- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:7.1.1-7.1.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在雅典与斯巴达缔结同盟的谈判中,使节普罗克勒斯根据两国的地理条件、海陆经验与国情差异,主张雅典应当掌管海上指挥权,而斯巴达应当统领陆上指挥权。
τῷ δʼ ὑστέρῳ ἔτει Λακεδαιμονίων καὶ τῶν συμμάχων πρέσβεις ἦλθον αὐτοκράτορες Ἀθήναζε, βουλευσόμενοι καθʼ ὅ τι ἡ συμμαχία Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἔσοιτο. λεγόντων δὲ πολλῶν μὲν ξένων, πολλῶν δὲ Ἀθηναίων, ὡς δέοι ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις τὴν συμμαχίαν εἶναι, Προκλῆς Φλειάσιος εἶπε τόνδε τὸν λόγον.
次年,拉刻代蒙人及其盟邦的全权使节来到雅典,商议拉刻代蒙人与雅典人之间的同盟应当在何种条件之下建立。在许多外邦人和许多雅典人都主张同盟应当建立在平等与对等的基础上时,弗利乌斯的普罗克勒斯发表了如下演说:
ἐπείπερ, ὦ ἄνδρες Ἀθηναῖοι, ἀγαθὸν ὑμῖν ἔδοξεν εἶναι Λακεδαιμονίους φίλους ποιεῖσθαι, δοκεῖ μοι χρῆναι τοῦτο σκοπεῖν, ὅπως ἡ φιλία ὅτι πλεῖστον χρόνον συμμενεῖ. ἐὰν οὖν ᾗ ἑκατέροις μάλιστα συνοίσει, ταύτῃ καὶ τὰς συνθήκας ποιησώμεθα, οὕτω κατά γε τὸ εἰκὸς μάλιστα συμμένοιμεν ἄν.1 τὰ μὲν οὖν ἄλλα σχεδόν τι συνωμολόγηται, περὶ δὲ τῆς ἡγεμονίας νῦν ἡ σκέψις. τῇ μὲν οὖν βουλῇ προβεβούλευται ὑμετέραν μὲν εἶναι τὴν κατὰ θάλατταν, Λακεδαιμονίων δὲ τὴν κατὰ γῆν·2 ἐμοὶ δὲ καὶ αὐτῷ δοκεῖ ταῦτα οὐκ ἀνθρωπίνῃ μᾶλλον ἢ θείᾳ φύσει τε καὶ τύχῃ διωρίσθαι.
“雅典的公民们,既然你们认为与拉刻代蒙人结为盟友是一件好事,我认为就必须考虑这一点:如何才能使这一友谊维持得最长久。因此,如果我们以对双方最为有利的方式来订立盟约,那么按照常理,我们便能最好地保持持久的团结。在其他事情上,大家几乎已经达成共识,而目前的研讨则是围绕领导权展开的。议事会确实已经提出预案,主张海上的指挥权归你们,而陆上的指挥权归拉刻代蒙人;在我自己看来,这些事情与其说是出于人为,不如说是出于神意的本性与命运的裁定。
πρῶτον μὲν γὰρ τόπον ἔχετε κάλλιστα πεφυκότα πρὸς τοῦτο· πλεῖσται γὰρ πόλεις τῶν δεομένων τῆς θαλάττης περὶ τὴν ὑμετέραν πόλιν οἰκοῦσι, καὶ αὗται πᾶσαι ἀσθενέστεραι τῆς ὑμετέρας. πρὸς τούτοις δὲ λιμένας ἔχετε, ὧν ἄνευ οὐχ οἷόν τε ναυτικῇ δυνάμει χρῆσθαι. ἔτι δὲ τριήρεις κέκτησθε πολλάς, καὶ πάτριον ὑμῖν ἐστι ναυτικὸν ἐπικτᾶσθαι.
因为首先,你们拥有为此得天独厚的地理位置;在需要海洋的城邦中,绝大多数都居住在你们的城邦周围,而它们全都不如你们强大。此外,你们拥有港口,没有港口就无法使用海军力量。再者,你们拥有许多三列桨座战船,且扩充海军本就是你们祖传的传统。
ἀλλὰ μὴν τάς γε τέχνας τὰς περὶ ταῦτα πάσας οἰκείας ἔχετε. καὶ μὴν ἐμπειρίᾳ γε πολὺ προέχετε τῶν ἄλλων περὶ τὰ ναυτικά· ὁ γὰρ βίος τοῖς πλείστοις ὑμῶν ἀπὸ τῆς θαλάττης· ὥστε τῶν ἰδίων ἐπιμελόμενοι ἅμα καὶ τῶν κατὰ θάλατταν ἀγώνων ἔμπειροι γίγνεσθε. ἔτι δὲ καὶ τόδε· οὐδαμόθεν ἂν τριήρεις πλείους ἁθρόαι ἐκπλεύσειαν ἢ παρʼ ὑμῶν. ἔστι δὲ τοῦτο οὐκ ἐλάχιστον πρὸς ἡγεμονίαν· πρὸς γὰρ τὸ πρῶτον ἰσχυρὸν γενόμενον ἥδιστα πάντες συλλέγονται.
不仅如此,凡与这些相关的技术,你们全都了然于心。而且,在海军事务的经验上,你们远胜于其他人;因为你们大多数人的生计都依赖海洋,因而在经营私事的同时,也练就了在海上征战的经验。此外还有这一点:没有任何地方能够比你们这里一次性出动更多集结的三列桨座战船。而这对于获取领导权绝非微不足道;因为凡是首先展现出强大实力的一方,所有人都会最乐意聚集在其周围。
ἔτι δὲ καὶ ἀπὸ τῶν θεῶν δέδοται ὑμῖν εὐτυχεῖν ἐν τούτῳ· πλείστους γὰρ καὶ μεγίστους ἀγῶνας ἠγωνισμένοι κατὰ θάλατταν ἐλάχιστα μὲν ἀποτετυχήκατε, πλεῖστα δὲ κατωρθώκατε. εἰκὸς οὖν καὶ τοὺς συμμάχους μεθʼ ὑμῶν ἂν ἥδιστα τούτου τοῦ κινδύνου μετέχειν.
再者,神明也赐予你们在这一领域享有好运;因为你们在海上经历了最多、最重大的战斗,失利极少,而成功最多。因此,盟友们自然也会最乐意与你们一同分担这一危险。
ὡς δὲ δὴ καὶ ἀναγκαία καὶ προσήκουσα ὑμῖν αὕτη ἡ ἐπιμέλεια ἐκ τῶνδε ἐνθυμήθητε. Λακεδαιμόνιοι ὑμῖν ἐπολέμουν ποτὲ πολλὰ ἔτη, καὶ κρατοῦντες τῆς χώρας οὐδὲν προύκοπτον εἰς τὸ ἀπολέσαι ὑμᾶς. ἐπεὶ δʼ ὁ θεὸς ἔδωκέ ποτε αὐτοῖς κατὰ θάλατταν ἐπικρατῆσαι, εὐθὺς ὑπʼ ἐκείνοις παντελῶς ἐγένεσθε. οὐκοῦν εὔδηλον ἐν τούτοις ἐστὶν ὅτι ἐκ τῆς θαλάττης ἅπασα ὑμῖν ἤρτηται σωτηρία.
而这份担当对你们而言是何等必要且相宜,请从以下事实中加以体会。拉刻代蒙人曾经与你们交战多年,他们虽然控制了〔你们的〕领土,但在消灭你们方面却毫无进展;然而,一旦神明使他们有一次在海上占据上风,你们便立刻彻底受制于他们。由此可见,在这些事情中显然表明,你们的一切安危都维系于海洋。
οὕτως οὖν πεφυκότων πῶς ἂν ἔχοι καλῶς ὑμῖν Λακεδαιμονίοις ἐπιτρέψαι κατὰ θάλατταν ἡγεῖσθαι, οἳ πρῶτον μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν ἀπειρότεροι ὑμῶν τούτου τοῦ ἔργου εἶναι, ἔπειτα δʼ οὐ περὶ τῶν ἴσων ὁ κίνδυνός ἐστιν ἐν τοῖς κατὰ θάλατταν ἀγῶσιν, ἀλλʼ ἐκείνοις μὲν περὶ τῶν ἐν ταῖς τριήρεσι μόνον ἀνθρώπων, ὑμῖν δὲ καὶ περὶ παίδων καὶ γυναικῶν καὶ ὅλης τῆς πόλεως;
既然事物的性质如此,你们若将海上的统帅权托付给拉刻代蒙人,又怎会妥当呢?他们首先自己就承认在这一事务上比你们欠缺经验;其次,在海战中面临的危险也不是平等的:对他们而言,涉险的仅仅是战船上的人员,但对你们而言,涉险的不仅有妇孺,更有整个城邦。
τὰ μὲν δὴ ὑμέτερα οὕτως ἔχει· τὰ δὲ δὴ τῶν Λακεδαιμονίων ἐπισκέψασθε. πρῶτον μὲν γὰρ οἰκοῦσιν ἐν μεσογαίᾳ· ὥστε τῆς γῆς κρατοῦντες καὶ εἰ θαλάττης εἴργοιντο, δύναιντʼ ἂν καλῶς διαζῆν. ἐγνωκότες οὖν καὶ οὗτοι ταῦτα εὐθὺς ἐκ παίδων πρὸς τὸν κατὰ γῆν πόλεμον τὴν ἄσκησιν ποιοῦνται. καὶ τὸ πλείστου δὲ ἄξιον, τὸ πείθεσθαι τοῖς ἄρχουσιν, οὗτοι μὲν κράτιστοι κατὰ γῆν, ὑμεῖς δὲ κατὰ θάλατταν.3
你们的情况固然如此;现在请考察一下拉刻代蒙人的情况。首先,他们居住在内陆;因此,只要掌控了陆地,即便被隔绝于海洋,他们也能够安居乐业。于是他们也看清了这一点,自幼便开展针对陆战的训练。而最具价值的品质——服从长官——在这方面,他们在陆上最为杰出,正如你们在海上最为杰出一样。
ἔπειτα δὲ ὥσπερ ὑμεῖς ναυτικῷ, οὕτως αὖ ἐκεῖνοι κατὰ γῆν πλεῖστοι καὶ τάχιστʼ ἂν ἐξέλθοιεν· ὥστε πρὸς τούτους αὖ εἰκὸς τοὺς συμμάχους εὐθαρσεστάτους προσιέναι. ἔτι δὲ καὶ ὁ θεὸς αὐτοῖς δέδωκεν, ὥσπερ ὑμῖν κατὰ θάλατταν εὐτυχεῖν, οὕτως ἐκείνοις κατὰ γῆν· πλείστους γὰρ αὖ οὗτοι ἀγῶνας ἐν τῇ γῇ ἠγωνισμένοι ἐλάχιστα μὲν ἐσφαλμένοι εἰσί, πλεῖστα δὲ κατωρθωκότες.
其次,正如你们能凭借海军出动一样,他们在陆上也同样能够以最庞大的兵力和最迅捷的速度出征;因此,盟友们自然也会最安心地奔赴他们那里。此外,正如神明赐予你们在海上享有好运一样,神也赐予了他们在陆上享有好运;因为他们同样在陆地上经历了最多的战斗,受挫极少,而获胜最多。”
- 7.1.2ἐὰν οὖν ᾗ ἑκατέροις μάλιστα συνοίσει, ταύτῃ καὶ τὰς συνθήκας ποιησώμεθα, οὕτω κατά γε τὸ εἰκὸς μάλιστα συμμένοιμεν ἄν.
这是一个混合条件句(mixed conditional):条件从句 ἐὰν ... ποιησώμεθα 使用连接式表示针对未来行动的现实假设,而主句 οὕτω ... συμμένοιμεν ἄν 则使用 ἄν 配合祈愿式表示委婉的潜能推测('我们理应能够最长久地维持联合')。
- 7.1.2τῇ μὲν οὖν βουλῇ προβεβούλευται ὑμετέραν μὲν εἶναι τὴν κατὰ θάλατταν, Λακεδαιμονίων δὲ τὴν κατὰ γῆν
动词 προβεβούλευται 为无人称完成时被动态('议事会已拟定预案'),其主语是后接的宾格不定词短语 ὑμετέραν ... εἶναι τὴν κατὰ θάλατταν。两处阴性冠词 τὴν 均承接前一句中的核心名词 ἡγεμονίαν(领导权/统率权)。
- 7.1.8καὶ τὸ πλείστου δὲ ἄξιον, τὸ πείθεσθαι τοῖς ἄρχουσιν, οὗτοι μὲν κράτιστοι κατὰ γῆν, ὑμεῖς δὲ κατὰ θάλατταν.
句首的 καὶ τὸ πλείστου δὲ ἄξιον, τὸ πείθεσθαι τοῖς ἄρχουσιν 并非主谓结构的标准主语,而是作为概括全句的同位语或话题性独立结构('至于最具价值的一点,即服从长官')。后半句 οὗτοι μὲν κράτιστοι ... ὑμεῖς δὲ ... 中省略了系动词 εἰσί / ἐστέ,在服从纪律这一品质上将斯巴达的陆战与雅典的海战形成工整的对仗。
