蒙人的主张(ὡς εἰς τὴν Λακωνικήν)。
- 7.1.28καὶ ἅμα ταῦτʼ ἔλεγε καὶ ἀπῄει τὴν ἐπὶ Σπάρτης
相关联词 ἅμα... καί... 表示动作的同时性或即刻发生(“一边说着这话,一边就……” / “刚说完……立刻就……”)。此外,τὴν ἐπὶ Σπάρτης 省略了名词 ὁδόν,作表示路线的状语性宾格,意为“取道前往斯巴达的路”。
- 7.1.31ὥστʼ ἔργον εἶναι τοῖς ἡγεμόσιν ἀνείργειν τοὺς στρατιώτας ὠθουμένους εἰς τὸ πρόσθεν
在 ὥστε 引导的结果从句中,成语 ἔργον [ἐστί] 意为“是一件苦差事/极为困难”。不定式 ἀνείργειν(遏制)作实际主语,与格 τοῖς ἡγεμόσιν 表示其逻辑主体(行为者)。
- 7.1.32τοὺς μέντοι ἐν Σπάρτῃ ἔφασαν ἀκούσαντας ἀρξαμένους ἀπὸ Ἀγησιλάου καὶ τῶν γερόντων καὶ τῶν ἐφόρων πάντας κλαίειν
由主动词 ἔφασαν 引出的“宾格加不定式”间接引语结构。宾格主语为 τοὺς ἐν Σπάρτῃ(在斯巴达的人),并与后置的 πάντας 构成同位呼应。分词 ἀκούσαντας 以及固定分词短语 ἀρξαμένους ἀπό...(以……为始/以……为首)均在性、数、格上与该宾格主语保持一致。
