← 色诺芬

希腊史

§7.1.10-7.1.18

盟军轮流统帅的决议与奥奈翁山失守

雅典人采纳了刻菲索多托斯的提议,决定与斯巴达每隔五天轮流统帅陆海军。随后在奥奈翁山防守战中,底比斯军发动拂晓突袭,而斯巴达军团长在完全有能力坚守据点的情况下,却与底比斯人达成有利敌方的停战协定撤军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1.10

ὡς δὲ καὶ ἀναγκαία οὐδὲν ἧττον τούτοις ἡ κατὰ γῆν ἐπιμέλεια ἢ ὑμῖν ἡ κατὰ θάλατταν ἐκ τῶν ἔργων ἔξεστι γιγνώσκειν. ὑμεῖς γὰρ τούτοις πολλὰ ἔτη πολεμοῦντες καὶ πολλάκις καταναυμαχοῦντες οὐδὲν προύργου ἐποιεῖτε1 πρὸς τὸ τούτους καταπολεμῆσαι. ἐπεὶ δὲ ἅπαξ ἡττήθησαν ἐν τῇ γῇ, εὐθὺς καὶ περὶ παίδων καὶ περὶ γυναικῶν καὶ περὶ ὅλης τῆς πόλεως κίνδυνος αὐτοῖς ἐγένετο.

而陆上的担当对他们而言丝毫不亚于海上的担当对你们而言的必要性,这是可以从实际战例中认清的。因为你们与他们作战多年,并在海战中屡屡击败他们,却在征服他们的战事上未见任何成效;但是一旦他们在陆上遭受了一次惨败,他们的子女、妻子以及整个城邦便立刻陷入了危难之中。

§7.1.11

πῶς οὖν οὐ τούτοις αὖ δεινὸν ἄλλοις μὲν ἐπιτρέπειν κατὰ γῆν ἡγεῖσθαι, αὐτοὺς δὲ ἄριστα τῶν κατὰ γῆν ἐπιμελεῖσθαι; ἐγὼ μὲν οὖν, ὥσπερ τῇ βουλῇ προβεβούλευται, ταῦτα εἴρηκά τε καὶ συμφορώτατα ἡγοῦμαι ἀμφοῖν εἶναι· ὑμεῖς δὲ εὐτυχοῖτε τὰ κράτιστα πᾶσιν ἡμῖν βουλευσάμενοι.

那么,他们若将陆上的统领权托付给他人,而他们自己本是在陆上事务中筹划得最出色的,这在他们看来又怎会不是一件可怕的事呢?我个人正如议事会所作的预案那样陈述了这些,并认为这对于双方都是最有利的;愿你们作出对我们全员最佳的决议,得享神佑。”

§7.1.12

ὁ μὲν ταῦτʼ εἶπεν. οἱ δʼ Ἀθηναῖοί τε καὶ οἱ τῶν Λακεδαιμονίων παρόντες ἐπῄνεσαν ἀμφότεροι ἰσχυρῶς τὸν λόγον αὐτοῦ. Κηφισόδοτος δὲ παρελθών· ἄνδρες Ἀθηναῖοι, ἔφη, οὐκ αἰσθάνεσθε ἐξαπατώμενοι; ἀλλʼ ἐὰν ἀκούσητέ μου, ἐγὼ ὑμῖν αὐτίκα μάλα ἐπιδείξω. ἤδη γὰρ ἡγήσεσθε κατὰ θάλατταν· Λακεδαιμόνιοι δὲ ὑμῖν ἐὰν συμμαχῶσι, δῆλον ὅτι πέμψουσι τοὺς μὲν τριηράρχους Λακεδαιμονίους καὶ ἴσως τοὺς ἐπιβάτας, οἱ δὲ ναῦται δῆλον ὅτι ἔσονται ἢ Εἵλωτες ἢ μισθοφόροι.

他说了这些话;雅典人和在场的拉刻代蒙人双方都极力赞赏他的演说。但刻菲索多托斯走上前来说道:“雅典的公民们,你们难道没有察觉到自己正在受骗吗?只要你们听我说,我立刻就能向你们证明这一点。你们确实将在海上行使统率权;然而拉刻代蒙人若是作为盟友与你们共事,显然他们派遣的拉刻代蒙人将是三列桨座战船的舰长,或许还有重装水兵,而桨手们则显然要么是希洛人,要么是雇佣兵。

§7.1.13

οὐκοῦν ὑμεῖς μὲν τούτων ἡγήσεσθε. οἱ δὲ Λακεδαιμόνιοι ὅταν παραγγείλωσιν ὑμῖν κατὰ γῆν στρατείαν, δῆλον ὅτι πέμψετε τοὺς ὁπλίτας καὶ τοὺς ἱππέας. οὐκοῦν οὕτως ἐκεῖνοι μὲν ὑμῶν αὐτῶν γίγνονται ἡγεμόνες, ὑμεῖς δὲ τῶν ἐκείνων δούλων καὶ ἐλαχίστου ἀξίων. ἀπόκριναι δέ μοι, ἔφη, ὦ Λακεδαιμόνιε Τιμόκρατες, οὐκ ἄρτι ἔλεγες ὡς ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις ἥκοις τὴν συμμαχίαν ποιούμενος; εἶπον ταῦτα.

因此,你们所统领的不过是这些人而已。反之,当拉刻代蒙人向你们发出陆上出兵的命令时,你们显然会派遣自己的重装步兵和骑兵。如此一来,他们便成了你们自身的统治者,而你们却成了他们的奴隶以及最为卑贱之人的指挥官。回答我,”他说道,“拉刻代蒙人蒂莫克拉泰斯,你刚才不是说,你来此是为了按照平等对等的条件建立同盟吗?”“我是这么说的。”

§7.1.14

ἔστιν οὖν, ἔφη ὁ Κηφισόδοτος, ἰσαίτερον ἢ ἐν μέρει μὲν ἑκατέρους ἡγεῖσθαι τοῦ ναυτικοῦ, ἐν μέρει δὲ τοῦ πεζοῦ, καὶ ὑμᾶς τε, εἴ τι ἀγαθόν ἐστιν ἐν τῇ κατὰ θάλατταν ἀρχῇ, τούτων μετέχειν, καὶ ἡμᾶς ἐν τῇ κατὰ γῆν; ἀκούσαντες ταῦτα οἱ Ἀθηναῖοι μετεπείσθησαν, καὶ ἐψηφίσαντο κατὰ πενθήμερον ἑκατέρους ἡγεῖσθαι.

“那么,”刻菲索多托斯说,“难道还有比双方轮流统帅海军、轮流统帅陆军,且海权统治中若有任何益处,你们得以分享其中,我们在陆权统治中也得以分享其中更为平等的事吗?”雅典人听完这些话后改变了主意,投票决定双方每隔五天轮流统帅一次。

§7.1.15

στρατευομένων δʼ ἀμφοτέρων αὐτῶν καὶ τῶν συμμάχων εἰς Κόρινθον ἔδοξε κοινῇ φυλάττειν τὸ Ὄνειον. καὶ ἐπεὶ ἐπορεύοντο οἱ Θηβαῖοι καὶ οἱ σύμμαχοι, παραταξάμενοι ἐφύλαττον ἄλλος ἄλλοθεν τοῦ Ὀνείου, Λακεδαιμόνιοι δὲ καὶ Πελληνεῖς κατὰ τὸ ἐπιμαχώτατον. οἱ δὲ Θηβαῖοι καὶ οἱ σύμμαχοι ἐπεὶ ἀπεῖχον τῶν φυλαττόντων τριάκοντα στάδια, κατεστρατοπεδεύσαντο ἐν τῷ πεδίῳ. συντεκμηράμενοι δὲ ἡνίκʼ ἂν ᾤοντο ὁρμηθέντες καθανύσαι ἅμα κνέφᾳ, πρὸς τὴν τῶν Λακεδαιμονίων φυλακὴν ἐπορεύοντο.

当双方自身及其盟友向科林斯出征时,他们决定共同把守奥奈翁山。及至底比斯人及其盟友进军而来时,他们各自布防在奥奈翁山的不同地段进行守卫,而拉刻代蒙人和佩莱涅人则把守在最易受攻之处。底比斯人及其盟友在距守军三十斯塔狄昂处扎营于平原上。他们推算好了自己认为何时启程便可在破晓时分抵达的时间,于是向拉刻代蒙人的守卫点进发。

§7.1.16

καὶ μέντοι οὐκ ἐψεύσθησαν τῆς ὥρας, ἀλλʼ ἐπιπίπτουσι τοῖς Λακεδαιμονίοις καὶ τοῖς Πελληνεῦσιν ἡνίκα αἱ μὲν νυκτεριναὶ φυλακαὶ ἤδη ἔληγον, ἐκ δὲ τῶν στιβάδων ἀνίσταντο ὅποι ἐδεῖτο ἕκαστος. ἐνταῦθα οἱ Θηβαῖοι προσπεσόντες ἔπαιον παρεσκευασμένοι ἀπαρασκευάστους καὶ συντεταγμένοι ἀσυντάκτους.

事实上,他们完全没有料错时间,而是在夜间岗哨已经结束、众人正从草垫上爬起来各自去办私事之际,猛扑向拉刻代蒙人和佩莱涅人。此时底比斯人一拥而上,以有备击无备,以列阵严整之军攻混乱不堪之众,大肆砍杀。

§7.1.17

ὡς δὲ οἱ σωθέντες ἐκ τοῦ πράγματος ἀπέφυγον ἐπὶ τὸν ἐγγύτατα λόφον, ἐξὸν τῷ Λακεδαιμονίων πολεμάρχῳ λαβόντι ὁπόσους μὲν ἐβούλετο τῶν συμμάχων ὁπλίτας, ὁπόσους δὲ πελταστάς, κατέχειν τὸ χωρίον,2 καὶ γὰρ τὰ ἐπιτήδεια ἐξῆν ἀσφαλῶς ἐκ Κεγχρειῶν κομίζεσθαι, οὐκ ἐποίησε ταῦτα, ἀλλὰ μάλα ἀπορούντων τῶν Θηβαίων πῶς χρὴ ἐκ τοῦ πρὸς Σικυῶνα βλέποντος καταβῆναι ἢ πάλιν ἀπελθεῖν, σπονδὰς ποιησάμενος, ὡς τοῖς πλείστοις ἐδόκει, πρὸς Θηβαίων μᾶλλον ἢ πρὸς ἑαυτῶν,3 οὕτως ἀπῆλθε καὶ τοὺς μεθʼ αὑτοῦ ἀπήγαγεν.

在这一事变中幸存的人逃往最近的一座小山丘后,尽管拉刻代蒙人的军团长本可随心所欲地调集盟军的重装步兵和轻盾兵来坚守这处据点——因为粮饷物资确实可以安全地从肯克瑞艾运来——但他并没有这么做。相反,在底比斯人正为究竟如何从朝向西库翁的一侧下山还是原路退回而大感困惑之际,他缔结了停战协定——在大多数人看来,这一协定更有利于底比斯人,而非他们自己——他便如此撤离,并带走了部下。

§7.1.18

οἱ δὲ Θηβαῖοι ἀσφαλῶς καταβάντες καὶ συμμείξαντες τοῖς ἑαυτῶν συμμάχοις, Ἀρκάσι τε καὶ Ἀργείοις καὶ Ἠλείοις, εὐθὺς μὲν προσέβαλον πρὸς Σικυῶνα καὶ Πελλήνην· στρατευσάμενοι δὲ εἰς Ἐπίδαυρον ἐδῄωσαν αὐτῶν πᾶσαν τὴν χώραν. ἀναχωροῦντες δὲ ἐκεῖθεν μάλα πάντων ὑπεροπτικῶς τῶν ἐναντίων, ὡς ἐγένοντο ἐγγὺς τοῦ Κορινθίων ἄστεως, δρόμῳ ἐφέροντο πρὸς τὰς πύλας τὰς ἐπὶ Φλειοῦντα ἰόντι,4 ὡς εἰ ἀνεῳγμέναι τύχοιεν, εἰσπεσούμενοι.

底比斯人安全下山后,与自己的盟友阿卡迪亚人、阿尔戈斯人以及厄利斯人汇合,随即对西库翁和佩莱涅发起进攻;接着进军埃皮达夫罗斯,摧毁了他们的整个乡村地区。他们从那里撤退时极其轻视所有对手,当逼近科林斯人的城池时,便朝着通往弗利乌斯方向的城门飞奔冲去,打算城门若是碰巧开着就一举杀入。

语法注4 条
  1. 7.1.10οὐδὲν προύργου ἐποιεῖτε

    προύργου(由 πρὸ ἔργου 缩合并成)是表示“有利的”、“有成效的”惯用短语,与 ποιέω 连用表示“有所成效、取得成果”,此处与否定代词 οὐδέν 搭配,意为“未见任何成效”。

  2. 7.1.17ἐξὸν τῷ Λακεδαιμονίων πολεμάρχῳ λαβόντι ... κατέχειν τὸ χωρίον

    此处使用了非人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成的宾格绝对独立结构(表示“本可以……然而”)。其逻辑主语由与格 τῷ ... πολεμάρχῳ 承担,分词 λαβόντι 与之保持格一致。整个结构相对于主句 οὐκ ἐποίησε ταῦτα 具有让步从句的功能。

  3. 7.1.17πρὸς Θηβαίων μᾶλλον ἢ πρὸς ἑαυτῶν

    介词 πρός 后接属格在此表示利益立场,意为“偏向于……一方”、“有利于……”(即“更有利于底比斯人,而非他们自己”)。

  4. 7.1.18ἐπὶ Φλειοῦντα ἰόντι

    分词 ἰόντι 为阳性单数与格,属于地理方位指示中常见的“行路人/视点与格”(表示“对朝向弗利乌斯走去的人而言”,即“通往弗利乌斯的城门”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.1.10-7.1.18