- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:6.5.9-6.5.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯塔西普斯一派在帖该亚被捕处决,拉刻代蒙遂以援助流亡者为由派阿格西劳斯率军讨伐曼提尼亚。曼提尼亚军在奥尔科墨诺斯击溃并斩杀波利特罗普斯,而阿格西劳斯则进逼曼提尼亚并决意容许阿卡迪亚联军会师以待决战。
οἱ δὲ περὶ τὸν Στάσιππον ὡς ᾔσθοντο τὸ γιγνόμενον, ἐκπίπτουσι κατὰ τὰς ἐπὶ τὸ Παλλάντιον φερούσας πύλας, καὶ φθάνουσι πρὶν καταληφθῆναι ὑπὸ τῶν διωκόντων εἰς τὸν τῆς Ἀρτέμιδος νεὼν καταφυγόντες,1 καὶ ἐγκλεισάμενοι ἡσυχίαν εἶχον. οἱ δὲ μεταδιώξαντες ἐχθροὶ αὐτῶν ἀναβάντες ἐπὶ τὸν νεὼν καὶ τὴν ὀροφὴν διελόντες ἔπαιον ταῖς κεραμίσιν. οἱ δὲ ἐπεὶ ἔγνωσαν τὴν ἀνάγκην, παύεσθαί τε ἐκέλευον καὶ ἐξιέναι ἔφασαν. οἱ δʼ ἐναντίοι ὡς ὑποχειρίους ἔλαβον αὐτούς, δήσαντες καὶ ἀναβαλόντες ἐπὶ τὴν ἁρμάμαξαν ἀπήγαγον εἰς Τεγέαν. ἐκεῖ δὲ μετὰ τῶν Μαντινέων καταγνόντες ἀπέκτειναν.
斯塔西普斯一派察知所发生的事后,便从通往帕兰提翁的城门冲出,并在被追兵赶上之前,抢先逃入阿耳忒弥斯神庙避难;他们关上庙门,留在里面不动。然而追踪而来的仇敌登上了神庙,拆毁屋顶,用瓦片砸他们。斯塔西普斯等人见大势已去,便呼喊叫他们住手,声称愿意出来。对手将他们控制之后,便行捆绑,置于马车之上,押往帖该亚;在那里,他们与曼提尼亚人一同审判并处决了斯塔西普斯等人。
τούτων δὲ γιγνομένων ἔφυγον εἰς Λακεδαίμονα τῶν περὶ Στάσιππον Τεγεατῶν περὶ ὀκτακοσίους. μετὰ δὲ ταῦτα τοῖς Λακεδαιμονίοις ἐδόκει βοηθητέον εἶναι κατὰ τοὺς ὅρκους τοῖς τεθνεῶσί τε τῶν Τεγεατῶν καὶ ἐκπεπτωκόσι· καὶ οὕτω στρατεύουσιν ἐπὶ τοὺς Μαντινέας, ὡς παρὰ τοὺς ὅρκους σὺν ὅπλοις ἐληλυθότων αὐτῶν ἐπὶ τοὺς Τεγεάτας.2 καὶ φρουρὰν μὲν οἱ ἔφοροι ἔφαινον, Ἀγησίλαον δʼ ἐκέλευεν ἡ πόλις ἡγεῖσθαι.
在这些事情发生之际,斯塔西普斯一派的帖该亚人约有八百人逃往拉刻代蒙。此后,拉刻代蒙人认为理当遵照誓约,向帖该亚人中被杀者与被逐者提供援助;于是他们对曼提尼亚人兴兵讨伐,理由是后者违反誓约武装袭击了帖该亚人。督政官们遂下达征兵令,城邦并命令阿格西劳斯统领全军。
οἱ μὲν οὖν ἄλλοι Ἀρκάδες εἰς Ἀσέαν συνελέγοντο. Ὀρχομενίων δὲ οὐκ ἐθελόντων κοινωνεῖν τοῦ Ἀρκαδικοῦ διὰ τὴν πρὸς Μαντινέας ἔχθραν, ἀλλὰ καὶ δεδεγμένων εἰς τὴν πόλιν τὸ ἐν Κορίνθῳ συνειλεγμένον ξενικόν, οὗ Πολύτροπος ἦρχεν, ἔμενον οἴκοι οἱ Μαντινεῖς τούτων ἐπιμελόμενοι. Ἡραεῖς δὲ καὶ Λεπρεᾶται συνεστρατεύοντο τοῖς Λακεδαιμονίοις ἐπὶ τοὺς Μαντινέας.
其余阿卡迪亚人便集结于阿塞亚。但因奥尔科墨诺斯人出于对曼提尼亚人的仇怨而不愿加入阿卡迪亚同盟,反将聚于科林斯、由波利特罗普斯统领的雇佣军迎入城内,故曼提尼亚人留守本邦以戒备这批敌手。赫赖亚人与勒普雷翁人则随拉刻代蒙人一同出征讨伐曼提尼亚人。
ὁ δὲ Ἀγησίλαος, ἐπεὶ ἐγένετο αὐτῷ τὰ διαβατήρια, εὐθὺς ἐχώρει ἐπὶ τὴν Ἀρκαδίαν. καὶ καταλαβὼν πόλιν ὅμορον οὖσαν Εὔταιαν, καὶ εὑρὼν ἐκεῖ τοὺς μὲν πρεσβυτέρους καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας οἰκοῦντας ἐν ταῖς οἰκίαις, τοὺς δʼ ἐν τῇ στρατευσίμῳ ἡλικίᾳ οἰχομένους εἰς τὸ Ἀρκαδικόν, ὅμως οὐκ ἠδίκησε τὴν πόλιν, ἀλλʼ εἴα τε αὐτοὺς οἰκεῖν, καὶ ὠνούμενοι ἐλάμβανον ὅσων δέοιντο· εἰ δέ τι καὶ ἡρπάσθη, ὅτε εἰσῄει εἰς τὴν πόλιν, ἐξευρὼν ἀπέδωκε. καὶ ἐπῳκοδόμει δὲ τὸ τεῖχος αὐτῶν ὅσα ἐδεῖτο, ἕωσπερ αὐτοῦ διέτριβεν ἀναμένων τοὺς μετὰ Πολυτρόπου μισθοφόρους.
阿格西劳斯在越境祭牲显出吉兆之后,立即向阿卡迪亚进发。他占领了边境城镇尤泰亚,发现那里只有老人、妇孺留居家中,适龄兵士皆已前往阿卡迪亚联军,但他并未侵扰该城,而是容许他们安居,士兵所需之物皆以购买方式取得;若在他入城时有任何财物被抢,他亦派人查明并归还。在此驻留等待波利特罗普斯麾下雇佣军期间,他还修补了该城城墙需要修缮的所有缺口。
ἐν δὲ τούτῳ οἱ Μαντινεῖς στρατεύουσιν ἐπὶ τοὺς Ὀρχομενίους. καὶ ἀπὸ μὲν τοῦ τείχους μάλα χαλεπῶς ἀπῆλθον, καὶ ἀπέθανόν τινες αὐτῶν· ἐπεὶ δὲ ἀποχωροῦντες ἐν τῇ Ἐλυμίᾳ ἐγένοντο, καὶ οἱ μὲν Ὀρχομένιοι ὁπλῖται οὐκέτι ἠκολούθουν, οἱ δὲ περὶ τὸν Πολύτροπον ἐπέκειντο καὶ μάλα θρασέως, ἐνταῦθα γνόντες οἱ Μαντινεῖς ὡς εἰ μὴ ἀποκρούσονται αὐτούς, ὅτι πολλοὶ σφῶν κατακοντισθήσονται,3 ὑποστρέψαντες ὁμόσε ἐχώρησαν τοῖς ἐπικειμένοις.
与此同时,曼提尼亚人出兵攻打奥尔科墨诺斯人。他们在敌城城墙下遭受重创而退,且折损了若干兵士;然而退至埃吕米亚时,奥尔科墨诺斯的重装步兵虽已不再追击,波利特罗普斯一派却极猖獗地猛逼而来,曼提尼亚人意识到若不将之击退,己方必有多人被标枪射倒,遂反身迎击扑来的敌人。
καὶ ὁ μὲν Πολύτροπος μαχόμενος αὐτοῦ ἀποθνῄσκει· τῶν δὲ ἄλλων φευγόντων πάμπολλοι ἂν ἀπέθανον, εἰ μὴ οἱ Φλειάσιοι ἱππεῖς παραγενόμενοι καὶ εἰς τὸ ὄπισθεν περιελάσαντες τῶν Μαντινέων ἐπέσχον αὐτοὺς τῆς διώξεως. καὶ οἱ μὲν Μαντινεῖς ταῦτα πράξαντες οἴκαδε ἀπῆλθον.
波利特罗普斯在交战中当场阵亡;其余溃逃之人若非弗利乌斯骑兵及时赶至并迂回至曼提尼亚人后方阻止了追击,必有极多之人丧命。曼提尼亚人立此战功后便撤军回国。
ὁ δὲ Ἀγησίλαος ἀκούσας ταῦτα, καὶ νομίσας οὐκ ἂν ἔτι συμμεῖξαι αὐτῷ τοὺς ἐκ τοῦ Ὀρχομενοῦ μισθοφόρους, οὕτω προῄει. καὶ τῇ μὲν πρώτῃ ἐν τῇ Τεγεάτιδι χώρᾳ ἐδειπνοποιήσατο, τῇ δʼ ὑστεραίᾳ διαβαίνει εἰς τὴν Μαντινικήν, καὶ ἐστρατοπεδεύσατο ὑπὸ τοῖς πρὸς ἑσπέραν ὄρεσι τῆς Μαντινείας· καὶ ἐκεῖ ἅμα ἐδῄου τὴν χώραν καὶ ἐπόρθει τοὺς ἀγρούς. τῶν δὲ Ἀρκάδων οἱ συλλεγέντες ἐν τῇ Ἀσέᾳ νυκτὸς παρῆλθον εἰς τὴν Τεγέαν.
阿格西劳斯获悉此事后,料想来自奥尔科墨诺斯的雇佣军已无法与自己会合,遂继续推进。第一天他在帖该亚境内用晚膳,次日便越境进入曼提尼亚境内,在曼提尼亚西侧的山麓下安营扎寨;他在那里一边毁坏土地,一边劫掠田舍。集结于阿塞亚的阿卡迪亚联军乘夜潜入帖该亚。
τῇ δʼ ὑστεραίᾳ ὁ μὲν Ἀγησίλαος ἀπέχων Μαντινείας ὅσον εἴκοσι σταδίους ἐστρατοπεδεύσατο· οἱ δʼ ἐκ τῆς Τεγέας Ἀρκάδες, ἐχόμενοι τῶν μεταξὺ Μαντινείας καὶ Τεγέας ὀρῶν,4 παρῆσαν μάλα πολλοὶ ὁπλῖται, συμμεῖξαι βουλόμενοι τοῖς Μαντινεῦσι· καὶ γὰρ οἱ Ἀργεῖοι οὐ πανδημεὶ ἠκολούθουν αὐτοῖς· καὶ ἦσαν μέν τινες οἳ τὸν Ἀγησίλαον ἔπειθον χωρὶς τούτοις ἐπιθέσθαι· ὁ δὲ φοβούμενος μὴ ἐν ὅσῳ πρὸς ἐκείνους πορεύοιτο, ἐκ τῆς πόλεως οἱ Μαντινεῖς ἐξελθόντες κατὰ κέρας τε καὶ ἐκ τοῦ ὄπισθεν ἐπιπέσοιεν αὐτῷ, ἔγνω κράτιστον εἶναι ἐᾶσαι συνελθεῖν αὐτούς, καὶ εἰ βούλοιντο μάχεσθαι, ἐκ τοῦ δικαίου καὶ φανεροῦ τὴν μάχην ποιεῖσθαι. καὶ οἱ μὲν δὴ Ἀρκάδες ὁμοῦ ἤδη ἐγεγένηντο.
次日,阿格西劳斯在距曼提尼亚约二十斯塔迪昂处扎营。自帖该亚而来的阿卡迪亚人沿着曼提尼亚与帖该亚之间的山地行进,有极多的重装步兵逼近,意在与曼提尼亚人会合;因为阿尔戈斯人并未倾全城之力随他们前行。有人力劝阿格西劳斯乘其孤立发起攻击;但他唯恐在向这批部队进发之际,曼提尼亚人从城中杀出,袭击自己的侧翼和后方,遂认定最好任由他们会合,若他们愿意交战,便正大光明地在开阔地上决战。于是阿卡迪亚人最终完成了会师。
- 6.5.9φθάνουσι πρὶν καταληφθῆναι ὑπὸ τῶν διωκόντων εἰς τὸν τῆς Ἀρτέμιδος νεὼν καταφυγόντες
动词 φθάνω(抢先、先于)与主格分词 καταφυγόντες 搭配,并带有时间从句 πρὶν καταληφθῆναι,意为“在被追兵赶上之前,抢先逃入神庙”。在 φθάνω 搭配分词的惯用结构中,主要的动作由分词承担,而动词本体则表达“抢先、及时”之状语意义。
- 6.5.10ὡς παρὰ τοὺς ὅρκους σὺν ὅπλοις ἐληλυθότων αὐτῶν ἐπὶ τοὺς Τεγεάτας
连词 ὡς 与属格独立结构(αὐτῶν ... ἐληλυθότων)连用,表示主句主语(拉刻代蒙人)主观认定的理由或出兵借口,即“声称/认为他们违背誓约携兵器袭击了帖该亚人”。
- 6.5.13ὡς εἰ μὴ ἀποκρούσονται αὐτούς, ὅτι πολλοὶ σφῶν κατακοντισθήσονται
此句属于冗余结构(复述连词):分词 γνόντες 的宾语从句由 ὡς 引出,但因中间插入了条件从句 εἰ μὴ ἀποκρούσονται,在真正的主干陈述(πολλοὶ σφῶν κατακοντισθήσονται)前又重新加上了 ὅτι 以恢复间接引语结构。
- 6.5.16ἐχόμενοι τῶν μεταξὺ Μαντινείας καὶ Τεγέας ὀρῶν
中间态分词 ἐχόμενοι 支配属格 τῶν ... ὀρῶν,表示空间上的贴近或依傍,意为“沿着……山脉行进”、“傍山而行”。
