- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.5.46-6.5.52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
听罢普罗克勒斯的演说,雅典人表决通过全军出击救援斯巴达并任命伊菲克拉特斯为将,但他阻击底比斯撤军的军事行动却漏洞百出,侦察骑兵亦遭受损失。
ὁρῶ δὲ καὶ Θηβαίους, οἳ τότε οὐκ ἔπεισαν Λακεδαιμονίους ἐξανδραποδίσασθαι ὑμᾶς, νῦν δεομένους ὑμῶν περιιδεῖν ἀπολομένους τοὺς σώσαντας ὑμᾶς. τῶν μὲν οὖν ὑμετέρων προγόνων καλὸν λέγεται,1 ὅτε τοὺς Ἀργείων τελευτήσαντας ἐπὶ τῇ Καδμείᾳ οὐκ εἴασαν ἀτάφους γενέσθαι· ὑμῖν δὲ πολὺ κάλλιον ἂν γένοιτο, εἰ τοὺς ἔτι ζῶντας Λακεδαιμονίων μήτε ὑβρισθῆναι μήτε ἀπολέσθαι ἐάσαιτε.
我也看到底比斯人——当时未能说服拉刻代蒙人将你们贬为奴隶的正是他们——如今却恳求你们坐视那些曾拯救你们的人灭亡。关于你们的先祖,人们传颂着一件美事,即当阿尔戈斯人死在卡德墨亚城下时,他们并未任其曝尸不葬;然而,如果你们既不容许尚且活着的拉刻代蒙人遭受凌辱,也不任其灭亡,那对于你们而言将是一件远为更美的事。
καλοῦ γε μὴν κἀκείνου ὄντος, ὅτε σχόντες τὴν Εὐρυσθέως ὕβριν διεσώσατε τοὺς Ἡρακλέους παῖδας, πῶς οὐ καὶ ἐκείνου τόδε κάλλιον, εἰ μὴ μόνον τοὺς ἀρχηγέτας, ἀλλὰ καὶ ὅλην τὴν πόλιν περισώσαιτε; πάντων δὲ κάλλιστον, εἰ ψήφῳ ἀκινδύνῳ σωσάντων ὑμᾶς τότε τῶν Λακεδαιμονίων,2 νῦν ὑμεῖς σὺν ὅπλοις τε καὶ διὰ κινδύνων ἐπικουρήσετε αὐτοῖς.
诚然,当年你们遏制欧律斯透斯的暴虐并保全赫拉克勒斯的子嗣,那也是一件美事;但如果你们不仅拯救首领们,而且保全这整个城邦,这难道不比那件事更为美好吗?而最美好的莫过于:当年拉刻代蒙人是用毫无危险的投票拯救了你们,如今你们却要拿起武器、历经危险前去救援他们。
ὁπότε δὲ καὶ ἡμεῖς ἀγαλλόμεθα οἱ συναγορεύοντες βοηθῆσαι ἀνδράσιν ἀγαθοῖς, ἦ που ὑμῖν γε τοῖς ἔργῳ δυναμένοις βοηθῆσαι γενναῖα ἂν ταῦτα φανείη, εἰ πολλάκις καὶ φίλοι καὶ πολέμιοι γενόμενοι Λακεδαιμονίοις μὴ ὧν ἐβλάβητε μᾶλλον ἢ ὧν εὖ ἐπάθετε μνησθείητε3 καὶ χάριν ἀποδοίητε αὐτοῖς μὴ ὑπὲρ ὑμῶν αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ πάσης τῆς Ἑλλάδος, ὅτι ἄνδρες ἀγαθοὶ ὑπὲρ αὐτῆς ἐγένοντο.
既然连我们这些仅仅一同主张援助勇士的人都感到欣喜自豪,那么对你们这些有能力付诸实际行动予以援助的人而言,如果你们曾多次与拉刻代蒙人时而为友、时而为敌,却能记住他们施予的恩惠而非自己遭受的损害,并且不仅为你们自己、而且为了全希腊而向他们报恩——因为他们曾为了希腊展现出英勇之气——这难道不显得极其崇高吗?”
μετὰ ταῦτα ἐβουλεύοντο οἱ Ἀθηναῖοι, καὶ τῶν μὲν ἀντιλεγόντων οὐκ ἠνείχοντο ἀκούοντες, ἐψηφίσαντο δὲ βοηθεῖν πανδημεί, καὶ Ἰφικράτην στρατηγὸν εἵλοντο. ἐπεὶ δὲ τὰ ἱερὰ ἐγένετο καὶ παρήγγειλεν ἐν Ἀκαδημείᾳ δειπνοποιεῖσθαι, πολλοὺς ἔφασαν προτέρους αὐτοῦ Ἰφικράτους ἐξελθεῖν. ἐκ δὲ τούτου ἡγεῖτο μὲν ὁ Ἰφικράτης, οἱ δʼ ἠκολούθουν, νομίζοντες ἐπὶ καλόν τι ἔργον ἡγήσεσθαι. ἐπεὶ δὲ ἀφικόμενος εἰς Κόρινθον διέτριβέ τινας ἡμέρας, εὐθὺς μὲν ἐπὶ ταύτῃ τῇ διατριβῇ πρῶτον ἔψεγον αὐτόν· ὡς δʼ ἐξήγαγέ ποτε, προθύμως μὲν ἠκολούθουν ὅποι ἡγοῖτο, προθύμως δʼ, εἰ πρὸς τεῖχος προσάγοι, προσέβαλλον.
在这之后,雅典人举行商议,他们根本不耐烦听取反对者的言论,投票决定动员全国力量前往救援,并推选伊菲克拉特斯为将领。当完成祭祀并下达在阿卡德米亚就餐的命令后,据说许多人甚至比伊菲克拉特斯本人还要先出城。随后伊菲克拉特斯统领在前,士兵们紧随其后,坚信他将带领他们成就一番美事。然而,当他抵达科林斯并逗留了数日时,众人立刻首先为了这番拖延而指责他;可一旦他率军出动,无论他引向何方,他们都热情地追随,若带他们攻打城墙,他们也都热情地发起冲击。
τῶν δʼ ἐν τῇ Λακεδαίμονι πολεμίων Ἀρκάδες μὲν καὶ Ἀργεῖοι καὶ Ἠλεῖοι πολλοὶ ἀπεληλύθεσαν, ἅτε ὅμοροι οἰκοῦντες, οἱ μὲν ἄγοντες οἱ δὲ φέροντες ὅ τι ἡρπάκεσαν. οἱ δὲ Θηβαῖοι καὶ οἱ ἄλλοι τὰ μὲν καὶ διὰ τοῦτο ἀπιέναι ἐβούλοντο ἐκ τῆς χώρας, ὅτι ἑώρων ἐλάττονα τὴν στρατιὰν καθʼ ἡμέραν γιγνομένην, τὰ δέ, ὅτι σπανιώτερα τὰ ἐπιτήδεια ἦν· τὰ μὲν γὰρ ἀνήλωτο, τὰ δὲ διήρπαστο, τὰ δὲ ἐξεκέχυτο, τὰ δὲ κατεκέκαυτο· πρὸς δʼ ἔτι καὶ χειμὼν ἦν, ὥστʼ ἤδη πάντες ἀπιέναι ἐβούλοντο.
至于在拉刻代蒙境内的敌军,许多阿卡迪亚人、阿尔戈斯人和厄利斯人,由于居于邻近,已经各自驱赶着牲畜或携带搜刮来的财物撤离了。底比斯人及其余各邦之所以想要离开该地,一方面是因为眼见军队日益减少,另一方面是因为粮秣越发匮乏;因为一部分已经被消耗殆尽,一部分被劫掠,一部分被糟蹋,一部分被烧光;再加上时值冬季,所以众人都已迫不及待想要撤退。
ὡς δʼ ἐκεῖνοι ἀπεχώρουν ἐκ τῆς Λακεδαίμονος, οὕτω δὴ καὶ ὁ Ἰφικράτης τοὺς Ἀθηναίους ἀπῆγεν ἐκ τῆς Ἀρκαδίας εἰς Κόρινθον. εἰ μὲν οὖν ἄλλο τι καλῶς ἐστρατήγησεν, οὐ ψέγω· ἐκεῖνα μέντοι ἃ ἐν τῷ χρόνῳ ἐκείνῳ ἔπραξε, πάντα εὑρίσκω τὰ μὲν μάτην, τὰ δὲ καὶ ἀσυμφόρως πεπραγμένα αὐτῷ.4 ἐπιχειρήσας μὲν γὰρ φυλάττειν ἐπὶ τῷ Ὀνείῳ, ὅπως μὴ δύναιντο οἱ Βοιωτοὶ ἀπελθεῖν οἴκαδε, παρέλιπεν ἀφύλακτον τὴν καλλίστην παρὰ Κεγχρειὰς πάροδον.
正当敌军从拉刻代蒙撤退时,伊菲克拉特斯同样率领雅典人从阿卡迪亚撤回科林斯。如果说他在其他方面指挥得当,我并不加以非难;然而他在那个时期所做的事情,我发现他做得全都不是徒劳无功,就是招致不利。因为他虽然企图在奥内翁山扼守,以防波奥提亚人返回家园,却偏偏将靠近肯克瑞埃最平坦便利的通道弃之不守。
μαθεῖν δὲ βουλόμενος εἰ παρεληλυθότες εἶεν οἱ Θηβαῖοι τὸ Ὄνειον ἔπεμψε σκοποὺς τούς τε Ἀθηναίων ἱππέας καὶ τοὺς Κορινθίων ἅπαντας. καίτοι ἰδεῖν μὲν οὐδὲν ἧττον ὀλίγοι τῶν πολλῶν ἱκανοί· εἰ δὲ δέοι ἀποχωρεῖν, πολὺ ῥᾷον τοῖς ὀλίγοις ἢ τοῖς πολλοῖς καὶ ὁδοῦ εὐπόρου τυχεῖν καὶ καθʼ ἡσυχίαν ἀποχωρῆσαι. τὸ δὲ πολλούς τε προσάγειν καὶ ἥττονας τῶν ἐναντίων πῶς οὐ πολλὴ ἀφροσύνη; καὶ γὰρ δὴ ἅτε ἐπὶ πολὺ παραταξάμενοι χωρίον οἱ ἱππεῖς διὰ τὸ πολλοὶ εἶναι, ἐπεὶ ἔδει ἀποχωρεῖν, πολλῶν καὶ χαλεπῶν χωρίων ἐπελάβοντο· ὥστε οὐκ ἐλάττους ἀπώλοντο εἴκοσιν ἱππέων. καὶ τότε μὲν οἱ Θηβαῖοι ὅπως ἐβούλοντο ἀπῆλθον.
为了查明底比斯人是否已经越过奥内翁山,他派出了雅典骑兵和科林斯的全部骑兵充当侦察。然而,单纯为了观察哨探,少数人绝不亚于多数人;而如果需要撤退,少数人也比多数人更容易找到通畅的道路并从容退却。然而带去如此大批兵力,却依然少于敌人,这难道不是极大的愚蠢吗?事实上,正是由于人数众多而在大片土地上展开阵势的骑兵们,在不得不撤退时陷入了许多险峻难行的地形;以致损失了不下二十名骑兵。而底比斯人便如其所愿地安然撤离了。
- 6.5.46τῶν μὲν οὖν ὑμετέρων προγόνων καλὸν λέγεται
属格短语 τῶν ὑμετέρων προγόνων 是表话题或关涉的属格("关于/在你们的祖先方面"),而非依附于 καλόν 的单纯所有格或部分属格。后文的 ὅτε 从句具体阐述了 καλόν 的内容。
- 6.5.47ψήφῳ ἀκινδύνῳ σωσάντων ὑμᾶς τότε τῶν Λακεδαιμονίων
由 τῶν Λακεδαιμονίων 与不定过去时分词 σωσάντων 构成的独立属格结构。它与主句主语 ὑμεῖς 形成修辞对比,表达让步或时间背景("当年拉刻代蒙人拯救了你们,而如今……")。
- 6.5.48μὴ ὧν ἐβλάβητε μᾶλλον ἢ ὧν εὖ ἐπάθετε μνησθείητε
两个关系代词 ὧν 均体现了格的吸引(case attraction)并省略了先行词(τούτων)。从原本的句法看,它们本应是内在宾格(ἃ ἐβλάβητε 和 ἃ εὖ ἐπάθετε),但被动词 μνησθείητε 所要求的属格吸引成了 ὧν。
- 6.5.51τὰ μὲν μάτην, τὰ δὲ καὶ ἀσυμφόρως πεπραγμένα αὐτῷ
完成时被动分词 πεπραγμένα 用作动词 εὑρίσκω 的宾语补足分词。与格 αὐτῷ 是与完成时被动语态连用的行为主体与格(dative of agent),意为"由他所施行"。
