- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.1.19-7.1.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
科林斯城郊的交锋与绪拉古援军的活跃使盟军得以喘息并迫使底比斯军撤退;此后,吕科墨得斯激发起阿卡迪亚人的民族自豪感,率领他们在各地接连建立独立的战功。
ἐκβοηθήσαντες δέ τινες ψιλοὶ ἐκ τῆς πόλεως ἀπαντῶσι τῶν Θηβαίων τοῖς ἐπιλέκτοις οὐδὲ τέτταρα πλέθρα ἀπέχουσι τοῦ τείχους· καὶ ἀναβάντες ἐπὶ τὰ μνήματα καὶ τὰ ὑπερέχοντα χωρία, βάλλοντες καὶ ἀκοντίζοντες ἀποκτείνουσι τῶν πρώτων καὶ μάλα συχνούς, καὶ τρεψάμενοι ἐδίωκον ὡς τρία ἢ τέτταρα στάδια. τούτου δὲ γενομένου οἱ Κορίνθιοι τοὺς νεκροὺς πρὸς τὸ τεῖχος ἑλκύσαντες καὶ ὑποσπόνδους ἀποδόντες τροπαῖον ἔστησαν. καὶ ταύτῃ μὲν ἀνεψύχθησαν οἱ τῶν Λακεδαιμονίων σύμμαχοι.
然而,从城中冲出救援的一些轻装步兵在距城墙不到四普勒特隆处迎头遇上了底比斯人的精锐部队;他们登上陵墓和高地,通过投石和掷标枪杀死了大批敌军前锋,将其击溃并追击了三到四斯塔狄昂。此事发生后,科林斯人将尸体拖至城墙边,并在停战协定下归还了遗体,立起了胜利纪念碑。拉刻代蒙人的盟军由此得以稍作喘息。
ἅμα τε δὴ πεπραγμένων τούτων καταπλεῖ Λακεδαιμονίοις ἡ παρὰ Διονυσίου βοήθεια, τριήρεις πλέον ἢ εἴκοσιν· ἦγον δὲ Κελτούς τε καὶ Ἴβηρας καὶ ἱππέας ὡς πεντήκοντα. τῇ δʼ ὑστεραίᾳ οἱ Θηβαῖοί τε καὶ οἱ ἄλλοι αὐτῶν σύμμαχοι διαταξάμενοι καὶ ἐμπλήσαντες τὸ πεδίον μέχρι τῆς θαλάττης καὶ μέχρι τῶν ἐχομένων τῆς πόλεως γηλόφων ἔφθειρον εἴ τι χρήσιμον ἦν ἐν τῷ πεδίῳ. καὶ οἱ μὲν τῶν Ἀθηναίων καὶ οἱ τῶν Κορινθίων ἱππεῖς οὐ μάλα ἐπλησίαζον τῷ στρατεύματι, ὁρῶντες ἰσχυρὰ καὶ πολλὰ τἀντίπαλα· οἱ δὲ παρὰ τοῦ Διονυσίου ἱππεῖς, ὅσοιπερ ἦσαν, οὗτοι διεσκεδασμένοι ἄλλος ἄλλῃ παραθέοντες ἠκόντιζόν τε προσελαύνοντες, καὶ ἐπεὶ ὥρμων ἐπʼ αὐτούς, ἀνεχώρουν, καὶ πάλιν ἀναστρέφοντες ἠκόντιζον. καὶ ταῦτα ἅμα ποιοῦντες κατέβαινον ἀπὸ τῶν ἵππων καὶ ἀνεπαύοντο. εἰ δὲ καταβεβηκόσιν ἐπελαύνοιέν τινες, εὐπετῶς ἀναπηδῶντες ἀνεχώρουν. εἰ δʼ αὖ τινες διώξειαν αὐτοὺς πολὺ ἀπὸ τοῦ στρατεύματος, τούτους, ὁπότε ἀποχωροῖεν, ἐπικείμενοι καὶ ἀκοντίζοντες δεινὰ εἰργάζοντο, καὶ πᾶν τὸ στράτευμα ἠνάγκαζον ἑαυτῶν ἕνεκα καὶ προϊέναι καὶ ἀναχωρεῖν.
就在这些事情刚刚发生之际,来自狄奥尼修斯的援军乘着二十多艘三列桨座战船为拉刻代蒙人驶抵港口;他们运来了凯尔特人、伊比利亚人以及大约五十名骑兵。次日,底比斯人及其余盟友列开阵势,平原上一路直至海边、乃至与城池相邻的小丘都被他们挤满,他们摧毁了平原上所有可用之物。雅典人和科林斯人的骑兵鉴于敌军势大且人数众多,并未过度逼近敌阵;但来自狄奥尼修斯的骑兵尽管人数不多,却各自分散在各处穿插飞驰,策马逼近并投掷标枪;当敌军朝他们猛冲而来时,他们便撤退,随后再次转身回马投掷标枪。在做出这些动作的同时,他们还会下马稍作歇息。若有人趁他们下马时冲杀过来,他们便轻易跃上战马撤走。而若有人将他们追逐到远离大部队的地方,待这些人回撤之时,他们便紧逼上去投掷标枪,给敌军造成极大的杀伤,迫使敌人的整支大军为了应对他们而不得不时进时退。
μετὰ ταῦτα μέντοι οἱ Θηβαῖοι μείναντες οὐ πολλὰς ἡμέρας ἀπῆλθον οἴκαδε, καὶ οἱ ἄλλοι δὲ ἕκαστος οἴκαδε. ἐκ δὲ τούτου ἐμβάλλουσιν οἱ παρὰ Διονυσίου εἰς Σικυῶνα, καὶ μάχῃ μὲν νικῶσι τοὺς Σικυωνίους ἐν τῷ πεδίῳ, καὶ ἀπέκτειναν περὶ ἑβδομήκοντα· δέρας δὲ τεῖχος κατὰ κράτος αἱροῦσι. καὶ ἡ μὲν παρὰ Διονυσίου πρώτη βοήθεια ταῦτα πράξασα ἀπέπλευσεν εἰς Συρακούσας. Θηβαῖοι δὲ καὶ πάντες οἱ ἀποστάντες ἀπὸ Λακεδαιμονίων μέχρι μὲν τούτου τοῦ χρόνου ὁμοθυμαδὸν καὶ ἔπραττον καὶ ἐστρατεύοντο ἡγουμένων Θηβαίων.
此后,底比斯人仅逗留了没几天便回国了,其他各方也各自归国。紧接着,狄奥尼修斯的部队突入西库翁,在平原上的战斗中击败了西库翁人,歼敌约七十人,并强攻攻克了德拉斯堡垒。狄奥尼修斯派遣的第一批援军在建此战功后便启航返回绪拉古。底比斯人以及所有脱离拉刻代蒙的人,直到此时为止,一直都在底比斯人的领导下同心协力地行事和征战。
ἐγγενόμενος δέ τις Λυκομήδης Μαντινεύς, γένει τε οὐδενὸς ἐνδεὴς χρήμασί τε προήκων καὶ ἄλλως φιλότιμος, οὗτος ἐνέπλησε φρονήματος τοὺς Ἀρκάδας, λέγων ὡς μόνοις μὲν αὐτοῖς πατρὶς Πελοπόννησος εἴη, μόνοι γὰρ αὐτόχθονες ἐν αὐτῇ οἰκοῖεν, πλεῖστον δὲ τῶν Ἑλληνικῶν φύλων τὸ Ἀρκαδικὸν εἴη καὶ σώματα ἐγκρατέστατα ἔχοι. καὶ ἀλκιμωτάτους δὲ αὐτοὺς ἀπεδείκνυε, τεκμήρια παρεχόμενος ὡς ἐπικούρων ὁπότε δεηθεῖέν τινες, οὐδένας ᾑροῦντο ἀντʼ Ἀρκάδων. ἔτι δὲ οὔτε Λακεδαιμονίους πώποτε ἄνευ σφῶν ἐμβαλεῖν εἰς τὰς Ἀθήνας οὔτε νῦν Θηβαίους ἐλθεῖν ἄνευ Ἀρκάδων εἰς Λακεδαίμονα.
然而,曼蒂内亚人中出现了一个名叫吕科墨得斯的人,他出身不逊于任何人,资财丰厚,在其他方面也雄心勃勃。他使阿卡迪亚人心中充满了骄傲,宣称唯有他们才以伯罗奔尼撒为祖国,因为只有他们是作为土著居民居住于此的,而且阿卡迪亚部族在希腊各部族中人口最多、体魄最强健。他还证明他们最为英勇,并列举证据说,每当有人需要雇佣援军时,绝不会舍弃阿卡迪亚人而选择其他人。此外,拉刻代蒙人以往从未在没有他们的情况下入侵雅典,如今底比斯人也未在没有阿卡迪亚人的情况下来到拉刻代蒙。
ἐὰν οὖν σωφρονῆτε, τοῦ ἀκολουθεῖν ὅποι ἄν τις παρακαλῇ φείσεσθε·1 ὡς πρότερόν τε Λακεδαιμονίοις ἀκολουθοῦντες ἐκείνους ηὐξήσατε, νῦν δὲ ἂν Θηβαίοις εἰκῇ ἀκολουθῆτε καὶ μὴ κατὰ μέρος ἡγεῖσθαι ἀξιῶτε, ἴσως τάχα τούτους ἄλλους Λακεδαιμονίους εὑρήσετε. οἱ μὲν δὴ Ἀρκάδες ταῦτα ἀκούσαντες ἀνεφυσῶντό τε καὶ ὑπερεφίλουν τὸν Λυκομήδην καὶ μόνον ἄνδρα ἡγοῦντο· ὥστε ἄρχοντας ἔταττον οὕστινας ἐκεῖνος κελεύοι. καὶ ἐκ τῶν συμβαινόντων δὲ ἔργων ἐμεγαλύνοντο οἱ Ἀρκάδες· ἐμβαλόντων μὲν γὰρ εἰς Ἐπίδαυρον τῶν Ἀργείων, καὶ ἀποκλεισθέντων τῆς ἐξόδου ὑπό τε τῶν μετὰ Χαβρίου ξένων καὶ Ἀθηναίων καὶ Κορινθίων, βοηθήσαντες μάλα πολιορκουμένους ἐξελύσαντο τοὺς Ἀργείους,2 οὐ μόνον τοῖς ἀνδράσιν, ἀλλὰ καὶ τοῖς χωρίοις πολεμίοις χρώμενοι·3 στρατευσάμενοι δὲ καὶ εἰς Ἀσίνην τῆς Λακαίνης ἐνίκησάν τε τὴν τῶν Λακεδαιμονίων φρουρὰν καὶ τὸν Γεράνορα τὸν Σπαρτιάτην πολέμαρχον γεγενημένον ἀπέκτειναν καὶ τὸ προάστιον τῶν Ἀσιναίων ἐπόρθησαν. ὅπου δὲ βουληθεῖεν ἐξελθεῖν, οὐ νύξ, οὐ χειμών, οὐ μῆκος ὁδοῦ, οὐκ ὄρη δύσβατα ἀπεκώλυεν αὐτούς· ὥστε ἔν γε ἐκείνῳ τῷ χρόνῳ πολὺ ᾤοντο κράτιστοι εἶναι.
“因此,你们若有自知之明,就当克制自己,不要任凭他人召唤就随波逐流;正如先前你们追随拉刻代蒙人从而使他们坐大一样,如今你们若是盲目追随底比斯人而不要求轮流担任统帅,或许不久就会发现他们变成了另一群拉刻代蒙人。”阿卡迪亚人听完这些话后,狂妄之气大作,极其崇拜吕科墨得斯,甚至视他为当世唯一的伟丈夫;以至于凡是他指示的人,他们都任命为长官。而从随之发生的战事来看,阿卡迪亚人也确实愈发自负;因为当阿尔戈斯人入侵埃皮达夫罗斯,被卡布利亚斯麾下的雇佣军、雅典人以及科林斯人切断退路时,阿卡迪亚人出兵救援,解救了陷入重重包围的阿尔戈斯人,在这场战斗中,不仅敌军士兵,连险峻的地形也成了他们的敌人;随后他们又向拉科尼亚的阿西涅出征,击败了拉刻代蒙人的守备部队,击毙了担任斯巴达军团长的格拉诺尔,并洗劫了阿西涅人的郊区。无论他们想向何处出兵,不论黑夜、严冬、长途跋涉还是险峻山峰,都不能阻挡他们;以至于在那个时期,他们自认为绝对是最强大的力量。
- 7.1.24τοῦ ἀκολουθεῖν ὅποι ἄν τις παρακαλῇ φείσεσθε
动词 φείδομαι(意为“克制”、“节制”、“吝惜”)支配属格。此处带冠词不定式 τοῦ ἀκολουθεῖν 作其属格宾语,意为“克制追随……的举动”。后面的 ὅποι ἄν τις παρακαλῇ 是带 ἄν 和虚拟语气的泛指关系从句,充当不定式的方向补足语。
- 7.1.25ἐμβαλόντων μὲν γὰρ εἰς Ἐπίδαυρον τῶν Ἀργείων, καὶ ἀποκλεισθέντων τῆς ἐξόδου ... ἐξελύσαντο τοὺς Ἀργείους
属格独立结构(ἐμβαλόντων ... τῶν Ἀργείων, καὶ ἀποκλεισθέντων...)的逻辑主语 τῶν Ἀργείων 在主句中又作为及物动词 ἐξελύσαντο 的直接宾语(τοὺς Ἀργείους)出现。这是一种意义上的搭配(宽松的属格独立结构),先以属格概述背景缘由,随后在主句中指明动作承受者。
- 7.1.25οὐ μόνον τοῖς ἀνδράσιν, ἀλλὰ καὶ τοῖς χωρίοις πολεμίοις χρώμενοι
动词 χρώμενοι 所支配的与格(τοῖς ἀνδράσιν, τοῖς χωρίοις)带有一个作谓语修饰的形容词 πολεμίοις,意为“不仅将敌方兵士,也将地形视作敌对之物/强敌来进行应对”。
